Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ὅσιον Ἐφραίμ
Θεολογική και πνευματική συγκρότηση
Παρουσίαση της ορθόδοξης πίστης του οσίου Εφραίμ, της ελπίδας, της αγάπης, της ερμηνευτικής του ικανότητας και του αδιάλειπτου χαρίσματος των δακρύων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογική και πνευματική συγκρότηση
Παρουσίαση της ορθόδοξης πίστης του οσίου Εφραίμ, της ελπίδας, της αγάπης, της ερμηνευτικής του ικανότητας και του αδιάλειπτου χαρίσματος των δακρύων.
Πίστεως μὲν γὰρ εἶχε λίαν ὀρθῶς, οὐ πόῤῥω που νεύων τῆς εὐσεβείας· καθὼς ἔκ τε τῶν αὐτοῦ συγγραμμάτων, ἔκ τε τῆς περὶ αὐτὸν ὑπὸ τῆς Ἐκκλησίας παρειλήφαμεν δόξης· ἐξ ἴσου γὰρ ἐμυσάττετο τὴν τοῦ Σαβελλίου παράλογον σύγχυσιν, καὶ τὴν Ἀρείου μανιώδη διαίρεσιν. Ἵστατο δὲ τῶν τῆς εὐσεβείας ὅρων ἐντός· διαιρῶν μὲν τῷ ἀριθμῷ, συνάπτων δὲ τῇ οὐσίᾳ τὴν μίαν καὶ ἀσύγχυτον καὶ παναγίαν Τριάδα· ὡς ἂν μήτε πενίαν θεότητος Ἰουδαϊκῶς ὀνειδίζοιτο, μήτε δήμῳ Θεῶν Ἑλληνικῶς ἐκβακχεύοιτο· ἃ παθεῖν οἱ περὶ τὴν ἀκατάληπτον Τριάδα παροινήσαντες ἐξελέγχονται. Ἀπολιναρίου δὲ τοσοῦτον τὸ ἄλογον ἀπεπέμπετο δόγμα, ὡς πᾶσαν θέσθαι σπουδὴν ἐκ πάσης αὐτὸ Χριστιανικῆς ἐξεῶσαι ψυχῆς.
Ἀλλὰ μὴν καὶ τῶν Ἀνομοίων διὰ πολλῶν ἀποδεικτικῶν τε καὶ Γραφικῶν λόγων, τὰ ἀπύλωτα ἐνέφραξε στόματα, μεγίστην ἀσφάλειαν ἡμῖν τὰ αὐτοῦ θεοδίδακτα λιπὼν λόγια. Νουάτου δὲ εἰ βούλοιτό τις τοῦ θρασυτάτου ἥττημα κατιδεῖν, ἐν τῇ διὰ τῶν λόγων τοῦ Ἐφραῒμ πάλῃ τὸ τοῦ ἐναντίου πτῶμα βλεπέτω, ἐν ᾗ τοσοῦτον εὑρήσει τὸ περιὸν τῆς δυνάμεως τοῦ ἡμετέρου Διδασκάλου ἐν τῇ τοῦ λόγου παραστάσει, ὅσην ἀνδρὸς παγκρατιαστοῦ καὶ παιδὸς οὐκ εὐσθενοῦς δι᾽ ἁπαλότητα. Οὐ μόνον δὲ τὰς κατ᾽ ἐκεῖνο καιροῦ ἢ καὶ πρόσθεν ἀναφυείσας ὑπὸ τοῦ τῆς κακίας σπορέως ζιζανιώδεις αἱρέσεις, τῷ ὀρθῷ τῆς πίστεως ἐξήλεγξε λόγῳ· ἀλλὰ καὶ τὰς εἰς ὕστερον κακῶς ἀναθαλῆσαι μελλούσας προφητικῷ βλέμματι κατιδὼν, προεξεθέρισεν. Καὶ τούτων πλήρης τῶν ἀποδείξεων πᾶσα τούτου συγγραφή τε καὶ ποίησις.
Οὕτως οὐ πώποτε τῆς ἀληθείας ὁ τῆς ἀληθείας υἱὸς ἐξεφρόνησεν· ἐλπὶς δὲ τούτῳ ἡ εἰς Θεὸν μόνη, ἐξ ὅτου ἂν ἀποκειμένων ἐλπίδων τοῖς ἀξίοις αἱ χάριτες. Τὸ γὰρ ψαλμικὸν διὰ βίου λόγῳ τε καὶ πράξει μελετῶν ἔφασκεν Ἐπ᾽ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. Διὰ τοιοῦτον ἐλπίσαντος αὐτοῦ ἐπὶ Κύριον, ἔλεος αὐτὸν κυκλώσει. Καὶ ἡ εἰς αὐτὸν πεποίθησις, ὄρει τοῦτον Σιὼν ἀπεικάζει· ἀλλὰ καὶ ὑψηλοτάτου μακαρισμοῦ ἐντὸς τὸν κεκτημένον καθίστησι, ὡς ἔστιν ἐξ αὐτῶν τῶν προφητῶν καταμαθεῖν, Δαβὶδ μὲν λέγοντος· Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ. Ἱερεμίου δέ· Εὐλογημένος ἄνθρωπος, ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ, καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς τὸ ξύλον εὐθηνοῦν παρ᾽ ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ. Καὶ Ἡσαΐου· Κύριος Βασιλεὺς ἡμῶν, Κύριος Σωτὴρ ἡμῶν, αὐτὸς σώσει ἡμᾶς.
Ἰδοὺ ὁ Θεὸς ὁ Σωτήρ μου Κύριος, πεποιθὼς ἔσομαι ἐπ᾽ αὐτῷ καὶ θαρσήσομαι. Τοῦ μακαρίου δὲ Παύλου παραινοῦντος καὶ λέγοντος· Κατέχομεν τὴν ἐπαγγελίαν τῆς ἐλπίδος· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος ἡμῖν. Ταύτῃ τῇ θείᾳ καὶ ἀποκειμένῃ ἐλπίδι εἰστρεφόμενος, τῶν κοσμικῶν ἁπάντων περιεφρόνει, καὶ τῆς αἰωνίου δόξης ἑκάστης ἱμείρετο. Ἀγάπην δὲ τὴν εἰς Θεόν τε καὶ τὸν πλησίον οὕτως ἀκριβῶς ἐφυλάξατο, ὡς αὐτὸν εἰπεῖν οὑτωσὶ, τοῦ βίου ἀπαίροντα· καλὸν γὰρ αὐτὰ τὰ ῥήματα τοῦ θεοφόρου Πατρὸς εἰς μέσον ἀγαγεῖν, κρείττονα πάσης ἀποδείξεως τυγχάνοντα.
Οὐδαμῶς, φησὶν, ἐν πάσῃ τῇ ζωῇ μου ἐλοιδόρησα Κύριον, καὶ λόγος ἄφρων οὐ παρῆλθε τῶν χειλέων μου. Ἐν πάσῃ τῇ ζωῇ μου κατηρασάμην οὐκ οὐδένα, καθ᾽ ὅλου τε μετ᾽ οὐδενὸς πιστοῦ ἐμαχησάμην. Ὦ μακαρία γλῶσσα, ἥτις θαῤῥήσασα τοιαύτην ἔῤῥηξε φωνὴν, ἣ μόνοις τοῖς ἀγγέλοις πρεπωδεστάτη τυγχάνει, διὰ τὸ ἄϋλον καὶ ἀστασίαστον τῆς ζωῆς.
Ἡμῖν δὲ τοῖς τῇ σαρκὶ δουλεύουσι, ξένη καὶ ὑπὲρ τὴν φύσιν, καὶ χαλεπὸν κατορθωθῆναι. Καὶ πολλὰ μὲν κάμοις βίους ἀνερευνῶν τῶν ἐπ᾽ ἀρεταῖς περιβοήτων, οὐδαμοῦ δέ τι τοιοῦτον εὕροις, οἷον ἐπὶ τῷ προκειμένῳ Πατρὶ, εἰς διήγησιν σημεῖον καθαρᾶς καὶ ἀκηλιδώτου ἀγάπης. Εἰ οὖν μείζων πασῶν τῶν ἀρετῶν ἡ ἀγάπη· ταύτην δὲ ὡς οὐκ ἄλλος τις τῶν Πατέρων κατώρθωσεν Ἐφραῒμ ὁ μακάριος· ἀπολήψεται δὲ ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ· τὸ ἐκ τούτων ἄλλοις συμπεραίνειν παραχωρήσομεν, ἵνα μὴ δόξωμεν παραβάλλειν Πατράσι Πατέρας. Οὐ γὰρ συγκρίσεως χάριν τὸ ῥηθὲν παρειλήφαμεν, ὡς ἂν δὲ μόνον ὑπ᾽ ὄψιν τοῖς πολλοῖς παραστήσωμεν, ὡς ἐπ᾽ αὐτοῦ τοῦ ἄκρου ἔφθασε τῆς πνευματικῆς τῶν ἀρετῶν κλίμακος ὁ ἡμέτερος, μᾶλλον δὲ τῆς οἰκουμένης διδάσκαλος Ἐφραΐμ.
Εὐσέβειαν δὲ ἐν τῇ τῆς ὄντως κτήσει σοφίας ἐμπορευσάμενος (κατὰ τὸ ἐν Ἰὼβ εἰρημένον· Ἰδοὺ εὐσέβειά ἐστι σοφία) δι᾽ αὐτῆς, ὡς μικρὸν ἄνωθεν ἐδηλώσαμεν, τῆς πίστεως αὐτοῦ τὸ καθαρὸν διαγράφοντες, εἰς οὐρανὸν μὲν τρίτον, κατὰ Παῦλον, ἀνῆλθεν, ἀθάνατον δὲ τὴν μνήμην καὶ διαρκῆ τὴν εὔκλειαν παρὰ τῇ Ἐκκλησίᾳ πεπλούτηκεν· ἡ μελέτη δὲ τούτῳ τῶν θείων Γραφῶν ἐκ τῆς Δαβιδικῆς ἀνῆψε λαμπάδος, Ἐν τῇ μελέτῃ μου, φάσκοντος, ἐκκαυθήσεται πῦρ. Ἔρως γὰρ αὐτὸν πολήσας πνευματικῆς θεωρίας, εἰς φλόγα μετέωρον τὸν πόθον ἀνήγειρε.
Πᾶσαν γὰρ Παλαιάν τε καὶ Καινὴν ἐκμελετήσας Γραφὴν, καὶ ὡς οὐκ ἄλλος τις τοῖς τοιούτοις θεωρήμασιν ἐμφιλοχωρήσας, ὅλην ἀκριβῶς πρὸς λέξιν ἡρμήνευσεν, ἀπό τε τῆς κοσμογενείας, καὶ μέχρι τῆς τελευταίας τῆς χάριτος βίβλου, τὰ βάθη τῶν κεκρυμμένων εἰς τοὐμφανὲς ἀγαγὼν θεωρημάτων, λύχνῳ κεχρημένος τῷ Πνεύματι.
Οὐ μόνον δὲ ταύτης τῆς ἡμετέρας καὶ θεοπνεύστου σοφίας ὅλον τὸν πνευματικὸν κρατῆρα ἐκπέπωκε, καὶ τοῖς ἄλλοις μετέδωκεν ἀλλὰ καὶ τῆς ἔξω κοσμικῆς, ὅση τε περὶ τὸ κατεγλωττισμένον καὶ ὀρθὸν τοῦ λόγου, ὅση τε περὶ τὸ τῶν νοημάτων βάθος, ὅτι μάλα ἐξασκήσας, ὅσον μὲν χρήσιμον προσελάβετο· ὅσον δ᾽ ἀνόνητον, ἀπεβάλετο, ζυγῷ δικαιοσύνης καὶ πρᾶξιν καὶ θεωρίαν ἐμπορευσάμενος. Ἁγνείαν δὲ κατώρθωσε ψυχῆς τε καὶ σώματος, ὅσην ἡ φύσις ἐχώρει· μᾶλλον δὲ καὶ ὑπὲρ τὴν φύσιν· χάριτος γὰρ τὸ δῶρον. Οὔτε γὰρ τὴν ψυχὴν τῆς κατὰ τὸν ὀρθὸν λόγον ἕξεως ἐνεδίδου παρασφαλῆναι, ἀλλ᾽ ἦν ὡς ἀληθῶς, ψυχῇ μὲν βασιλεύων, σώματι δὲ ἀγλαοφανῶς ἐξαστράπτων. Καὶ μαρτυρεῖ τοῖς λεγομένοις ἡ τῆς ἱστορουμένης πόρνης μεταβολὴ, ἣν πρὸς κακίας δέλεαρ ὁ βροτοκτόνος χρησάμενος Βελίαρ εἰς ἀπάτην τοῦ πεφωτισμένου ἀνδρὸς, τοσοῦτον ἀπέσχε τοῦ ἐλπισθέντος, ὡς καὶ αὐτὴν τὴν μοιχαλιδὴν κατ᾽ αὐτοῦ ἐκείνου τοῦ ὑπερβαλόντος παρατάξασθαι Πονηροῦ, καὶ παραινέσεσι καὶ τροπαῖς, ταῖς τε τῶν θείων λόγων ἐπῳδαῖς μεταβληθεῖσαν, καὶ πρὸς τὸ κρεῖττον μεταπλασθεῖσαν, σώφρονα μὲν ἀντὶ ἀκολάστου, σεμνὸν δὲ ἀντὶ ἀσέμνου, καὶ καθαρὰν ἀντὶ μεμολυσμένης ἀποδειχθῆναι.
Δάκρυον δὲ τὸ ἀένναον εἰπεῖν ἐκείνου ῥεῖθρον προθυμηθέντι μοι, δακρύειν ὄντως ἐπέρχεται· ὅτι μὴ δίχα τούτου, τὸ μὲν τῶν δακρύων αὐτοῦ πέλαγος τῷ λόγῳ τις διαπλεύσειεν. Ὡς γὰρ πᾶσιν ἀνθρώποις σύμφυτον τὸ ἀναπνεῖν, καὶ ἀεὶ ἐνεργούμενον· οὕτως Ἐφραῒμ τὸ δακρυῤῥοεῖν. Οὐ γὰρ ἡμέρα, οὐ νὺξ, οὐ μεσονύκτιον, οὐχ ὥρα, οὐ στιγμῆς τὸ λεπτότατον, ὅτε ξηρὸς ὁ τούτου ἀνύστακτος ὀφθαλμὸς καθωρᾶτο· πῆ μὲν τὰ κοινῇ, πῆ δὲ τὰ ἰδίως ἀποκλαιόμενος, ὡς ἔλεγεν, ἀτοπήματα· στεναγμοῖς δὲ τὰ τῶν ὀμμάτων σοφῶς ἐποχετεύει ῥεῖθρα· μᾶλλον δὲ χεύμασιν ὀφθαλμῶν τοὺς στεναγμοὺς ἐξεκαλεῖτο. Καὶ ἦν παράδοξος ἀμφοτέρων ἡ πρόοδος, τοῦ ἑτέρου αἰτία τοῦ ἑτέρου φαινομένου· ἔτικτον γὰρ ἐπ᾽ αὐτῷ δάκρυα μὲν, στεναγμοὺς, στεναγμοὶ δὲ πάλιν δάκρυα· καὶ τὸ αἴτιον τοῖς πολλοῖς ἀγνοούμενον. Χρόνου γὰρ ταῦτα μὴ διαιροῦντος, ἀλλ᾽ ἀεὶ τῶν στεναγμῶν δάκρυα διαδεχομένων, εἶτα πάλιν τούτων στεναγμοὺς, καὶ κύκλου τινὸς γιγνομένου, ἄδηλος ἦν ἡ ἀρχὴ, καὶ θατέρου τὸ αἴτιον. Καὶ τοῦτό τις κατόψεται τοῖς αὐτοῦ πρασομιλήσας συγγράμμασιν.
Οὐ μόνον γὰρ ἀποκλαιόμενον αὐτὸν ἐν τοῖς περὶ μετανοίας καὶ ἤθους καὶ πολιτείας χρηστῆς εὑρήσει λόγοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς πανηγυρικοῖς αὐτοῦ λόγοις, ἔνθα πολλὴν εἰώθασιν οἱ πλεῖστοι περιχάρειαν ἐν τοῖς λόγοις δείκνυσθαι. Ὁ δὲ πανταχοῦ ταὐτὸς ἦν, καὶ τῆς κατανύξεως διηνεκῶς ἐπλούτει τὸ χάρισμα. Ἔνθεν καὶ νῦν σχεδὸν πάντας αὐτοῦ τοὺς τῶν λόγων ἀκροατὰς πρὸς τὴν ὄντως ἀνακαλεῖται ζωήν. Τοσαύτην ἰσχὺν ὁ τούτου κέκτηται θεόπνευστος λόγος δάκρυσι συγκεκραμένος.
Ποῖος γὰρ ἀμείλικτος, ἢ τῇ καρδίᾳ λιθώδης, τῶν τούτου ῥημάτων ἐπακούσας, οὐ μαλαχθήσεται, καὶ τὸ σκληρὸν τοῦ ἤθους ἀποβαλὼν, ταῖς ἑαυτοῦ κακίαις ἐπιστυγνάσει; Ποῖος ἄγριος τὸ ἦθος, ἢ θηριώδης τὸν τρόπον τὴν ψυχωφελῆ διδασκαλίαν αὐτοῦ ἐνωτισθεὶς, οὐκ εὐθὺς χρηστὸς καὶ ἐπιεικὴς, καὶ τοῖς τρόποις ἔσται φιλάγαθος; Ποῖος χαίρειν ἐμμελετῶν ταῖς τοῦ βίου ἡδυπαθείαις, καὶ τὸ δακρύειν ἀποστρεφόμενος, ὀλίγων ἀκούσας ἐκείνου ῥημάτων, οὐ θρηνήσει καὶ κλαύσεται, καὶ εἰς ὑπόμνησιν ἔλθῃ τῶν βεβιωμένων μελλούσης ἀνταποδόσεως;
Λίθον ἑψεῖς, ἡ τῶν ἔξω παροιμία ἐπὶ τῶν ἀδυνάτων παρείληφεν. Ἡμῖν δὲ τοῦτο ἐναργῶς ἡ πεῖρα παρέστησε. Τὰς γὰρ ἀτέγκτους καὶ ἀνυπείκτους ψυχὰς, καὶ φυλάττεσθαι καὶ ὑπήκειν ὁ θεῖος οὗτος πρεσβύτης παρέπειθεν. Τίς ἐντυχὼν αὐτοῦ τῷ περὶ ταπεινοφροσύνης λόγῳ, οὐ πᾶσαν μὲν εὐθὺς οἴησιν ἐκμισήσει, ἀλλ᾽ οὐδὲ παντὸς ταπεινότερον ἑαυτὸν ἐκκηρύξει; Τίς τοῖς περὶ ἀγάπης ἐπιβαλὼν, οὐχ ὑπὲρ ἀγάπης προκινδυνεῦσαι σπουδάσει; Τίς τοῖς περὶ παρθενίας προσομιλήσας, οὐχ ἁγνὸν ἑαυτὸν ψυχῇ τε καὶ σώματι Θεῷ ἀγωνίσεται παραστῆσαι;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.