Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η διάβαση της θάλασσας και τα πνευματικά ύδατα

Η νέκρωση των παθών μέσω του μυστηρίου του Βαπτίσματος, το ξύλο του Σταυρού ως ίαση της πικρίας και η ζωοποιός χάρις της πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 10 από 18

Ἀλλ᾽ ἐπανιτέον ὅθεν ἐξέβημεν, ὅτι τοῖς πρὸς ἀρετὴν ἤδη βλέπουσι καὶ τῷ νομοθέτῃ κατὰ τὴν ζωὴν ἑπομένοις, ὅταν καταλίπωσι τῆς τῶν Αἰγυπτίων δυναστείας τοὺς ὅρους, ἐπακολουθοῦσί πως αἱ τῶν πειρασμῶν προσβολαί, στενοχωρίας τε καὶ φόβους καὶ τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἐπάγουσαι. Δι᾽ ὧν καταπτοηθεῖσα τῶν κατὰ τὴν πίστιν νεοπαγῶν ἡ διάνοια, εἰς παντελῆ τῶν ἀγαθῶν ἀνελπιστίαν ἐκπίπτει. Ἀλλ᾽ εἰ Μωϋσῆς ἤ τις τῶν κατ᾽ αὐτὸν ἐπιστατῶν τοῦ λαοῦ τύχοι, ἀντιστήσει τῷ φόβῳ τὴν συμβουλήν, τῇ τῆς θείας συμμαχίας ἐλπίδι τὸ κατεπτηχὸς τῆς διανοίας παραθαρσύνων.

Ὅπερ οὐκ ἂν γένοιτο, μὴ τῆς καρδίας τοῦ προεστηκότος τῷ Θεῷ λαλούσης. Τοῖς γὰρ πολλοῖς τῶν ἐν προστασίᾳ τοιαύτῃ προτεταγμένων τὸ φαινόμενον μόνον ὅπως ἂν εὖ διατεθείη σπουδάζεται· τῶν δὲ κεκρυμμένων, ἃ μόνῳ τῷ Θεῷ καθορᾶται, ὀλίγος γίνεται λόγος. Ἐπὶ δὲ τοῦ Μωϋσέως οὐχ οὕτως ἦν· ἀλλ᾽ ἐν ᾧ θαρσεῖν τοῖς Ἰσραηλίταις διακελεύεται, μηδεμίαν κατὰ τὸ φαινόμενον φωνὴν πρὸς τὸν Θεὸν ποιησάμενος, βοᾶν παρ᾽ αὐτοῦ τοῦ Θεοῦ μαρτυρεῖται, διδάσκοντος, οἶμαι, τοῦ λόγου ὅτι εὔηχός τέ ἐστιν ἐκείνη ἡ φωνὴ καὶ μέχρι τῆς θείας ἀναβαίνουσα ἀκοῆς οὐχ ἡ μετά τινος διατάσεως γινομένη κραυγή, ἀλλ᾽ ἡ ἀπὸ καθαρᾶς συνειδήσεως ἀναπεμπομένη ἐνθύμησις.

Τῷ δὲ οὕτως ἔχοντι μικρὸς ἤδη πρὸς συμμαχίαν τῶν μειζόνων ἀγώνων ὁ ἀδελφὸς καταφαίνεται, ἐκεῖνος ὁ ἀδελφὸς ὁ κατιόντι πρὸς Αἰγυπτίους κατὰ θεῖον βούλημα τῷ Μωϋσεῖ συναντήσας, ὃν εἰς ἀγγέλου τάξιν ὁ λόγος ἐνόησεν. Ἀλλὰ τότε γίνεται τῆς ὑπερκειμένης φύσεως ἐμφάνεια, οὕτως ἐμφαινομένης, καθὼς ἂν χωρῇ τὸ δεχόμενον, ὃ δὴ καὶ τότε γεγενῆσθαι παρὰ τῆς ἱστορίας ἀκούομεν, καὶ εἰσαεὶ γίνεσθαι παρὰ τῆς τοῦ λόγου θεωρίας μανθάνομεν.

Ὅταν γὰρ φεύγῃ τις τὸν Αἰγύπτιον καὶ ἔξω τῶν ὅρων γενόμενος πρὸς τὰς προσβολὰς τῶν πειρασμῶν δειλιάσῃ, ἄνωθεν τὴν ἐκ παραδόξου σωτηρίαν ὁ ὁδηγὸς ὑποδείκνυσιν, ὅταν περιεστοιχισμένος ὁ ἐχθρὸς τῇ ἑαυτοῦ δυνάμει τὸν διωκόμενον βατὴν ὑπ᾽ ἀνάγκης αὐτῷ κατασκευάσῃ τὴν θάλασσαν, εἰς ἣν καθηγεῖται ὁ ὁδηγὸς ἡ νεφέλη· τοῦτο γὰρ ὄνομα τῷ ὁδηγοῦντι, ὅπερ καλῶς τοῖς πρὸ ἡμῶν εἰς τὴν τοῦ ἁγίου Πνεύματος μετελήφθη χάριν, παρ᾽ οὗ γίνεται τοῖς ἀξίοις ἡ πρὸς τὸ ἀγαθὸν ὁδηγία, ᾧ τις ἑπόμενος τὸ ὕδωρ διέξεισιν, ὁδοποιοῦντος αὐτῷ τὴν δι᾽ αὐτοῦ πορείαν τοῦ ἡγεμόνος, δι᾽ οὗ γίνεται τὸ ἀσφαλὲς τῇ ἐλευθερίᾳ, τοῦ ἐπὶ δουλείᾳ καταδιώκοντος ἐναφανιζομένου τῷ ὕδατι.

Τοῦτο δέ τις ἀκούων οὐκ ἂν ἀγνοήσειε τὸ κατὰ τὸ ὕδωρ μυστήριον, ἐν ᾧ τις μετὰ τῆς πανστρατιᾶς τοῦ ἐχθροῦ καταβὰς μόνος ἀναδύεται, τοῦ πολεμίου στρατοῦ καταπνιγομένου τῷ ὕδατι. Τίς γὰρ οὐκ οἶδεν ὅτι στρατὸς Αἰγύπτιός ἐστι τὰ ποικίλα τῆς ψυχῆς πάθη, οἷς καταδουλοῦται ὁ ἄνθρωπος; Ἐκεῖνοι οἱ ἵπποι, ἐκεῖνα τὰ ἅρματα καὶ οἱ ἐπ᾽ αὐτῶν ἀναβάται, τοξόται καὶ σφενδονῆται καὶ ὁπλομάχοι, καὶ ὁ λοιπὸς ὅμιλος τῆς τῶν ἐχθρῶν παρατάξεως.

Τί γὰρ ἄν τις διαφέρειν εἴποι τοὺς θυμώδεις τῶν λογισμῶν ἢ τὰς πρὸς ἡδονήν τε καὶ λύπην καὶ πλεονεξίαν ὁρμὰς τῆς μνημονευθείσης στρατιᾶς. Λίθος ἄντικρυς ἀπὸ σφενδόνης ἐστὶν ἡ λοιδορία καὶ λόγχη τὴν αἰχμὴν ἐπισείουσα ἡ θυμώδης ὁρμή· τὸ δὲ περὶ τὰς ἡδονὰς πάθος οἱ ἵπποι νοείσθωσαν, ἀσχέτῳ τινὶ ὁρμῇ τὸ ἅρμα δι᾽ ἑαυτῶν ἐφελκόμενοι, ἐν ᾧ οἱ τρεῖς ἐπιβάται, οὓς τριστάτας ὀνομάζει ἡ ἱστορία· νοήσεις δὲ τοὺς τρεῖς τούτους πάντως τοὺς φερομένους ὑπὸ τοῦ ἅρματος, προδιδαχθεὶς ἐν τῷ κατὰ τοὺς σταθμοὺς καὶ τὴν φλιὰν μυστηρίῳ τὴν τριμερῆ τῆς ψυχῆς διαίρεσιν, εἰς τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδὲς ἀναπέμπων τὸ νόημα.

Ταῦτα οὖν πάντα καὶ ὅσα τούτοις ὁμόφυλα τῷ καθηγουμένῳ τῆς πονηρᾶς ἐφόδου συνεισπίπτει τῷ Ἰσραηλίτῃ ἐπὶ τὸ ὕδωρ· ἐφ᾽ ὧν ἡ τοῦ ὕδατος φύσις, ἡγουμένης τῆς κατὰ τὴν βακτηρίαν πίστεως καὶ τῆς φωτιζούσης νεφέλης, ζωοποιὸς μὲν γίνεται τῶν εἰς αὐτὴν καταφευγόντων, ἀναιρετικὴ δὲ τῶν διωκόντων.

Πρὸς ἃ παιδεύει διὰ τούτων ἡ ἱστορία, οἵους προσήκει εἶναι τοὺς διϊόντας τὸ ὕδωρ, μηδὲν τῆς ἐναντίας στρατιᾶς μετὰ τὸ ἀναδῦναι τοῦ ὕδατος ἐφελκομένους. Εἰ γὰρ συνανέβη αὐτῷ ὁ πολέμιος, μένει καὶ μετὰ τὸ ὕδωρ ἐν τῇ δουλείᾳ, συνεκβαλὼν ἑαυτῷ ζῶντα τὸν τύραννον, ὃν ἐν τῷ βυθῷ οὐ κατέδυσε.

Τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς ἄν τις πρὸς τὸ γυμνότερον τὸ αἴνιγμα μεταβαλὼν σαφηνίσειε, τὸ δεῖν πάντας τοὺς διερχομένους τὸ μυστικὸν ὕδωρ ἐν τῷ βαπτίσματι πᾶσαν τὴν τῆς κακίας παρεμβολήν, οἷον τὴν πλεονεξίαν, τὴν ἀκόλαστον ἐπιθυμίαν, τὴν ἁρπακτικὴν διάνοιαν, τὸ κατὰ τὸν τῦφον καὶ τὴν ὑπερηφανίαν πάθος, τὴν θυμώδη ὁρμήν, τὴν ὀργήν, τὴν μῆνιν, τὴν βασκανίαν, τὸν φθόνον καὶ πάντα τὰ τοιαῦτα, ἐπειδή πως πέφυκεν ἕπεσθαι τῇ φύσει τὰ πάθη, νεκρὰ ποιεῖν ἐν τῷ ὕδατι, αὐτά τε τὰ πονηρὰ τῆς διανοίας κινήματα καὶ τὰ ἐκ τούτων ἀποτελέσματα, καθάπερ ἐν τῷ μυστηρίῳ τοῦ Πάσχα (τοῦτο γὰρ ὄνομα τῷ ἱερείῳ οὗ τὸ αἷμα κωλυτικὸν θανάτου τῷ χρησαμένῳ γίνεται)· ὥσπερ τοίνυν ἐκεῖ τὸν ἄρτον ἄζυμον κελεύει ἐπεσθίειν τῷ Πάσχα (ἄζυμος δ᾽ ἂν εἴη τῆς ἑωλοτέρας ἀνεπίμικτος ζύμης), νοεῖν δὲ δίδωσι διὰ τούτων ὁ νόμος τὸ μηδὲν τῆς κακίας λείψανον τῷ ἐφεξῆς καταμιγνύειν βίῳ, ἀλλ᾽ ἀπὸ ἰδίας ἀρχῆς τῆς μετὰ ταῦτα ζωῆς ἄρξασθαι, τὸν τὸ συνεχὲς τῆς τῶν κακῶν ἀκολουθίας τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ διακόψαντα, οὕτω καὶ ἐνταῦθα βούλεται πᾶν Αἰγύπτιον πρόσωπον, τουτέστι πᾶν ἁμαρτίας εἶδος, ὥσπερ τινὶ βυθῷ τῷ σωτηρίῳ βαπτίσματι καταπνίξαντας, μόνους ἀναδῦναι, μηδὲν κατὰ τὸν βίον ἐπισυρομένους ἀλλόφυλον· τοῦτο γάρ ἐστιν ὃ διὰ τῆς ἱστορίας ἀκούομεν, ἥ φησιν ἐν τῷ αὐτῷ ὕδατι θανάτῳ καὶ ζωῇ διακρίνεσθαι τὸ ἐχθρὸν καὶ τὸ φίλον, τοῦ μὲν ἐχθροῦ φθειρομένου, τοῦ δὲ φίλου ζωογονουμένου.

Ὡς οἵ γε πολλοὶ τῶν τὸ μυστικὸν βάπτισμα προσδεξαμένων, ἀγνοίᾳ τῶν τοῦ νόμου παραγγελμάτων, τὴν παρελθοῦσαν τῆς κακίας ζύμην τῇ ζωῇ τοῦ μετὰ ταῦτα βίου καταμιγνύουσι, καὶ τὸν στρατὸν τὸν Αἰγύπτιον καὶ μετὰ τὸ περάσαι τὸ ὕδωρ ζῶντα μεθ᾽ ἑαυτῶν διὰ τῶν ἐπιτηδευμάτων ἐπάγονται.

Ὁ γὰρ δι᾽ ἁρπαγῆς ἢ ἀδικίας πλουτήσας, ἤ τινα χῶρον ἐξ ἐπιορκίας κτησάμενος, ἢ διὰ μοιχείας γυναικὶ συνοικήσας, ἢ ἄλλο τι τῶν ἀπειρημένων πρὸ τῆς τοῦ βαπτίσματος δωρεᾶς παρὰ τὸν βιὸν τολμήσας, οἴεται τῇ ἀπολαύσει τῶν κακῶς αὐτῷ προσγενομένων καὶ μετὰ τὸ λουτρὸν παραμείνας ἠλευθερῶσθαι τῆς τῶν ἁμαρτημάτων δουλείας, ὥσπερ δὴ οὐχ ὁρῶν ἑαυτὸν τοῖς πονηροῖς ὑποκεκυφότα δεσπόταις.

Δεσπότης γάρ τίς ἐστιν ἄγριος καὶ λυσσώδης τὸ ἀκόλαστον πάθος τῷ ἀνδραποδώδει λογισμῷ, οἷόν τισι μάστιξι, ταῖς ἡδοναῖς αἰκιζόμενος. Ἄλλος τοιοῦτος δεσπότης ἡ πλεονεξία μηδεμίαν ἄνεσιν τῷ δουλεύοντι παρεχόμενος, ἀλλά, κἂν πολλὰ ἐργάσηται, τοῖς ἐπιτάγμασιν ὑπηρετῶν τοῦ δεσπότου, καὶ τὸ πρὸς ἐπιθυμίαν αὐτῷ κατακτώμενος, πρὸς τὸ πλεῖον ἀεὶ συνελαύνεται. Καὶ τὰ ἄλλα πάντα, ὅσα διὰ κακίας ἐνεργεῖται, τυράννων καὶ δεσποτῶν ἐστιν ἀπαρίθμησις, οἷς δουλεύων τις, κἂν διεξεληλυθὼς τύχῃ τὸ ὕδωρ, οὔπω κατά γε τὸν ἔμον λόγον τοῦ μυστικοῦ ὕδατος ἔθιγεν, οὗ ἔργον ἐστὶν ἡ τῶν πονηρῶν τυράννων ἀπώλεια.

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου πάλιν προέλθωμεν. Ὁ γὰρ διελθὼν τὸ νοηθὲν ἡμῖν πέλαγος καὶ ἰδὼν ἐν αὐτῷ νεκρὸν τὸν θεωρηθέντα τοῦτον Αἰγύπτιον, οὐκέτι πρὸς Μωϋσέα μόνον ὁρᾷ τὸν τῆς ἀρετῆς ῥαβδοῦχον, ἀλλὰ πιστεύει μὲν κατὰ τὸ προηγούμενον τῷ Θεῷ, καθὼς ὁ τῆς ἱστορίας λόγος φησί, πείθεται δὲ καὶ τῷ θεράποντι αὐτοῦ Μωϋσεῖ, ὃ καὶ νῦν βλέπομεν παρὰ τῶν ἀληθῶς τὸ ὕδωρ περαιουμένων γινόμενον, οἳ τῷ Θεῷ ἑαυτοὺς ἀναθέντες καὶ τοῖς θεραπεύουσι διὰ τῆς ἱερωσύνης τὸ Θεῖον πείθονται καὶ ὑπείκουσι, καθώς φησιν ὁ Ἀπόστολος.

Ὁδὸς μετὰ τὴν θάλασσαν τριῶν ἡμερῶν διαδέχεται, ἐν ᾗ κατά τινα τόπον στρατοπεδεύσασιν ἄποτον παρὰ τὴν πρώτην ὑπὸ πικρίας τὸ εὑρεθὲν ὕδωρ ἐφάνη. Ἀλλὰ τὸ ξύλον ἐντεθὲν προσηνὲς τοῖς διψῶσι τὸ ποτὸν ἀπειργάσατο.

Συμβαίνει τοῖς γινομένοις ἡ ἱστορία· τῷ γὰρ καταλελοιπότι τὰς Αἰγυπτίας ἡδονάς, αἷς ἐδούλευε πρὶν διαβῆναι τὴν θάλασσαν, δύσληπτος καὶ ἀηδὴς ὁ βίος ὁ τῶν ἡδονῶν κεχωρισμένος παρὰ τὴν πρώτην δοκεῖ. Ἀλλ᾽ εἰ τὸ ξύλον ἐμβληθείη τῷ ὕδατι, τουτέστιν εἰ τὸ τῆς ἀναστάσεώς τις παραλάβοι μυστήριον, ὃ διὰ τοῦ ξύλου τὴν ἀρχὴν ἔσχε (ξύλον δὲ ἀκούσας τὸν σταυρὸν πάντως ἐνόησας), τότε παντὸς γλυκάσματος τοῦ τὴν αἴσθησιν δι᾽ ἡδονῆς γαργαλίζοντος γλυκύτερός τε καὶ ποτιμώτερος ὁ κατ᾽ ἀρετὴν γίνεται βίος, τῇ ἐλπίδι τῶν μελλόντων ἐφηδυνόμενος.

Ἡ δὲ ἐφεξῆς τῆς ὁδοιπορίας καταγωγή, φοίνιξι καὶ πηγαῖς ἁβρυνομένη, διαναπαύει τῶν ὁδοιπορούντων τὸν κόπον. Εἰσὶ δὲ δυοκαίδεκα μὲν αἱ τῶν ὑδάτων πηγαί, καθαροῦ τε καὶ ἡδίστου νάματος, ἑβδομήκοντα δὲ οἱ φοίνικες, εὐμεγέθεις τε καὶ ὑψίκομοι, τοῦ χρόνου τὰ δένδρα πρὸς ὕψος ἄραντος. Τί οὖν ἐν τούτοις εὑρίσκομεν, δι᾽ ἀκολούθου προϊούσης τῆς ἱστορίας; Ὅτι τὸ τοῦ ξύλου μυστήριον, δι᾽ οὗ πότιμον τῆς ἀρετῆς τὸ ὕδωρ τοῖς διψῶσι γίνεται, προσάγει ἡμᾶς ταῖς δυοκαίδεκα πηγαῖς καὶ τοῖς ἑβδομήκοντα φοίνιξι, τουτέστι τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, ἐν ᾧ πηγαὶ μέν εἰσι δυοκαίδεκα οἱ Ἀπόστολοι, τοσούτους τοῦ Κυρίου πρὸς τὴν χρείαν ταύτην ἐκλεξαμένου καὶ πηγάζειν δι᾽ αὐτῶν τὸν λόγον ποιήσαντος, ὡς καί τινα τῶν Προφητῶν προαναφωνῆσαι τὴν ἐκ τῶν Ἀποστόλων βρύουσαν χάριν, ἐν οἷς φησιν· ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ, ἑβδομήκοντα δ᾽ ἂν εἶεν φοίνικες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἔξω τῶν δώδεκα μαθητῶν ἐπιχειροτονηθέντες ἀπόστολοι, τοσοῦτοι τὸν ἀριθμὸν ὄντες, ὅσους εἶναί φησιν ἡ ἱστορία τοὺς φοίνικας.

Ἀλλ᾽ ἐπισπεύδειν, οἶμαι, προσήκει τὴν ὁδοιπορίαν διὰ τοῦ λόγου, δι᾽ ὀλίγων, ὧν παρεθέμεθα, ῥᾳδίαν τοῖς φιλοπονωτέροις τὴν θεωρίαν ποιήσαντας τῶν λοιπῶν παρεμβολῶν. Ἀρεταὶ δ᾽ ἂν εἶεν αἱ παρεμβολαί, αἷς ὁ τῷ στύλῳ τῆς νεφέλης ἑπόμενος, καθεξῆς προϊών, ἐνστρατοπεδεύει καὶ ἀναπαύεται. Τὰς οὖν ἐν τῷ μέσῳ καταγωγὰς ὑπερβὰς τῷ λόγῳ, τῆς κατὰ τὴν πέτραν θαυματοποιΐας ἐπιμνησθήσομαι, ἧς ἡ φύσις ἡ ἀντιτυπὴς καὶ στερέμνιος ποτὸν τοῖς διψῶσιν ἐγένετο, εἰς ὕδατος μαλακότητα τῆς ἀντιτυπίας ἀναλυθείσης.

Ἀλλ᾽ οὐδεὶς πόνος προσαρμόσαι τῇ κατ᾽ ἀναγωγὴν θεωρίᾳ τὴν τῆς ἱστορίας ἀκολουθίαν. Ὁ γὰρ ἐν τῷ ὕδατι καταλιπὼν νεκρὸν τὸν Αἰγύπτιον καὶ τῷ ξύλῳ καταγλυκανθεὶς καὶ ταῖς ἀποστολικαῖς ἐντρυφήσας πηγαῖς, ὑπό τε τῇ σκιᾷ τῶν φοινίκων ἀναπαυσάμενος, οὗτος ἤδη καὶ τοῦ Θεοῦ δεκτικὸς γίνεται. Ἡ γὰρ πέτρα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ Χριστός ἐστιν, ἄνικμός τις καὶ ἀντιτυπὴς τοῖς ἀπίστοις, εἰ δέ τις προσαγάγοι τὴν ῥάβδον τῆς πίστεως, ποτὸν τοῖς διψῶσι γινόμενος καὶ ἐντὸς τῶν εἰσδεχομένων αὐτὸν εἰσρέων· ἐγὼ γάρ, φησί, καὶ ὁ Πατήρ μου ἐλευσόμεθα καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα.