Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν ὅσιον Ἐφραίμ

Γρηγόριος ὁ Νύσσης

Σύγκριση με τους δικαίους της Παλαιάς και Καινής Διαθήκης

Παραλληλισμός του βίου και των αρετών του οσίου Εφραίμ με τους προπάτορες, τον Μωυσή, τους προφήτες και τους αποστόλους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 6

Μελέτην γὰρ ὁ θαυμάσιος διὰ βίου παντὸς θέμενος, τὴν ὁλικὴν κτήσασθαι ἀρετὴν, τὰ πάντα ἐσπούδασε μόνος περιλαβεῖν προτερήματα. Τοῦ γὰρ ἐν δικαίοις πρώτου Ἄβελ τὴν θεόλεκτον ὡς ἱερεὺς ἐκμιμησάμενος προσφορὰν, οὐκ ἐκ ποιμνίων θύματα, οὐδὲ στέαρ Κυρίῳ προσήνεγκεν, ἀλλὰ θυσίαν ἀναίμακτον, τὴν λογικὴν λατρείαν, βίου καθαρότητι ὁλοκαυτουμένην, τοσοῦτον ἐκείνῳ ἁμιλληθεὶς, ὅσον μὴ ὑπὸ τοῦ πονηροῦ φονέως ἀναιρεθῆναι, ἀλλὰ διαδράντα τὰς παγίδας τοῦ μισανθρώπου δαίμονος ἐκφυγεῖν, καὶ πρὸς ἀτελεύτητον, ὡς ἐκεῖνος, μεταστῆναι ζωὴν, τῆς ἐπιβουλῆς φανέντα ἀνώτερον. Τοῦ δὲ Ἐνὼχ τὴν ἐλπίδα ζηλώσας, οὐκ ἐπικέκληται μόνον τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, ἀλλὰ καὶ τοῖς ἄλλοις συνεπικαλεῖσθαι ἐδίδαξεν. Ἐνὼχ, οὐ τὴν ξένην ἐκ γῆς πρὸς τὸν παράδεισον μετάθεσιν ἐπετήδευσεν, ἀλλὰ τὴν ἐξ ὑλικῆς προσπαθείας ἐπὶ τὸ πνεῦμα μετάβασιν.

Νῶε, οὐ τὴν ἐν ξυλίνῃ λάρνακι μικρὰν τοῦ γένους διάσωσιν, ἀλλὰ τοῦ τὴν ἑαυτοῦ ψυχὴν πανταχόθεν ἀσφαλίσασθαι, ὥστε παρελθεῖν ἀβλαβῶς τὸ τοῦ βίου κλυδώνιον, καὶ τὰ τῆς ἀρετῆς μὴ ζημιωθῆναι ἀγώγιμα. Τοῦ Ἀβραὰμ ἐν πολλοῖς μὲν καὶ ἄλλοις γέγονε μιμητὴς, τῇ πίστει καὶ πραότητι, καὶ τῇ εἰς Θεὸν ἀγάπῃ, μάλιστα δὲ τῇ τοῦ κόσμου φυγῇ, ὡς τῆς οἰκείας γῆς καὶ τῆς συγγενείας ἐκεῖνος ἠμείβετο φίλον, καὶ τὴν τοῦ Μονογενοῦς θυσίαν εἰς τὴν τοῦ σώματος ἐκείνου προαιρετικὴν διὰ Θεὸν ἐκλαβέσθαι προσφορὰν, νεκρώσαντι τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Τοῦ Ἰσαὰκ, ἐν τῷ ἑκουσίῳ καὶ ἀταράχῳ θανάτῳ, πλὴν οὐχ ὑπὸ πατρὸς ἐκεῖνος. Οὗτος γὰρ ἱερουργῶν ἑαυτὸν ἑκάστοθι ἀποστολικῶς, σώματι μὲν ὡλοκαρποῦτο, ὅσον εἰς πρόθεσιν, πνεύματι δὲ ἔζη, καὶ ζῇ τῷ Θεῷ διὰ τὴν ὡς ἐν κριῷ τοῦ σώματος ἁγνὴν προσφοράν.

Τὸν Ἰακὼβ, ἐν τῷ πτερνίσαι τὸν βέβηλον Ἡσαῦ, ἤτοι τὸν τῶν αἱρέσεων γεννήτορα, καὶ λαβεῖν τὰ πρωτότοκα, τὰ ὀρθὰ τῆς Ἐκκλησίας δόγματα, καὶ ἐν τῷ κατιδεῖν οὐ κλίμακα μὲν ἀπὸ γῆς εἰς οὐρανὸν ἐστηριγμένην, στύλον δὲ πυρὸς οὐρανομήκη, γλαφυρώτερόν πως μυστηρίου βάθος ἐμφαίνοντα. Ἔτι γε μὴν καὶ ἐν τῷ τοῖς μαθηταῖς ὡς τοῖς υἱέσιν ἐκεῖνος ἐν τῷ μέλλοντι ἀπαίρειν τοῦ σώματος, διανεῖμαι τὰς εὐλογίας· αἷς τις φιλοπόνως ἐγκύψας, αὐτοῦ ἐκείνου τοῦ μεγάλου Ἰακὼβ ταύτας εἶναι οἰηθήσεται. Τοῦ Ἰωσὴφ, μάλιστα μὲν ἐν τῇ τοῦ σώματος ἁγνείᾳ καὶ καθαρότητι· πολὺ δὲ πλέον ἐν τῇ τοῦ λόγου μεταδόσει, ὡς ἐκεῖνος τοῦ σίτου.

Τοῦ Μωσέως ἢ ἐν πᾶσιν ἢ ἐν πλείστοις παρόμοιος· ἔφυγε γὰρ καὶ οὗτος τὸν γοητὸν Φαραὼ, καὶ ἐν ἐρήμῳ ηὐλίσθη, καὶ Θεὸν εἶδεν, ὅσον ἐφικτὸν θεωρίᾳ, καὶ θαύματα εἰργάσατο, καὶ λαοῦ καθηγήσατο χρηματίσας διδάσκαλος· καὶ τοὺς Αἰγυπτίους κατεσοφίσατο, τὸν πλοῦτον ἐκείνων ἁρπάσας, τὰς τῶν αἱρετικῶν βίβλους αἰχμαλωτίσας καὶ θριαμβεύσας, καὶ τὴν θάλασσαν διέῤῥηξε, τὴν ἁλμυρὰν καὶ ἄποτον ἀπιστίαν, καὶ τὸν λαὸν διεβίβασε, τὸ ὀρθόδοξον σύστημα. Καὶ τοὺς Φαραωνίτας ἐπόντισε, τὰ τῶν αἱρετικῶν ἄθεα γεννήματα. Καὶ τὸν Ἀμαλὴκ ἐτροπώσατο (εἴ τινα τῶν αἱρετικῶν τούτῳ βούλει καλέσαι τῷ ὀνόματι)· τὸν νόμον ἐκ Θεοῦ τῆς ὀρθοδοξίας ἔλαβε, καὶ ἡμῖν πᾶσι μετέδωκε. Τῆς σκηνῆς ἐν τῷ ὄρει τὸν τύπον ἐθεάσατο, οὐ τῆς ἐπὶ Μωσέως, ἀλλὰ τῆς μελλούσης φρικτῆς κρίσεώς τε καὶ καταστάσεως. Τοὺς ἱερέας ἐτελείωσε, τὰ περὶ ἱερωσύνης νομοθετῶν. Ὕδωρ ἐκ πέτρας ἐπήγασε, τὰς λιθώδεις καρδίας στάζειν δάκρυα παρασκευάσας. Ἄρτον ἐψώμισεν ὡς ἐκεῖνος οὐράνιον, τοὺς τῆς ἀγάπης λόγους πᾶσι προθεὶς, δι᾽ οὗ μάλιστα στηρίζεται πᾶσα ψυχὴ, καὶ τῷ θείῳ καὶ μυστικῷ προσέρχεται ἄρτῳ θαῤῥοῦσα, τῷ ἐκ τῶν κόλπων τοῦ Πατρὸς εἰς σωτηρίαν ἡμῶν παραγενομένῳ.

Ὀρτυγομήτραν ἔδωκεν, κάτωθεν ἡμῖν τοῖς πιστοῖς τῇ περὶ Θεοῦ μνήμῃ οὐρανοπορεῖν ἐκδιδάσκων, καὶ τὰ ἐκεῖ φαντάζεσθαι κάλλη. Καὶ ἁπλῶς οἷς ἂν βούλῃ θεωρίας λόγοις τὰ τοῦ Πατρὸς τοῖς παλαιοῖς ἐξισοῦν σεμνολογήματα, οὐδ᾽ ὅλως εὑρήσεις καθυστεροῦντα.

Ἐπεὶ καὶ Ἰησοῦς ὁ Ναυΐτης Ἰορδάνην ἔσχισε, τὰς ἀποκεκλεισμένας εἰς μετάδοσιν τῶν πλουσίων χεῖρας, πρὸς εὐποιίαν διάρας, καὶ τῷ λαῷ τὴν γῆν, οὐ τῆς κάτω ἐπαγγελίας, ἀλλὰ τῆς οὐρανίου βασιλείας ἐκληροδότησεν. Ὡς Σαμουὴλ ἐκ βρέφους ἀνετέθη τῷ Θεῷ, καὶ φωνῆς θείας ἤκουσεν. Ὡς ὁ μέγας Ἠλίας, τοὺς τῆς αἰσχύνης παρεδειγμάτισεν ἱερεῖς, καὶ πῦρ νοητὸν ἐπὶ τῇ λογικῇ θυσίᾳ, οὐ μίαν, ἀλλὰ πολλάκις κατήγαγε· καὶ πυρίνῳ τῶν ἀρετῶν ἅρματι, οὐκ αἰθέριος, ἀλλ᾽ οὐράνιος ἁρματηλάτης ἀνήχθη.

Ὡς Ἐλισσαῖος, διπλῆν τοῦ Πνεύματος τὴν χάριν πεπλούτηκε· καὶ ὡς οἱ προφῆται θεοφανείας πολλάκις ἠξίωται. Τολμᾷ τοῦτον ὁ λόγος καὶ πρὸς τὸν ἐν γεννητοῖς γυναικῶν ἀνώτερον παραθεῖναι, τὸν μεσίτην τοῦ νόμου καὶ τῆς χάριτος. Ὡς πρόδρομος ἐν ἐρήμῳ ηὐλίσθη· καὶ ῥῆμα Θεοῦ γέγονε καὶ πρὸς τοῦτον, καὶ μετανοίας κήρυξ ἐχρημάτισε, καὶ τὰς ἁμαρτίας ἐξομολογεῖσθαι τοὺς προσερχομένους ἐδίδαξεν.

Ὡς Παῦλος τὸ τῆς ἐκλογῆς σκεῦος, παντοίους ὑπέμεινε πειρασμοὺς, καὶ τὰ τῆς μετανοίας καταβαλεῖν σπέρματα, ὡς ἐκεῖνος τῆς πίστεως, οὐ κατενάρκησε. Καὶ τί δεῖ τοῖς κατὰ μέρος τοῦτον παραβάλλειν, ἔτι τῶν τούτου κατορθωμάτων πᾶσαν πληρούντων τὴν οἰκουμένην; Φαινομένων δὲ τῶν ἔργων, περιττόν ἐστι μακρολογία· τό τε τοῦ λόγου μῆκος εἰς ἀδοξίαν τῶν ἀρετῶν περιτρέπεται, ὡς οὐχ ἱκανῶν οὐσῶν ἑαυτὰς ἀρκούντως δι᾽ ἔργων μηνύσαι, ἀλλὰ τῆς ἐκ τῶν λόγων ἐπικουρίας δεομένων. Καλὸν δὲ οἷόν τι τερπνότατον ἥδυσμα, προσθεῖναι τῷ λόγῳ καὶ τὸ περὶ τὴν ἐκείνου τελευτὴν ᾀδόμενον τερατούργημα.