Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν μακάριον Μελέτιον ἐπίσκοπον Ἀντιοχείας ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Εγκώμιο των αρετών του ιεράρχη και η προσβολή του φθόνου

Ο επίσκοπος Μελέτιος επαινείται για τις αρετές του με παραλληλισμούς προς τον δίκαιο Ιώβ, ενώ τονίζεται πώς ο φθόνος αποστέρησε την Εκκλησία από την πνευματική της κεφαλή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

ὁρᾶτε τοὺς πατριάρχας τούτους· πάντες οὗτοι τέκνα τοῦ ἡμετέρου εἰσὶν Ἰακώβ. ἐξ ἐλευθέρας οἱ πάντες. οὐδεὶς νόθος οὐδὲ ὑπόβλητος. οὐδὲ γὰρ ἦν θέμις ἐκείνῳ δουλικὴν δυσγένειαν ἐπεισάγειν τῇ εὐγενείᾳ τῆς πίστεως. οὐκοῦν καὶ ὑμέτερος ἐκεῖνος πατήρ, διότι τοῦ πατρὸς ἦν τοῦ ὑμετέρου πατήρ.

Ἠκούσατε ἀρτίως τοῦ Ἐφραὶμ καὶ τοῦ Μανασσῆ, οἷα καὶ ὅσα περὶ τοῦ πατρὸς διηγήσαντο, ὡς ὑπερβαίνει λόγον τὰ θαύματα. δότε κἀμοί τι περὶ τούτων εἰπεῖν· καὶ γὰρ ἀκίνδυνον τὸ μακαρίζειν λοιπόν· οὐκέτι φοβοῦμαι τὸν φθόνον· τί γάρ με χεῖρον ἐργάσεται; οὐκοῦν γνῶτε τίς ὁ ἀνήρ. Εὐγενὴς τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν, Ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος (οὐ γὰρ δὴ ζηλοτυπήσει ὁ μέγας Ἰώβ, εἰ ταῖς περὶ αὐτοῦ μαρτυρίαις καὶ ὁ μιμητὴς ἐκείνου ἐγκαλλωπίζοιτο). ἀλλ᾽ ὁ τὰ καλὰ πάντα βλέπων φθόνος εἶδε καὶ τὸ ἡμέτερον ἀγαθὸν πικρῷ ὀφθαλμῷ, καὶ ὁ ἐμπεριπατῶν τῇ οἰκουμένῃ καὶ δι᾽ ἡμῶν περιεπάτησε πλατὺ τὸ ἴχνος τῆς θλίψεως ταῖς εὐπραγίαις ἡμῶν ἐναπερείσας. οὐ βοῶν καὶ προβάτων ἀγέλας διελυμήνατο, πλὴν εἰ μὴ ἄρα τις κατὰ τὸ μυστικὸν εἰς τὴν ἐκκλησίαν μεταλάβοι τὸ ποίμνιον· πλὴν οὐκ ἐν τούτοις ἡμῖν παρὰ τοῦ φθόνου ἡ βλάβη, οὐδὲ ἐν ὄνοις καὶ καμήλοις τὴν ζημίαν εἰργάσατο, οὐδὲ τραύματι σαρκὸς τὰς αἰσθήσεις ἐδρίμυξεν, ἀλλ᾽ αὐτῆς ἡμᾶς τῆς κεφαλῆς ἀπεσύλησεν. τῇ δὲ κεφαλῇ συναπῆλθε τὰ τίμια ἡμῶν αἰσθητήρια. οὐκέτι ἔστιν ὁ ὀφθαλμὸς ὁ τὰ οὐράνια βλέπων, οὐδὲ ἡ ἀκοή 〈ἡ〉 τῆς θείας φωνῆς ἐπαΐουσα, οὐδὲ ἡ γλῶσσα ἐκείνη, τὸ ἁγνὸν ἀνάθημα τῆς ἀληθείας. ποῦ ἡ γλυκεῖα τῶν ὀμμάτων γαλήνη; ποῦ τὸ φαιδρὸν ἐπὶ τοῦ χείλους μειδίαμα;