Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Ιστορική αφήγηση: Από τη γέννηση έως την επιστροφή στην Αίγυπτο

Εξιστόρηση των πρώτων ετών του Μωυσή, της αναχώρησής του, του ποιμενικού βίου, της θεοφάνειας στη φλεγόμενη βάτο και της έναρξης του απελευθερωτικού του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 18

Λέγεται τοίνυν ὁ Μωϋσῆς τεχθῆναι μέν, ὅτε ζωογονεῖσθαι τὸ ἄρρεν ἐν τοῖς τικτομένοις ὁ τοῦ τυράννου νόμος διεκώλυε, προλαβεῖν δὲ τῇ χάριτι πᾶσαν τὴν ὑπὸ τοῦ χρόνου γινομένην συνεισφοράν· καὶ εὐθὺς ἀπὸ σπαργάνων ἀστεῖος ὀφθεὶς ὄκνον ἐμποιῆσαι τοῖς γεννησαμένοις θανάτῳ τὸν τοιοῦτον ἐξαφανίσαι· εἶθ᾽ ὡς ὑπερίσχυεν ἡ ἀπειλὴ τοῦ τυράννου, μὴ ἁπλῶς ἐρριφῆναι τῷ ῥείθρῳ τοῦ Νείλου, ἀλλ᾽ ἐκτεθεὶς κιβωτῷ τινι, ἀσφάλτῳ καὶ πίσσῃ κατὰ τὰς ἁρμονίας διαχρισθείσῃ, οὕτω δοθῆναι τῷ ῥεύματι (τοῦτο γὰρ οἱ δι᾽ ἐπιμελείας τὰ κατ᾽ αὐτὸν ἱστορήσαντες διηγήσαντο)· θείας δέ τινος δυνάμεως τὴν κιβωτὸν κυβερνώσης, ἐπί τινα κατὰ τὸ πλάγιον ὄχθην ἐξορμισθῆναι, αὐτομάτως τῆς κιβωτοῦ κατ᾽ ἐκεῖνο τὸ μέρος ὑπὸ τῆς φορᾶς τῶν ὑδάτων ἐκκυμανθείσης· τῆς δὲ θυγατρὸς τοῦ βασιλέως ἐπιούσης τοὺς λειμῶνας τῆς ὄχθης ἐκείνης ᾗ ἔτυχεν ἡ κιβωτὸς ἐποκείλασα, εὕρημα γενέσθαι τῇ βασιλίδι, βρεφικῶς ἐμβοήσας τῇ λάρνακι· ὀφθεὶς δὲ μετὰ τῆς ἐπιφαινομένης αὐτῷ χάριτος, εὐθὺς οἰκειώσασθαι δι᾽ εὐνοίας τὴν βασιλίδα καὶ εἰς υἱοῦ τάξιν ἀναληφθῆναι· ἀποστραφεὶς δὲ φυσικῶς τὴν ἀλλόφυλον θηλήν, ἐπινοίᾳ τινὶ τῶν πρὸς γένους οἰκείων ἀνατραφῆναι τῷ μητρῴῳ μαζῷ.

Ἐκβὰς δὲ ἤδη τὴν ἡλικίαν τῶν παίδων, ἐν βασιλικῇ τῇ τροφῇ καὶ παιδευθεὶς τὴν ἔξωθεν παίδευσιν, ἃ δόξης ἐνομίζετο παρὰ τοῖς ἔξωθεν οὐχ ἑλέσθαι οὐδ᾽ ἔτι καταδέξασθαι τὴν σεσοφισμένην ἐκείνην ὁμολογεῖν μητέρα ᾗπερ εἰς υἱοῦ τάξιν εἰσεποιήθη, ἀλλ᾽ ἐπὶ τὴν κατὰ φύσιν ἐπανελθεῖν πάλιν καὶ τοῖς ὁμοφύλοις ἐγκαταμιχθῆναι· μάχης δὲ συστάσης Ἑβραίῳ τινὶ πρὸς Αἰγύπτιον, συμμαχῆσαί τε τῷ οἰκείῳ καὶ ἀνελεῖν τὸν ἀλλόφυλον· εἶτα συμπλακέντων ἀλλήλοις Ἑβραίων δύο τινῶν, καταστέλλειν αὐτοῖς τὴν φιλονεικίαν πειρᾶσθαι, συμβουλεύσας καλῶς ἔχειν ἀδελφοὺς ὄντας μὴ θυμὸν διαιτητὴν ποιεῖσθαι τῶν ἀμφισβητημάτων, ἀλλὰ τὴν φύσιν.

Ἀπωσθεὶς δὲ παρὰ τοῦ πρὸς τὴν ἀδικίαν βλέποντος, ἀφορμὴν τῆς μείζονος φιλοσοφίας τὴν ἀτιμίαν ταύτην ποιήσασθαι καί, τῆς μετὰ τῶν πολλῶν συνδιαγωγῆς πόρρω γενόμενος, ἰδιάσαι τῷ μετὰ ταῦτα βίῳ, κηδεύσας τινὶ τῶν ἀλλοφύλων, ἀνδρὶ διορατικῷ τοῦ βελτίονος καὶ κρίνειν ἤθη τε καὶ βίον ἀνθρώπων ἐπεσκεμμένῳ, ὃς διὰ μιᾶς πράξεως, λέγω δὴ τῆς κατὰ τῶν ποιμένων ὁρμῆς, ἐνιδὼν τοῦ νέου τὴν ἀρετήν, ὅπως οὐ πρὸς οἰκεῖον βλέπων κέρδος τοῦ δικαίου ὑπερεμάχησεν, ἀλλ᾽ αὐτὸ τὸ δίκαιον τίμιον τῇ ἰδίᾳ φύσει κρίνων, τὴν ἀδικίαν τῶν ποιμένων ἐκόλασε τῶν εἰς ἐκεῖνον πεπλημμεληκότων οὐδέν, ἀγασθεὶς ἐπὶ τούτοις τὸν νέον καὶ τοῦ πολυταλάντου πλούτου τιμιωτέραν αὐτοῦ τὴν ἀρετὴν ἐν τῇ φαινομένῃ πενίᾳ κρίνας, συνοικίζει τε αὐτῷ τὴν θυγατέρα καὶ κατ᾽ ἐξουσίαν ἀφῆκε τὸν καταθύμιον μετιέναι βίον. Τῷ δὲ ἦν ὄρειός τε καὶ ἰδιάζουσα ἡ ζωή, πασῆς ἀγοραίου τύρβης ἀπηλλαγμένη, ἐν τῇ τῶν προβάτων ἐπιμελείᾳ κατὰ τὴν ἔρημον ἰδιάζοντι.

Χρόνου δὲ διαγεγονότος ἐν τῷ τοιούτῳ τῆς ζωῆς εἴδει, φησὶν ἡ ἱστορία φοβερὰν αὐτῷ γενέσθαι θεοφάνειαν, ἐν σταθερᾷ μεσημβρίᾳ φωτὸς ἑτέρου ὑπὲρ τὸ ἡλιακὸν φῶς τὰς ὄψεις περιαστράψαντος· τὸν δὲ ξενισθέντα τῷ ἀήθει τῆς θέας ἀναβλέψαι τε πρὸς τὸ ὄρος καὶ ἰδεῖν θάμνον ἀφ᾽ οὗ πυροειδῶς τὸ φέγγος ἐξήπτετο· τῶν δὲ κλάδων τοῦ θάμνου καθάπερ ἐν δρόσῳ τῇ φλογὶ συναναθαλλόντων, εἰπεῖν πρὸς ἑαυτὸν τὰ ῥήματα ταῦτα, ὅτι· διαβὰς ὄψομαι τὸ μέγα ὅραμα τοῦτο· εἰπόντα δὲ μηκέτι μόνοις τοῖς ὀφθαλμοῖς τὸ θαῦμα τοῦ φωτὸς δέξασθαι, ἀλλ᾽ ὃ πάντων ἐστὶ παραδοξότατον καὶ τὴν ἀκοὴν ταῖς ἀκτῖσι τοῦ φέγγους ἐναυγασθῆναι· πρὸς γὰρ ἀμφοτέρας τὰς αἰσθήσεις ἡ τοῦ φωτὸς μερισθεῖσα χάρις, τὰς μὲν ὄψεις ταῖς τῶν ἀκτίνων μαρμαρυγαῖς περιηύγαζε, τὴν δὲ ἀκοὴν τοῖς ἀκηράτοις δόγμασιν ἐφωταγώγει. Κωλύει γοῦν ἡ τοῦ φωτὸς ἐκείνου φωνὴ προσβῆναι τῷ ὄρει τὸν Μωϋσέα τοῖς νεκροῖς ὑποδήμασι βεβαρημένον, ἀλλ᾽ ἐκλύσαντα τῶν ποδῶν τὸ ὑπόδημα οὕτω τῆς γῆς ψαύειν ἐκείνης ὅση τῷ θείῳ φωτὶ κατελάμπετο.

Ἐπὶ τούτοις (χρὴ γὰρ οἶμαι μὴ λίαν ἐμβραδύνειν τῇ ψιλῇ περὶ τοῦ ἀνδρὸς ἱστορίᾳ τὸν λόγον, ὡς ἂν καὶ τῶν προκειμένων ἔχοιτο) δυναμωθεὶς τῇ ὀφθείσῃ θεοφανείᾳ λυτρώσασθαι τὸ ὁμόφυλον τῆς δουλείας τῶν Αἰγυπτίων προστάσσεται. Καὶ ὡς ἂν μάλιστα μάθοι τὴν ἐγγινομένην αὐτῷ θεόθεν ἰσχύν, ἐκ τῶν ἐν χερσὶ ποιεῖται τὴν πεῖραν θείῳ προστάγματι. Ἡ δὲ πεῖρα ἦν αὕτη· Ῥάβδος ἐκπεσοῦσα τῆς χειρὸς ἐψυχώθη καὶ ζῷον ἐγένετο (δράκων δὲ τὸ ζῷον ἦν) καὶ πάλιν ὑπὸ τῆς χειρὸς ἀναληφθεῖσα, ὅπερ ἦν πρὸ τῆς θηριώσεως ἐκεῖνο ἐγένετο. Καὶ ἡ τῆς χειρὸς ἐπιφάνεια νῦν μέν, προβληθεῖσα τοῦ κόλπου, εἰς χιόνος μετεποιήθη λευκότητα, πάλιν δέ, εἴσω τοῦ αὐτοῦ γενομένη, ἐπὶ τὴν ἰδίαν ἐπανέρχεται φύσιν.

Κατιόντος δὲ τοῦ Μωϋσέως ἐπὶ τὴν Αἴγυπτον καὶ συνεπαγομένου τήν τε γαμετὴν τὴν ἀλλόφυλον καὶ τοὺς ἀπ᾽ ἐκείνης αὐτῷ γεγονότας παῖδας, ὅτε τις καὶ ἄγγελος αὐτῷ συναντῆσαι λέγεται, τὸν περὶ τοῦ θανάτου φόβον ἐπάγων, ὃν ἡ γυνὴ τῷ αἵματι τῆς περιτομῆς τοῦ παιδὸς ἱλεώσατο, τότε συντυχία γίνεται τοῦ Ἀαρὼν καὶ αὐτοῦ θεόθεν παρορμηθέντος πρὸς τὴν συνάντησιν.

Εἶτα παρ᾽ ἀμφοτέρων εἰς ἐκκλησίαν κοινὴν ὁ ἐν Αἰγύπτῳ λαὸς συναγείρεται καὶ ἡ τῆς δουλείας ἀπαλλαγὴ τοῖς πεπονηκόσιν ἤδη τῇ κακοπαθείᾳ τῶν ἔργων περιαγγέλλεται καὶ πρὸς αὐτὸν τὸν τύραννον περὶ τούτου γίνεται λόγος. Ἀγανάκτησις ἐπὶ τούτοις τοῦ τυράννου κατά τε τῶν ἐπιστατούντων τοῖς ἔργοις καὶ κατὰ τῶν Ἰσραηλιτῶν αὐτῶν μείζων ἢ πρότερον· καὶ ὁ τῆς πλινθείας φόρος ἐπαύξεται καὶ ἐπιπονώτερον τὸ ἐπίταγμα καταπέμπεται, οὐ τῷ πηλῷ μόνον κακοπαθούντων, ἀλλὰ καὶ περὶ τὸ ἄχυρόν τε καὶ τὴν καλάμην ταλαιπορούντων.