Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως
Πνευματική θεωρία: Το μυστήριο της Βάτου και η έλλαμψη της αλήθειας
Η έλλαμψη του θείου φωτός ως υπέρβαση του γήινου φρονήματος, η κατανόηση του όντως Όντος και οι προτυπώσεις της Ενσαρκώσεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πνευματική θεωρία: Το μυστήριο της Βάτου και η έλλαμψη της αλήθειας
Η έλλαμψη του θείου φωτός ως υπέρβαση του γήινου φρονήματος, η κατανόηση του όντως Όντος και οι προτυπώσεις της Ενσαρκώσεως.
Οὕτως ἐφ᾽ ἑαυτῶν ἰδιάσομεν, οὐκέτι μαχομένοις τισὶ συμπλεκόμενοί τε καὶ μεσιτεύοντες, ἀλλ᾽ ἐν ὁμοφρονοῦσί τε καὶ ὁμογνωμοῦσι τοῖς παρ᾽ ἡμῶν βουκολουμένοις συζήσομεν, πάντων τῶν ἐν ἡμῖν τῆς ψυχῆς κινημάτων, προβάτων δίκην, τῷ βουλήματι τοῦ ἐπιστατοῦντος λόγου ποιμαινομένων.
Καὶ οὕτω προσεδρεύουσιν ἡμῖν τῇ εἰρηνικῇ ταύτῃ καὶ ἀπολέμῳ διαγωγῇ ἐπιλάμψει τότε ἡ ἀλήθεια, ταῖς ἰδίαις μαρμαρυγαῖς τὰς τῆς ψυχῆς ὄψεις περιαυγάζουσα. Θεὸς δέ ἐστιν ἡ ἀλήθεια ἡ ἐμφανισθεῖσα τότε διὰ τῆς ἀρρήτου ἐκείνης φωταγωγίας τῷ Μωϋσεῖ.
Εἰ δὲ καὶ θάμνου τινὸς ἀκανθώδους τὸ φέγγος ἐξάπτεται, ᾧ ἡ ψυχὴ τοῦ προφήτου καταφωτίζεται, οὐδὲ τοῦτο ἀσυντελὲς ἡμῖν ἔσται πρὸς τὸ ζητούμενον. Εἰ γὰρ Θεὸς μὲν ἡ ἀλήθεια, ἡ δὲ ἀλήθεια φῶς ἐστι, ταῦτα δὲ τὰ ὑψηλά τε καὶ θεῖα τῶν ὀνομάτων ἡ τοῦ Εὐαγγελίου φωνὴ προσμαρτυρεῖ τῷ διὰ σαρκὸς ἡμῖν ὀφθέντι Θεῷ, ἀκολούθως ἡ τοιαύτη τῆς ἀρετῆς ἀγωγὴ προσάγει ἡμᾶς τῇ γνώσει τοῦ φωτὸς ἐκείνου ὃ μέχρι τῆς ἀνθρωπίνης κάτεισι φύσεως, οὐκ ἀπό τινος τῶν περὶ τὰ ἄστρα φωστήρων λαμπόμενον, ὡς ἂν μὴ τῆς ὑποκειμένης ὕλης ἡ αὐγὴ νομισθείη, ἀλλ᾽ ἀπὸ γηΐνης θάμνου τοὺς κατ᾽ οὐρανὸν φωστῆρας ταῖς ἀκτῖσιν ὑπερβαλλόμενον, δι᾽ οὗ διδασκόμεθα καὶ τὸ κατὰ τὴν Παρθένον μυστήριον ἀφ᾽ ἧς τὸ τῆς θεότητος φῶς ἐπιλάμψαν τῷ ἀνθρωπίνῳ βίῳ διὰ γεννήσεως ἀδιάφθορον ἐφύλαξε τὴν ἐξάψασαν θάμνον, τοῦ βλαστοῦ τῆς παρθενίας μὴ καταμαρανθέντος τῷ τόκῳ.
Παρ᾽ ἐκείνου τοῦ φωτὸς διδασκόμεθα τί ποιήσαντες ἐντὸς τῶν ἀκτίνων τοῦ ἀληθινοῦ φωτὸς στησόμεθα ὅτι οὐκ ἔστι δεδεμένοις ποσὶν ἀναδραμεῖν πρὸς τὸ ὕψος ἐκεῖνο, ἐν ᾧ τὸ φῶς τῆς ἀληθείας ὁρᾶται, εἰ μὴ περιλυθείη τῶν τῆς ψυχῆς βάσεων ἡ νεκρά τε καὶ γηΐνη τῶν δερμάτων περιβολή, ἡ περιτεθεῖσα κατ᾽ ἀρχὰς τῇ φύσει, ὅτε διὰ τῆς παρακοῆς τοῦ θείου θελήματος ἐγυμνώθημεν. Καὶ οὕτως ἐπακολουθήσει τούτων ἡμῖν γενομένων ἡ τῆς ἀληθείας γνῶσις, αὐτὴ ἑαυτὴν φανεροῦσα· ἡ γὰρ τοῦ ὄντος ἐπίγνωσις τῆς περὶ τὸ μὴ ὂν ὑπολήψεως καθάρσιον γίνεται.
Τοῦτο δέ ἐστι κατά γε τὸν ἐμὸν λόγον ὁρισμὸς ἀληθείας τὸ μὴ διαψευσθῆναι τῆς τοῦ ὄντος κατανοήσεως. Ψεῦδος γάρ ἐστι φαντασία τις περὶ τὸ μὴ ὂν ἐγγινομένη τῇ διανοίᾳ, ὡς ὑφεστῶτος τοῦ μὴ ὑπάρχοντος, ἀλήθεια δὲ ἡ τοῦ ὄντως ὄντος ἀσφαλὴς κατανόησις.
Καὶ οὕτω πολλῷ τις τῷ μεταξὺ χρόνῳ ταῖς ὑψηλαῖς δι᾽ ἡσυχίας ἐμφιλοσοφήσας μελέταις μόλις κατανοήσει τί μέν ἐστιν ὡς ἀληθῶς τὸ ὄν, ὃ τῇ ἑαυτοῦ φύσει τὸ εἶναι ἔχει, τί δὲ τὸ μὴ ὄν, ὃ ἐν τῷ δοκεῖν μόνον ἐστὶν εἶναι, ἀνυπόστατον ἔχον ἐφ᾽ ἑαυτοῦ τὴν φύσιν.
Ὅ μοι δοκεῖ τότε ὁ μέγας Μωϋσῆς ἐν τῇ θεοφανείᾳ παιδευθεὶς γνῶναι ὅτι οὐδὲν τῶν ἄλλων ὅσα τε τῇ αἰσθήσει καταλαμβάνεται καὶ ὅσα κατὰ τὴν διάνοιαν θεωρεῖται τῷ ὄντι ὑφέστηκε, πλὴν τῆς ὑπερανεστώσης οὐσίας καὶ αἰτίας τοῦ παντὸς ἀφ᾽ ἧς ἐξῆπται τὸ πᾶν.
Εἰ γάρ τι καὶ ἄλλο ἐν τοῖς οὖσιν ἡ διάνοια βλέπει, ἄλλῳ οὐδενὶ τῶν ὄντων τὸ ἀπροσδεὲς τοῦ ἑτέρου ἐνθεωρεῖ ὁ λόγος ᾧ δυνατόν ἐστι δίχα τῆς μετουσίας τοῦ ὄντος εἶναι. Τὸ δὲ ὡσαύτως ἔχον ἀεί, τὸ ἀναυξές, τὸ ἀμείωτον, τὸ πρὸς πᾶσαν μεταβολὴν τήν τε πρὸς τὸ κρεῖττον καὶ τὴν πρὸς τὸ χεῖρον ἐπίσης ἀκίνητον (τοῦ μὲν γὰρ χείρονος ἠλλοτρίωται, τὸ δὲ κρεῖττον οὐκ ἔχει), τὸ δὲ παντὸς ἀνενδεὲς ἑτέρου, τὸ μόνον ὀρεκτόν, καὶ παρὰ παντὸς μετεχόμενον καὶ ἐν τῇ μετουσίᾳ τῶν μετεχόντων οὐκ ἐλαττούμενον, τοῦτό ἐστιν ἀληθῶς τὸ ὄντως ὂν καὶ ἡ τούτου κατανόησις ἡ τῆς ἀληθείας γνῶσίς ἐστιν.
Ἐν τούτῳ τοίνυν γενόμενος τότε μὲν ἐκεῖνος, νυνὶ δὲ πᾶς ὁ κατ᾽ ἐκεῖνον τῆς γηΐνης ἑαυτὸν ἐκλύων περιβολῆς καὶ τὸ ἐκ τῆς βάτου φῶς βλέπων, τουτέστι πρὸς τὴν διὰ σαρκὸς τῆς ἀκανθώδους ταύτης ἐπιλάμψασαν ἡμῖν ἀκτῖνα, ἥτις ἐστί, καθὼς τὸ Εὐαγγέλιόν φησι, τὸ φῶς τὸ ἀληθινὸν καὶ ἡ ἀλήθεια, τότε τοιοῦτος γίνεται οἷος καὶ ἑτέροις εἰς σωτηρίαν ἀρκέσαι καὶ καθελεῖν μὲν τὴν ἐπικρατοῦσαν κακῶς τυραννίδα, ἐξελέσθαι δὲ πρὸς ἐλευθερίαν πᾶν τὸ τῇ πονηρᾷ δουλείᾳ κατακρατούμενον, τῆς ἀλλοιωθείσης δεξιᾶς καὶ τῆς εἰς ὄφιν μεταβληθείσης βακτηρίας τῶν θαυμάτων καθηγουμένης, ᾧ μοι δοκεῖ δι᾽ αἰνίγματος τὸ διὰ σαρκὸς παραδηλοῦσθαι τοῦ Κυρίου μυστήριον τῆς φανείσης τοῖς ἀνθρώποις θεότητος, δι᾽ ἧς γίνεται ἥ τε τοῦ τυράννου καθαίρεσις καὶ ἡ τῶν ὑπ᾽ αὐτοῦ κρατουμένων ἐλευθερία.
Τὰ δέ με πρὸς τὴν διάνοιαν ἀνάγοντα ταύτην ἐστὶ προφητική τε καὶ εὐαγγελικὴ μαρτυρία. Ὁ μὲν γὰρ Προφήτης φησίν· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου, ὡς μὲν τῆς θείας φύσεως ἐν τῷ ἀναλλοιώτῳ θεωρουμένης, τῇ δὲ πρὸς τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης φύσεως συγκαταβάσει πρὸς τὸ ἡμέτερον σχῆμά τε καὶ εἶδος ἀλλοιωθείσης.
Καὶ γὰρ ἐκεῖ τοῦ νομοθέτου ἡ χεὶρ προβληθεῖσα τοῦ κόλπου πρὸς τὸ παρὰ φύσιν ἠλλοιώθη χρῶμα· καὶ πάλιν ἐν κόλποις γενομένη πρὸς τὴν ἰδίαν αὐτῆς καὶ κατὰ φύσιν ἐπανῆλθε χάριν. Καὶ ὁ μονογενὴς Θεός, ὁ ὢν ἐν κόλποις τοῦ Πατρός, οὗτός ἐστιν ἡ δεξιὰ τοῦ Ὑψίστου, ὅτε δὲ ἡμῖν ἐκ τῶν κόλπων ἐφάνη, καθ᾽ ἡμᾶς ἠλλοιώθη· ἐπεὶ δὲ τὰς ἡμετέρας ἀσθενείας ἐκμάξας πάλιν ἐπανήγαγε τὴν ἐν ἡμῖν γενομένην χεῖρα καὶ καθ᾽ ἡμᾶς χρωσθεῖσαν ἐπὶ τὸν ἴδιον κόλπον (κόλπος δὲ τῆς δεξιᾶς ὁ Πατήρ), τότε οὐ τὸ ἀπαθὲς τῆς φύσεως εἰς πάθος ἠλλοίωσεν, ἀλλὰ τὸ τρεπτόν τε καὶ ἐμπαθὲς διὰ τῆς πρὸς τὸ ἄτρεπτον κοινωνίας εἰς ἀπάθειαν μετεστοιχείωσεν.
Ἡ δὲ εἰς ὄφιν μεταβολὴ τῆς βακτηρίας μὴ ταρασσέσθω τοὺς φιλοχρίστους ὡς ἀπεμφαίνοντι ζῴῳ προσαρμοζόντων ἡμῶν τὸν τοῦ μυστηρίου λόγον. Αὑτὴ γὰρ ἡ ἀλήθεια διὰ τῆς τοῦ Εὐαγγελίου φωνῆς οὐ παραιτεῖται τὴν τοιαύτην εἰκόνα δι᾽ ὧν φησιν· ὥσπερ γὰρ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.
Καὶ σαφὴς ὁ λόγος. Εἰ γὰρ ὁ τῆς ἁμαρτίας πατὴρ ὄφις ὠνομάσθη ὑπὸ τῆς ἁγίας Γραφῆς καὶ τὸ ἐκ τοῦ ὄφεως γεννηθὲν πάντως ὄφις ἐστίν, οὐκοῦν ἀκολούθως ἡ ἁμαρτία τοῦ γεγεννηκότος αὐτήν ἐστι συνώνυμος. Ἀλλὰ μὴν ἁμαρτίαν δι᾽ ἡμᾶς γενέσθαι τὸν Κύριον ὁ ἀποστολικὸς διαμαρτύρεται λόγος τὸν τὴν ἀμαρτητικὴν ἡμῶν φύσιν περιβαλλόμενον.
Κατὰ λόγον· ἄρα τῷ Κυρίῳ προσαρμόζει τὸ αἴνιγμα. Εἰ γὰρ ὄφις μὲν ἡ ἁμαρτία, ὁ δὲ Κύριος ἁμαρτία ἐγένετο, φανερὸν ἂν εἴη πᾶσι τὸ διὰ τῆς ἀκολουθίας ἀναφαινόμενον· ὁ γὰρ ἁμαρτία γενόμενος ὄφις ἐγένετο, ὃς οὐδὲν ἄλλο ἢ ἁμαρτία ἐστίν. Ἀλλὰ δι᾽ ἡμᾶς γίνεται ὄφις, ἐφ᾽ ᾧ τε τοὺς Αἰγυπτίους ὄφεις τοὺς παρὰ τῶν γοήτων ζωογονουμένους διαφαγεῖν τε καὶ δαπανῆσαι, οὗ γενομένου πάλιν εἰς τὴν βακτηρίαν μεθίσταται, δι᾽ ἧς σωφρονίζονται μὲν οἱ ἁμαρτάνοντες, ἀναπαύονται δὲ οἱ τὴν ἀνωφερῆ καὶ δυσπόρευτον τῆς ἀρετῆς πορείαν ἀνιόντες, διὰ τῶν ἀγαθῶν ἐλπίδων τῇ βακτηρίᾳ τῆς πίστεως ἐπερειδόμενοι· ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.