Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ὅσιον Ἐφραίμ

Γρηγόριος ὁ Νύσσης

Ακτημοσύνη, ταπεινοφροσύνη και υπεράσπιση της πίστεως

Ανάλυση της αυστηρής άσκησης, της στάσης του απέναντι στην ιδιοκτησία και την ταφή, και των αγώνων του εναντίον των αιρέσεων, ιδίως έναντι των συγγραμμάτων του Απολιναρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 6

Τὸ γὰρ σῶμα νεκρώσας μετὰ τῶν ἡδονῶν, καὶ δοῦλον δι᾽ ἐγκρατείας τῷ ἡγεμόνι κατεργασάμενος λογισμῷ, ἀκίνητον μὲν εἶχε πρὸς τὰ μὴ δέοντα ἀσιτίᾳ προδαμασθὲν, στεῤῥὸν δὲ πρὸς τὰ λυσιτελῆ καὶ ψυχικὴν σωτηρίαν πορίζοντα. Ἀλλ᾽ οὐδὲ νύκτες αὐτῷ τὸν τῆς ἀρετῆς δρόμον ἐνέκοπτον, ταῖς ἐξ ὕπνου φαντασίαις αὐτὸν φενακίζουσαι. Νήφοντα γὰρ ἐξ ἡμερῶν δεχόμεναι, γρηγοροῦντα κατελίμπανον παρατρέχουσαι, τοῦτο πραγματευόμενον, ἵνα μὴ καταλάβῃ τοῦτον ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ σκότους τούτου καθεύδοντα.

Ὕπνου δὲ μετελάμβανε τοσοῦτον, ὅσον πρὸς τὸ ζῇν ἱκανόν· ὅπως μὴ τῆς φυσικῆς παντελῶς ἀκολουθίας ἀνατραπείσης, λύσιν βίαιον ὑπομείνῃ τὸ σαρκίον. Ἀνέτρεπε δὲ τοῦτον, καὶ τῶν ὀφθαλμῶν ἐξεδίωκε πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ χαμευνία καὶ σκληραγωγία, καὶ ἡ παντοία τοῦ σώματος κάκωσις. Τούτοις γὰρ μάλιστα τὸ τοῦ ὕπνου πάθος ἐξορίζεσθαι πέφυκεν. Ἀκτημοσύνην δὲ τοσαύτην ἐκτήσατο, ὅσην ἔχειν τοὺς θείους ἀποστόλους ἀκούεις. Διὸ καὶ εἴ τις τοῦτον ἀκτημονούντων ἀρχέτυπον καλέσει, οὐχ ἁμαρτήσει τοῦ δέοντος. Αὐτοῦ γὰρ ἐκείνου τὴν γλυκυτάτην καὶ μακαρίαν ἔχομεν φωνὴν, ἥνπερ μέλλων ἀπαίρειν πρὸς τὰ οὐράνια, ἡμῖν ἀφῆκεν ἀκτημοσύνης διδάσκαλον, ὧδέ πως ἔχουσαν· Οὐχ ὑπῆρξε τῷ Ἐφραΐμ ποτε βαλάντιον, οὐ ῥάβδος, οὐ πήρα. Οὔτε μὴν ἀργύριον, οὔτε χρυσίον, ἀλλ᾽ οὐδέ τινα κτῆσιν ἑτέραν ἐπὶ τῆς γῆς ἐκτησάμην. Τοῦ γὰρ ἀγαθοῦ Βασιλέως ἤκουσα ἐν τοῖς Εὐαγγελίοις φήσαντος τοῖς ἑαυτοῦ μαθηταῖς, μηδὲν ἐπὶ τῆς γῆς κτήσασθαι. Ὅθεν οὐδὲ ἐμπαθῶς ἔσχον πρός τι τοιοῦτον. Οὕτως οὖν δόξης τε καὶ χρημάτων ὀλίγωρος, παντὸς δὲ μᾶλλον τοῦ ἀμείνονος ἐραστὴς, τῷ ἴσῳ κἀντεῦθεν τοῖς ἀποστόλοις ἁμιλλώμενος δρόμῳ.

Τί δὲ περὶ ταπεινοφροσύνης αὐτῷ προσμαρτυρήσωμεν· ὅπου γε διαῤῥήδην ἅπας αὐτοῦ λόγος καὶ σύγγραμμα ταύτην ἔχει τὴν ἀρετὴν κηρυττομένην, καίπερ αὐτῷ διωκομένην ἐκ πολλοῦ τοῦ περιόντος; Πότε γὰρ ὁ δάκρυα προσκαλούμενος δάκρυσι, σποδόν τε ὡσεὶ ἄρτον ἐσθίων, τὸ τραχὺ τῆς διαίτης, καὶ ἀνήδονον, καὶ τὸ πόμα κιρνῶν μετὰ κλαυθμοῦ, ᾗ φησι τὰ λόγια, πρὸς ἐπάρσεως ἢ οἰήσεως λίθῳ τὸν ψυχικὸν πόδα προσκρούσειεν; Ἢ ὁ τὴν ἀνθρωπίνην ἅπασαν ἀποστρεφόμενος δόξαν, καὶ περιὼν μὲν ἔτι κατὰ τὸν βίον, τινὸς ἐπαινοῦντος, ἀσχαλῶν, καὶ ἄλλο τε ἄλλην ἀλλάττων χροιὰν, κύπτων τε εἰς γῆν, καὶ στάζων ἱδρῶτι λεπτῷ, καὶ δεινῇ κρατούμενος ἀφωνίᾳ, ὥσπερ τῆς αἰσχύνης αὐτοῦ τὴν γλῶσσαν ἀργούσης;

Ἀπαίρων δὲ πρὸς τὴν μακαρίαν καὶ ἄληκτον ζωὴν, αὐτὸ τοῦτο πάλιν μετὰ σφοδρᾶς ἀπείργων ἐπιτιμήσεως, καὶ λέγων· Μὴ ᾄσητε ᾆσμα ἐπὶ Ἐφραῒμ, μὴ ἐγκωμιάσητε, μή με πολυτελεῖ ἐνθάψητε ἱματισμῷ, μὴ ἰδίᾳ τῷ σώματί μου τάφον ἐργάσησθε· λόγον γὰρ ἔχω μετὰ Θεοῦ, αὐλισθῆναί με σὺν τοῖς ξένοις. Ξένος ἐγὼ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἔχεις τοιγαροῦν ἐκ περιουσίας καὶ ταύτης τῆς ἀρετῆς, καθὰ δὴ καὶ τῶν λοιπῶν, ἐναργῆ τὰ τεκμήρια. Τῆς ἐλεημοσύνης δὲ καὶ συμπαθείας οὐ ποιητὴν μόνον, ἀλλὰ καὶ διδάσκαλον τοῦτον ἐπιψηφιεῖται ὁ τῆς ἀληθείας ὅρος καὶ νόμος. Τῇ γὰρ τελείᾳ ἀκτημοσύνῃ, τὸ παρέχειν τοῖς δεομένοις οὐκ ἔχων, ἐν τῷ τοὺς ἄλλους διεγείρειν πρὸς ἔλεον πυκναῖς παραινέσεσι, τὴν ἐλεημοσύνην μετήρχετο. Ἦν γὰρ ὡς ἀληθῶς ὁ τούτου λόγος, καὶ δίχα τῆς ὄψεως, κλεὶς θεοχάλκευτος, τοὺς τῶν πλουσίων θησαυροὺς διανοίγων, καὶ τοῖς μετρίοις τὰ δέοντα χορηγῶν· ἡ δὲ ἀγγελοειδὴς θεωρία ἤρκει καὶ μόνη βλεπομένη πρὸς συμπάθειαν καὶ οἰκτιρμοὺς, καὶ τοὺς ἄγαν ἀμειλίκτους κινῆσαι, ἁπλότητι, καὶ ἐπιεικείᾳ, καὶ πολλῇ κεκραμένῃ καλοκἀγαθίᾳ. Καὶ τίς οὕτως ἦν ἀναιδείᾳ προ[σ]κείμενος, ὃς προσβλέψας αὐτὸν, οὐκ ἠρυθρία, καί πως αὐτὸς ἑαυτοῦ κοσμιώτερος ἐγεγόνει;

Τάχα τοίνυν τοσοῦτόν τις πλῆθος ἀκούσας κατορθωμάτων, δόξει ὡς οὐκ ἐν βάθει τῶν ἐκκλησιαστικῶν ἐχώρησε δογμάτων ὁ θεῖος οὗτος ἀνήρ. Ποίαν γὰρ εἶχε σχολὴν, φαίην ἂν, ὁ τοιοῦτος, τοσαύταις μεριζόμενος ἀρεταῖς; Τῷ δὲ οὐκ ἐπεπόλαζε τῶν θείων δογμάτων ἡ γνῶσις. Οὐ γὰρ ὅσον εἰπεῖν καὶ παραινέσαι τοῖς ἄλλοις, ταύτην μετῄει· ἀλλ᾽ ἄμφω καλῶς ἐπαιδεύθη, τά τε δόγματα τῆς Ἐκκλησίας αὐτὰ, τά τε τούτοις ἀντιλέγειν ἐπιχειροῦντα· τὰ μὲν, ὅσον ἐπιτηδεύσει μαθών· τὰ δὲ πρὸς ἔλεγχον τῶν αἱρετικῶν.

Ζῆλος γὰρ αὐτὸν κατὰ τῶν τῆς Ἐκκλησίας ἐκίνει θηρῶν· ὅθεν καὶ εἰς ἡμᾶς ἔφθασέ τε τις ἄγραφος λόγος, τὸν πρὸς τῇ ἀληθείᾳ τούτου ζῆλον ἡμῖν ἀποδεικνὺς, ἔχων οὕτως, ὡς ὁ κουφόνους, μᾶλλον ἄνους καὶ ἄλογος Ἀπολινάριος, πολλὰ καινοτομήσας καὶ ἀπὸ κοιλίας ἐρευξάμενος, ἄδικον τῆς εὐσεβείας Γραφὴν ἐσχεδίασεν, ἐν δυσὶ βιβλίοις ταύτην συντάξας. Ἐνεχείρισε δὲ ταύτας πρὸς φυλακὴν καί τινι, τῇ τὰς ἐκείνου ἡδονὰς, ὡς ἐφημίσθη, θεραπευούσῃ. Ὡς δὲ τῷ Μεγάλῳ τὰ τῆς συγγραφῆς ἐγνωρίσθη, τῆς ἐκείνου δόξης σχῆμα πλασάμενος ὁ σοφὸς, προσέρχεται τῇ γυναικὶ τῇ τὰς βίβλους φυλαττούσῃ τὰς βεβήλους, ἀναγνωριζόμενος, καὶ εὐλογίας αὐτῇ ὡς ἀπὸ τῆς ἐρήμου κομίζων, τάχα δὲ καὶ ἕτερά τινα τεχναζόμενος. Ὕστερον οὖν ἱκετεύει δοθῆναι αὐτῷ χάριν ὠφελείας, ὡς ἔλεγε, τὰ τοῦ διδασκάλου συγγράμματα, ὡς ἂν τοῖς αἱρετικοῖς, ἡμᾶς οὕτω δῆθεν ἀποκαλῶν, ἀντιφέρεσθαι εὐπετῶς ἔχοι. Ἡ δὲ τὸν νοῦν οὐκ ἐμφω[τισ]θεῖσα, καὶ τῶν τῆς Ἀπολιναρίου συμμορίας καὶ τοῦτον εἶναι φενακισθεῖσα, τὰς βίβλους παρέσχετο, ταχινὴν ἀξιώσασα τὴν τούτων γενέσθαι ἀποστροφήν.

Ὁ δὲ μέγας οὗτος Ἰακὼβ, τὸν βέβηλον πτερνίσας Ἡσαῦ, καὶ τὰ πονηρὰ πρωτότοκα τῶν τούτου νοημάτων λαβὼν, σοφῶς ὑπεξῆλθε· φύλλον γὰρ φύλλῳ προσπτύξας, ἰχθύος τε κόλλῃ τὸ πᾶν καταχρίσας, ὡς ἓν πυκτίον τὸ πᾶν τῆς βίβλου κατειργάσατο, θάτερον μέρος θατέρου διασπασθῆναι ὑπὸ τοῦ σφοδροῦ συνδέσμου μὴ συγχωρούμενον.

Οὕτως ταῖς δυσὶ τεχνασάμενος βίβλοις, τῇ χρησάσῃ πάλιν ἀνταπέδωκεν· ἣ, οἷα γυνὴ, καὶ τῶν σοφῶν ἄπειρος νοημάτων, τὴν πρόσοψιν τούτων σώαν θεασαμένη, περὶ τοῦ βάθους οὐκ ἠκριβολόγησεν. Ἡμερῶν δὲ οὐ πάνυ συχνῶν διελθουσῶν, τισὶ τῶν ὀρθοδόξων ὑποτίθησιν ὁ θεῖος πρεσβύτης, τὸν ἀσεβῆ καλέσαι Ἀπολινάριον διαλεξόμενον. Ὁ δὲ τὴν πρόσκλησιν δεξάμενος, καὶ ταῖς ἀθέοις αὐτοῦ βίβλοις θαῤῥῶν, εἰς τὴν κυρίαν ἀπήντησε, καὶ διαλέγεσθαι μὲν αὐτὸς ὡς γήρᾳ τρυχωθεὶς, ἀπηνήνατο· τὰς οἰκείας βίβλους προκομισθῆναι, καὶ δι᾽ αὐτῶν ἀποκρίνασθαι καὶ ἀντιλέγειν ἠξίου. Ὡς οὖν οἱ τούτου συμμύσται τὰς βίβλους ἐκόμισαν, μεγάλως ἐπ᾽ αὐταῖς βρενθυόμενοι· λαβὼν ἐκεῖνος ὁ πεπαλαιωμένος κακῶν ἡμερῶν τῆς ἀδικίας κριτὴς, τὴν μίαν βίβλων ἀναπτύξαι ἐπεχείρει. Ὡς δὲ οὐκ ἐνεδίδου τῇ κόλλῃ πιεσθεῖσα, περὶ τὸ μέσον ταύτης τὴν ὁρμὴν ἐποιεῖτο· ἡ δὲ ὁμοίως ἦν ἀνεπτυγμένη. Ὡς γοῦν τῆς πρώτης ἠστόχησεν, ἐπὶ τὴν δευτέραν λοιπὸν ἐχώρησε, καὶ δὴ καὶ αὐτὴν ὅλην ἀδιαίρετον καὶ πάντως ἀνύπεικτον κατιδὼν, τῇ μὲν αἰσχύνῃ τὸ πρόσωπον ἠλλοιώθη· τῇ ἀπορίᾳ δὲ, τὴν ψυχὴν ἐξεπλάγη, καὶ τοῦ συνεδρίου χωρισθεὶς ὁ παραπλὴξ ἀθυμίᾳ καὶ νόσῳ, καὶ τέλος θανάτῳ προσήγγισε, τὴν ὕβριν οὐκ ἐνεγκών.

Τοιοῦτος ἦν καὶ πρὸς τὸν τῆς εὐσεβείας ζῆλον ὁ μέγας πατὴρ ἡμῶν καὶ διδάσκαλος Ἐφραΐμ· ἐν ἄλλοις μὲν τὸ πρᾶον καὶ ἐπιεικὲς ἐνδεικνύμενος, ὅτε μὴ χρεία πολέμου· ἐν ἄλλοις δὲ τὸ στύφον καὶ αὐστηρὸν, ὅτε μάλιστα περὶ τὴν πίστιν ὁ κίνδυνος, πάντα σοφῶς μετερχόμενος, καὶ ὡς ὁ καιρὸς ἐδεῖτο.

Καὶ γὰρ καὶ τοῦτο τῶν πολλῶν αὐτοῦ νηστειῶν καὶ δακρύων, καὶ ἀκαταπαύστων οὐκ ἔλαττον προσευχῶν· ὁ κατὰ Θεὸν λέγω ζῆλος, μᾶλλον δὲ, καὶ ὑπὲρ ἐκεῖνα· ὅσον αὐτὰ μὲν εἰς μόνον τὸν δράσαντα περιορίζει τὴν ὄνησιν· ἐκεῖνο δὲ πρὸς κοινὴν διαβαίνει ὠφέλειαν. Ἐπειδὴ τὸν καλὸν θηρευτὴν ὁ ἀληθὴς λόγος πρὸς τὰ μάχιμα δοκιμάζει θηρία, καὶ τὸν ἀγαθὸν κυβερνήτην πρὸς ἀντιπνέοντας τῷ πλοίῳ ἀνέμους, καὶ τὸν σοφὸν ἰατρὸν πρὸς τὰ δυσίατα πάθη, καὶ τὸν γενναῖον στρατιώτην πρὸς ἀντικειμένην βαρεῖαν παράταξιν, καὶ τὸν σπουδαῖον καὶ ζηλωτὴν εὐσεβείας, ἐν ἀκμῇ κινδύνων καὶ δυσκολίας, ὅπως ἑαυτόν τε καὶ τοὺς ἄλλους ἐκσπάσῃ ἐκ τῆς ἐπιβουλῆς. Οὐκ ἔστιν οὖν εἶδος εὑρεῖν ἀρετῶν παρά τισι πάλαι φιλοπονηθὲν, τὸ μὴ καὶ ἐν τούτῳ κατορθωθέν. Εἰκάσαι δὲ τὴν αὐτοῦ ψυχὴν ἔστι πηγὴν παντοίοις βρύουσαν νάμασιν, ὠφελείᾳ καὶ γλυκύτητι καὶ τέρψει καθωραϊσμένοις· ἢ λειμῶνα κυπρίζοντα ποικίλοις ἀρωματίζουσαν ἄνθεσιν· ἢ οὐρανὸν ἐπίγειον διαφόροις λαμπτῆρσι πεποικιλμένον, ἢ παράδεισον· οἷον ἀκούεις τὸν τῆς Ἐδὲμ ἀπείροις ἐγκάρποις ἀγλαϊζόμενον δένδροις· πλὴν μὴ βατὸν ὄφει πονηροτάτῳ, καὶ τῆς ἐξορίας προξένῳ· ἢ εἰ ἄλλο τι τῶν καλῶν καὶ τερπνῶν πολλοῖς καὶ διαφόροις ἀγαθοῖς ἡ φύσις τετίμηκε· τοιαύτην εἶναι λογίζου τὴν τοῦ μεγάλου Ἐφραῒμ μακαρίαν ψυχὴν, πολλαῖς ἀρετῶν ἰδέαις πάντοθεν κυκλουμένην.