Ἀπαίρων δὲ πρὸς τὴν μακαρίαν καὶ ἄληκτον ζωὴν, αὐτὸ τοῦτο πάλιν μετὰ σφοδρᾶς ἀπείργων ἐπιτιμήσεως, καὶ λέγων· Μὴ ᾄσητε ᾆσμα ἐπὶ Ἐφραῒμ, μὴ ἐγκωμιάσητε, μή με πολυτελεῖ ἐνθάψητε ἱματισμῷ, μὴ ἰδίᾳ τῷ σώματί μου τάφον ἐργάσησθε· λόγον γὰρ ἔχω μετὰ Θεοῦ, αὐλισθῆναί με σὺν τοῖς ξένοις. Ξένος ἐγὼ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἔχεις τοιγαροῦν ἐκ περιουσίας καὶ ταύτης τῆς ἀρετῆς, καθὰ δὴ καὶ τῶν λοιπῶν, ἐναργῆ τὰ τεκμήρια. Τῆς ἐλεημοσύνης δὲ καὶ συμπαθείας οὐ ποιητὴν μόνον, ἀλλὰ καὶ διδάσκαλον τοῦτον ἐπιψηφιεῖται ὁ τῆς ἀληθείας ὅρος καὶ νόμος. Τῇ γὰρ τελείᾳ ἀκτημοσύνῃ, τὸ παρέχειν τοῖς δεομένοις οὐκ ἔχων, ἐν τῷ τοὺς ἄλλους διεγείρειν πρὸς ἔλεον πυκναῖς παραινέσεσι, τὴν ἐλεημοσύνην μετήρχετο. Ἦν γὰρ ὡς ἀληθῶς ὁ τούτου λόγος, καὶ δίχα τῆς ὄψεως, κλεὶς θεοχάλκευτος, τοὺς τῶν πλουσίων θησαυροὺς διανοίγων, καὶ τοῖς μετρίοις τὰ δέοντα χορηγῶν· ἡ δὲ ἀγγελοειδὴς θεωρία ἤρκει καὶ μόνη βλεπομένη πρὸς συμπάθειαν καὶ οἰκτιρμοὺς, καὶ τοὺς ἄγαν ἀμειλίκτους κινῆσαι, ἁπλότητι, καὶ ἐπιεικείᾳ, καὶ πολλῇ κεκραμένῃ καλοκἀγαθίᾳ. Καὶ τίς οὕτως ἦν ἀναιδείᾳ προ[σ]κείμενος, ὃς προσβλέψας αὐτὸν, οὐκ ἠρυθρία, καί πως αὐτὸς ἑαυτοῦ κοσμιώτερος ἐγεγόνει;