Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Ιστορική αφήγηση: Οι πληγές, η Έξοδος και η πορεία στην έρημο

Ανασκόπηση των πληγών της Αιγύπτου, του Πάσχα, της διάβασης της Ερυθράς Θάλασσας και των θαυμάτων της τροφοδοσίας του λαού κατά την πορεία προς το Σινά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 18

Τοῦ δὲ Φαραώ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τυράννῳ τῶν Αἰγυπτίων) τοῖς θεόθεν παρ᾽ αὐτῶν γενομένοις σημείοις ἀντισοφιστεύειν διὰ τῆς τῶν γοήτων μαγγανείας ἐπιχειροῦντος, τότε πάλιν τοῦ Μωϋσέως ἐν ὀφθαλμοῖς τῶν Αἰγυπτίων τὴν ῥάβδον ἑαυτοῦ θηριώσαντος, τὸ ἴσον ἐνομίσθη θαυματοποιεῖν ἡ γοητεία ἐν ταῖς τῶν μάγων ῥάβδοις. Καὶ ἠλέγχθη διὰ τῆς ἐνεργείας τὸ σόφισμα, δείξαντος τοῦ δράκοντος τοῦ ἐκ τῆς Μωϋσέως βακτηρίας μεταβληθέντος ἐκ τοῦ καταφαγεῖν τὰ γοητικὰ ξύλα, τοὺς ὄφεις δῆθεν, ὅτι οὐδεμίαν ἀμυντικὴν οὐδὲ ζωτικήν τινα δύναμιν εἶχον αἱ τῶν γοήτων ῥάβδοι, πλὴν τοῦ σχήματος ὃ τοῖς ὀφθαλμοῖς τῶν εὐεξαπατήτων ἡ γοητεία σοφισαμένη παρέδειξε.

Τότε συμφρονοῦντας ἰδὼν ὁ Μωϋσῆς τῷ καθηγουμένῳ τῆς κακίας ἅπαν τὸ ὑποχείριον, κοινὴν ἐπάγει παντὶ τῷ ἔθνει τῶν Αἰγυπτίων πληγήν, οὐδένα τῆς τῶν κακῶν πείρας ὑπεξελόμενος. Συνεκινεῖτο δὲ αὐτῷ πρὸς τὴν τοιαύτην κατὰ τῶν Αἰγυπτίων ὁρμὴν οἷόν τις στρατὸς ὑποχείριος αὐτὰ τὰ στοιχεῖα τῶν ὄντων τὰ ἐν τῷ παντὶ θεωρούμενα, γῆ τε καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ταῖς προαιρέσεσι τῶν ἀνθρώπων τὰς ἐνεργείας συνεξαλλάσσοντα· τῇ γὰρ αὐτῇ δυνάμει κατὰ τὸν αὐτὸν καὶ χρόνον καὶ τόπον τό τε ἀτακτοῦν ἐκολάζετο καὶ ἀπαθὲς διέμενε τὸ κακίας ἐλεύθερον.

Πάσης γὰρ τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωϋσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις μόνοις ὕδωρ τὸ αἷμα ἦν, ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι τὸ αἱματῶδες εἶδος παρασοφίσασθαι.

Ὡσαύτως καὶ τῶν βατράχων ἐφερψάντων τῇ Αἰγύπτῳ κατὰ τὸ ἁθρόον, ὧν ἡ γένεσις οὐκ ἀκολουθίᾳ τινὶ φύσεως νενομισμένῃ πρὸς τοσοῦτον ἐχέθη πλῆθος, ἀλλ᾽ αὐτὸ τὸ πρόσταγμα τῆς τῶν βατράχων συστάσεως τὴν ἀναφανεῖσαν τότε τοῦ ζῴου φύσιν ἐκαινοτόμησε, τὸ μὲν Αἰγύπτιον ἅπαν τοῖς θηρίοις τούτοις κατὰ τὰς οἰκήσεις στενοχωρούμενον κατεφθείρετο, τῶν δὲ Ἑβραίων τῆς ἀηδίας ταύτης ἐκαθάρευεν ἡ ζωή.

Οὕτως ὁ ἀὴρ τοῖς Αἰγυπτίοις μὲν οὐδεμίαν νυκτὸς καὶ ἡμέρας παρεῖχε διάκρισιν, ἐν ὁμοίῳ διαμενόντων τῷ ζόφῳ, τοῖς δὲ Ἑβραίοις οὐδὲν ἐν τούτοις ἐκαινοτομεῖτο παρὰ τὸ σύνηθες. Καὶ τὰ ἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον, ἡ χάλαζα, τὸ πῦρ, αἱ φλυκτίδες, οἱ σκνίπες, αἱ κυνόμυιαι, τῶν ἀκρίδων τὸ νέφος, κατὰ μὲν τῶν Αἰγυπτίων ἕκαστον καθὸ πέφυκεν ἐνήργει, οἱ δὲ Ἑβραῖοι φήμαις καὶ διηγήμασι τὸ τῶν συνοικούντων πάθος ἐγίνωσκον, οὐδεμίαν ἐν ἑαυτοῖς προσβολὴν τῶν τοιούτων δεχόμενοι. Εἶτα τῶν πρωτοτόκων ὁ ὄλεθρος ἀκριβεστέραν ἐποίει τοῦ Ἑβραίου πρὸς τὸν Αἰγύπτιον τὴν διάκρισιν, τῶν μὲν ἐπὶ τῇ τῶν φιλτάτων ἀπωλείᾳ συγχεομένων τοῖς θρήνοις, τῶν δὲ ἐν ἡσυχίᾳ πάσῃ καὶ ἀσφαλείᾳ διαμενόντων, οἷς ἡ σωτηρία τῇ προσχύσει τοῦ αἵματος κατησφαλίσθη, κατὰ πᾶσαν εἴσοδον ἑκατέρωθεν τῶν σταθμῶν μετὰ τῆς ἐπεζευγμένης αὐτοῖς φλιᾶς κατασημανθέντων διὰ τοῦ αἵματος.

Ἐπὶ τούτοις τῶν Αἰγυπτίων τῇ τῶν πρωτοτόκων συμφορᾷ βεβλημένων καὶ καθ᾽ ἑαυτὸν ἑκάστου καὶ κοινῇ πάντων ὀλοφυρομένων τὰ πάθη, καθηγεῖται τῆς ἐξόδου τοῖς Ἰσραηλίταις ὁ Μωϋσῆς, προπαρασκευάσας αὐτοὺς ἐπὶ σχήματι χρήσεως μεθ᾽ ἑαυτῶν τὸν τῶν Αἰγυπτίων πλοῦτον ἀνακομίσασθαι. Καὶ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῆς Αἰγύπτου γεγενημένων, πάλιν φησὶν ἡ ἱστορία χαλεπὸν ποιήσασθαι τὸν Αἰγύπτιον τὸ μὴ παραμεῖναι τῇ δουλείᾳ τὸν Ἰσραὴλ καὶ πολεμικῶς ἅπαν συσκευάσαντα τὸ ὑπήκοον διὰ τῆς ἱππικῆς δυνάμεως ἐπιδραμεῖν τῷ λαῷ, τὸν δὲ θεασάμενον τὴν τῶν ἵππων τε καὶ τῶν ὅπλων παρασκευήν, ἀπειροπόλεμον ὄντα καὶ τῶν τοιούτων θεαμάτων ἀγύμναστον, εὐθὺς καταπλαγῆναι τῷ φόβῳ καὶ κατὰ τοῦ Μωϋσέως συνίστασθαι, ὅτε καὶ τὸ παραδοξότατον περὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγει, διχῇ ταῖς ἐνεργείαις τεμνόμενον, τῇ μὲν φωνῇ καὶ τῷ λόγῳ παραθαρσύνειν τε τοὺς Ἰσραηλίτας καὶ τὰς ἀγαθὰς ἔχειν ἐλπίδας παρακελεύεσθαι, ἔνδοθεν δὲ τῇ διανοίᾳ τῷ Θεῷ προσάγειν τὴν ὑπὲρ τῶν κατεπτηχότων ἱκετηρίαν καὶ ὅπως ἂν διαφύγοι τὸν κίνδυνον διὰ τῆς ἄνωθεν συμβουλῆς ὁδηγεῖσθαι, αὐτοῦ τοῦ Θεοῦ, καθώς φησιν ἡ ἱστορία, τῆς ἀλαλήτου κραυγῆς ἐπαΐοντος.

Νεφέλης δὲ τοῦ λαοῦ θείᾳ δυνάμει καθηγουμένης, οὐ κατὰ τὴν κοινὴν φύσιν (οὐδὲ γὰρ ἐξ ἀτμῶν τινων ἢ ἀναθυμιάσεων ἡ σύστασις αὐτῆς ἦν, παχυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὁμιχλώδους συστάσεως καὶ πρὸς ἑαυτὸν συμπιλουμένου τοῖς πνεύμασιν, ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως), ἐκείνῃ τῇ νεφέλῃ, τῆς Γραφῆς μαρτυρούσης, τοιοῦτον τὸ θαῦμα ἦν ὡς καί, τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα εἶναι πρὸς τὸν λαόν, σκιάζουσάν τε τὸ ὑποκείμενον καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν, καὶ διὰ τῆς νυκτὸς πῦρ γίνεσθαι, ἀφ᾽ ἑσπέρας εἰς ὄρθρον τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος.

Πρὸς ταύτην αὐτός τε βλέπων ὁ Μωϋσῆς καὶ τὸν λαὸν ἀκολουθεῖν τῷ φαινομένῳ διδάξας, ἐπειδὴ κατὰ τὸ Ἐρυθραῖον ἐγένοντο πέλαγος, ἐκεῖ τῆς νεφέλης πρὸς τὴν πορείαν καθοδηγουμένης, πανστρατιᾷ τῶν Αἰγυπτίων τὸν λαὸν ἐκ τῶν κατόπιν κυκλωσαμένων, οὐδεμιᾶς αὐτοῖς οὐδαμόθεν τῶν δεινῶν φυγῆς περιούσης πολεμίων καὶ ὕδατος κατὰ τὸ μέσον ἀπειλημμένοις, τότε τὸ πάντων ἀπιστότατον θείᾳ δυνάμει παρορμηθεὶς ὁ Μωϋσῆς κατειργάσατο. Προσεγγίσας γὰρ κατὰ τὴν ἠϊόνα, πλήσσει τῇ ῥάβδῳ τὸ πέλαγος· τὸ δὲ πρὸς τὴν πληγὴν ὑπεσχίζετο καί, καθάπερ ἐπὶ τῆς ὑέλου γίνεσθαι πέφυκεν, εἰ κατά τι μέρος αὐτῆς ἀρχὴν ἡ ῥῆξις λάβοι, καθ᾽ εὐθεῖαν πρὸς τὸ ἕτερον διεξέρχεται πέρας, οὕτω παντὸς τοῦ πελάγους ἐκείνου κατὰ τὸ ἄκρον ὑπορραγέντος τῇ ῥάβδῳ, ἐπὶ τὴν ἀντικειμένην ὄχθην καὶ ἡ τῶν κυμάτων ῥῆξις ἐπέρασε. Καὶ καταβὰς εἰς τὸ βάθος ὁ Μωϋσῆς καθ᾽ ὃ διετμήθη τὸ πέλαγος σὺν παντὶ τῷ λαῷ βύθιος ἦν ἐν ἀβρόχῳ τε καὶ ἡλιουμένῳ τῷ σώματι, πεζῇ δὲ τὰς ἀβύσσους ἐν ξηρῷ πυθμένι τῆς θαλάσσης διεξερχόμενος οὐκ ἐδεδοίκει τὴν αὐτοσχέδιον ἐκείνην ἐκ κυμάτων τειχοποιίαν ἔνθεν καὶ ἔνθεν, τείχους δίκην, παραπεπηγυίας αὐτοῖς ἐκ πλαγίων τῆς ἅλμης.

Τοῦ δὲ Φαραὼ μετὰ τῶν Αἰγυπτίων συνεισπεσόντος ἐπὶ τὸ πέλαγος κατὰ τὴν καινοτομηθεῖσαν ἐκείνην ὁδὸν ἐν τοῖς ὕδασι, πάλιν συνάπτεται τὸ ὕδωρ τῷ ὕδατι καί, ἀνακλυσθείσης πρὸς ἑαυτὴν τῆς θαλάσσης κατὰ τὸ πρότερον σχῆμα, μία τοῦ ὕδατος ἐπιφάνειά τε καὶ ὄψις γίνεται, ἤδη τῶν Ἰσραηλιτῶν ἐπὶ τῆς πέραν ἠϊόνος τὸ πολύ τε καὶ σύντονον τῆς διὰ τοῦ πελάγους πορείας ἀναπαυόντων, ὅτε καὶ τὴν ἐπινίκιον ᾖσαν ᾠδὴν τῷ Θεῷ τῷ τότε ἀναίμακτον ὑπὲρ αὐτῶν ἐγείραντι τρόπαιον, πάντων πανστρατιᾷ τῶν Αἰγυπτίων αὐτοῖς ἵπποις καὶ ὅπλοις καὶ ἅρμασιν ἀφανισθέντων ὑπὸ τοῦ ὕδατος.

Εἶτα πρόεισιν ἐπὶ τὰ πρόσω ὁ Μωϋσῆς καὶ τριῶν ἡμερῶν ἄνυδρον διοδεύσας ὁδὸν ἐν ἀμηχανίᾳ γίνεται, μὴ ἔχων ὅπως τοῦ στρατοῦ τὸ δίψος παραμυθήσεται. Ἦν γάρ τις λίμνη περὶ ἣν ἐστρατοπέδευσαν θαλασσίου ὕδατος, μᾶλλον δὲ πικροτέρου ἢ κατὰ θάλασσαν. Ἐπεὶ οὖν, τῷ ὕδατι προσκαθήμενοι, τῇ δίψῃ τοῦ ὕδατος κατεφρύγοντο, θεόθεν αὐτῷ συμβουλῆς γεγενημένης, ξύλον τι περὶ τὸν τόπον εὑρὼν ἐμβάλλει τῷ ὕδατι· τὸ δὲ παραχρῆμα πότιμον ἦν, τοῦ ξύλου τῇ οἰκείᾳ δυνάμει τὴν τοῦ ὕδατος φύσιν εἰς ἡδονὴν ἐκ πικρίας μετακεράσαντος.

Τῆς δὲ νεφέλης μεταναστάσης ἐπὶ τὰ πρόσω, κἀκεῖνοι τῇ κινήσει τοῦ ὁδηγοῦντος συμμετανίσταντο, ἀεὶ τοῦτο ποιοῦντες, παυόμενοί τε τῆς πορείας ἐν ᾧπερ ἂν ἡ στάσις τῆς νεφέλης τὸ τῆς ἀναπαύσεως ἔδωκε σύνθημα καὶ ἀπαίροντες πάλιν οὗπερ ἂν ἡ νεφέλη τῆς πορείας αὐτῶν ἀφηγήσατο.

Καταλαμβάνουσι τοίνυν, τῷ ὁδηγῷ τούτῳ ἑπόμενοι, τόπον ὕδατι ποτίμῳ κατάρρυτον, δυοκαίδεκα πηγαῖς ἀφθόνως περικλυζόμενον καὶ φοινίκων ἄλσει συσκιαζόμενον. Ἑβδομήκοντα δὲ ἦσαν οἱ φοίνικες, ἀρκοῦντες καὶ ἐν ὀλίγῳ τῷ ἀριθμῷ πολὺ ποιῆσαι τοῖς ὁρῶσι τὸ θαῦμα, τῷ ὑπεραίρειν κατὰ τὸ κάλλος τε καὶ μέγεθος.

Πάλιν κἀκεῖθεν ὁ ὁδηγός, ἡ νεφέλη, πρὸς ἕτερον ἄγει τόπον τὸν στρατὸν ἀναστήσασα· ἔρημος δέ τις οὗτος ἦν, ἐν αὐχμηρᾷ καὶ διακεκαυμένῃ τῇ ψάμμῳ, μηδεμιᾶς ὑδάτων ἰκμάδος ὑπονοτιζούσης τὸν χῶρον, ἐν ᾧ πάλιν τὸν λαὸν τοῦ δίψους καταπονήσαντος πέτρα τις ἐπὶ γεωλόφου ῥάβδῳ πληγεῖσα παρὰ τοῦ Μωϋσέως ὕδωρ ἐκδίδωσιν ἡδύ τε καὶ πότιμον καὶ τῆς χρείας τοῦ τοσούτου στρατοῦ δαψιλέστερον.

Ἐνθὰ δὲ καί, τῆς παρασκευῆς τῶν τροφῶν ἐκλιπούσης ἣν ἐξ Αἰγύπτου πρὸς τὴν ὁδοιπορίαν ἐπεσιτίσαντο καὶ λιμῷ τοῦ λαοῦ πιεζομένου, γίνεται τὸ πάντων ἀπιστότατον θαῦμα, οὐκ ἐκ γῆς κατὰ τὸ νενομισμένον αὐτοῖς τῆς τροφῆς φυομένης, ἀλλ᾽ ἄνωθεν ἐκ τοῦ οὐρανοῦ δροσοειδῶς καταρρεούσης· δρόσος γὰρ αὐτοῖς ἐπεχεῖτο κατὰ τὸ ὄρθρον, τροφὴ δὲ τοῖς ὑποδεχομένοις ἡ δρόσος ἐγίνετο. Τὸ γὰρ ἐπιχεόμενον οὐ ῥανὶς ὑδατώδης ἦν, καθώς ἐστι σύνηθες ἐν δρόσῳ γίνεσθαι, ἀλλ᾽ ἀντὶ σταγόνων θρόμβοι τινὲς κρυσταλλοειδεῖς τὸ εἶδος κατὰ τὸ σχῆμα τοῦ κορίου σπέρματος σφαιρωθέντες κατέρρεον, ὧν ἡ γεῦσις τὴν τοῦ μέλιτος ἡδονὴν ὑπεκρίνετο.

Τούτῳ δὲ τῷ θαύματι συνεθεωρεῖτο καὶ ἕτερον, τὸ πάντας ἐπὶ τὴν συλλογὴν ἐξίοντας ἐν διαφόροις, ὡς εἰκός, ἡλικίαις τε καὶ δυνάμεσι μήτε πλέον μήτε ἔλαττον ἕτερον ἑτέρου κατὰ τὴν τῆς δυνάμεως διαφορὰν συγκομίζεσθαι, ἀλλὰ μετρεῖσθαι τῇ ἑκάστου χρείᾳ τὸ συναγόμενον, ὡς μήτε τὸν δυνατώτερον τὸ πλέον ἔχειν, μήτε ἐλαττοῦσθαι τῆς ἰσομοιρίας τὸν ἀσθενέστερον. Πάλιν ἐπὶ τούτῳ ἕτερον θαῦμα ἡ ἱστορία φησίν, ὅτι τὸ πρὸς ἡμέραν ἕκαστος κομιζόμενοι οὐδὲν εἰς τὴν ἑξῆς ἀπετίθεντο, τῷ δὲ φειδωλίᾳ τινὶ πρὸς τὴν ὑστεραίαν ἐκ τῆς παρούσης τροφῆς ταμιεύσαντι ἄχρηστον ἦν εἰς τροφὴν τὸ ἀπόθετον, εἰς σκωλήκων φύσιν μεταποιούμενον.

Πρόσεστί τι καὶ ἄλλο τῇ περὶ τῆς τροφῆς ταύτης ἱστορίᾳ παράδοξον· τῶν γὰρ τῆς ἑβδομάδος ἡμερῶν τῆς μιᾶς κατά τινα λόγον μυστικὸν ἀπραξίᾳ τετιμημένης, ἐν τῇ πρὸ αὐτῆς ἡμέρᾳ τῆς ἴσης ὡς πρὸς τὸν ἔμπροσθεν χρόνον γινομένης ἐπιρροῆς καὶ τῆς τῶν συλλεγόντων προθυμίας τὸ ἴσον ἐχούσης, διπλάσιον ηὑρίσκετο τοῦ συνήθους μέτρου τὸ συναγόμενον, ὡς ἂν μηδεμίαν ἔχοιεν ἀφορμὴν τῇ τῆς τροφῆς ἀνάγκῃ παραλύειν τῆς ἀπραξίας τὸν νόμον. Ἐν ᾧ δὴ καὶ πλέον ἡ θεία ἐδείκνυτο δύναμις, ὅτι ταῖς ἄλλαις ἡμέραις ἀχρειουμένου τοῦ περισσεύοντος ἐν μόνῃ τῇ πρὸ τοῦ σαββάτου παρασκευῇ (τοῦτο γὰρ ὄνομα τῇ ἀπράκτῳ ἡμέρᾳ) τὸ ταμιευθὲν ἀδιάφθορον ἔμενεν, ὡς κατ᾽ οὐδὲν εἶναι τοῦ προσφάτου δοκεῖν ἑωλότερον.

Εἶτα πόλεμος αὐτοῖς συγκροτεῖται πρός τι ἔθνος ἀλλόφυλον. Ἀμαληκίτας δὲ τοὺς κατ᾽ αὐτῶν τότε συστάντας ὀνομάζει ὁ λόγος. Καὶ τότε πρῶτον εἰς παράταξιν τὸ Ἰσραηλιτικὸν ἐξοπλίζεται, οὐ πανστρατιᾷ πάντων συγκινηθέντων ἐπὶ τὴν μάχην, ἀλλ᾽ ἀριστίνδην ἐξειλεγμένων καὶ τῶν ἐν αὐτοῖς λογάδων ἀναδεξαμένων τὸν πόλεμον, ἐν ᾧ πάλιν καινὸν ἔδειξε στρατηγίας τρόπον ὁ Μωϋσῆς. Τοῦ γὰρ Ἰησοῦ, ὃς μετὰ τὸν Μωϋσέα τοῦ λαοῦ καθηγήσατο, τότε τοῖς Ἀμαληκίταις τὸν στρατὸν ἀντεξάγοντος, ἔξω τῶν ὅπλων ὁ Μωϋσῆς ἐπί τινος γεωλόφου σκοπιᾶς πρὸς τὸν οὐρανὸν ἀναβλέπει, συνεστώτων ἑκατέρωθεν αὐτῷ δύο τῶν ἐπιτηδείων.

Τότε τοιοῦτον ἐν τοῖς γινομένοις θαῦμα παρὰ τῆς ἱστορίας ἀκούομεν· εἰ μὲν ἐπῆρε πρὸς οὐρανὸν τὰς χεῖρας ὁ Μωϋσῆς, ἐπερρώννυτο κατὰ τῶν ἐχθρῶν τὸ ὑπήκοον· εἰ δὲ καθῆκεν, ἐνεδίδου καὶ ὁ στρατὸς τῇ τῶν ἀλλοφύλων ὁρμῇ, ὃ δὴ συνέντες οἱ παρεστῶτες αὐτῷ, βαρείας τε καὶ δυσκινήτους ἔκ τινος κεκρυμμένης αἰτίας τὰς τοῦ Μωϋσέως χεῖρας γεγενημένας, ἑκατέρωθεν ὑποβάντες ὑπήρειδον· ἐπεὶ δὲ ἀσθενέστεροι ἦσαν ἢ ὥστε ἀνέχειν αὐτὸν ἐν ὀρθίῳ τῷ σχήματι, λίθῳ τὴν καθέδραν αὐτοῦ ὑπερείσαντες, οὕτως εἰς οὐρανὸν ἐπαίρειν τὸν Μωϋσέα δι᾽ ἑαυτῶν τὰς χεῖρας ἐποίησαν, οὗ γενομένου ἡττᾶται κατὰ κράτος ὑπὸ τῶν Ἰσραηλιτῶν τὸ ἀλλόφυλον.

Ἐπὶ δὲ τοῦ αὐτοῦ τόπου τῆς νεφέλης μενούσης ἣ καθηγεῖτο τοῦ λαοῦ τῆς πορείας, ἀνάγκη πᾶσα ἦν μηδὲ τὸν λαὸν μετανίστασθαι, μηδενὸς ὄντος τοῦ καθηγουμένου πρὸς τὴν μετανάστασιν. Οὕτω δὲ αὐτοῖς ἀμογητὶ τῆς πρὸς τὸ ζῆν ἀφθονίας παρούσης, ἄνωθεν μὲν τοῦ ἀέρος ἕτοιμον αὐτοῖς ὕοντος ἄρτον, κάτωθεν δὲ τῆς πέτρας τὸ πότον παρεχούσης, τῆς τε αὖ νεφέλης τὴν ὕπαιθρον ἀηδίαν θεραπευούσης, ὡς καὶ τοῦ θάλπους διατείχισμα γίνεσθαι τῇ ἡμέρᾳ καὶ τῇ νυκτὶ λύειν τὸν ζόφον ἐν αὐγῇ τινι πυροειδεῖ καταλάμπουσαν, ἄλυπος αὐτοῖς ἦν ἡ κατὰ τὴν ἔρημον ἐκείνην ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους διατριβὴ καθ᾽ ἣν ἵδρυτο τὸ στρατόπεδον.