Καὶ οὕτως αὐτοῖς τήν τε σκηνὴν ἐπήξατο καὶ τὰ νόμιμα παρατίθεται, τὴν ἱερωσύνην κατὰ τὴν γενομένην αὐτῷ θεόθεν διδασκαλίαν καταστησάμενος. Καὶ ἐπειδὴ πάντα κατὰ τὴν θείαν ὑφήγησιν διὰ τῆς ὑλικῆς δημιουργίας κατεσκευάσατο, τὴν σκηνήν, τὰ προπύλαια, τὰ ἐντὸς πάντα, θυμιατήριον, θυσιαστήριον, λυχνίαν, παραπετάσματα, καταπετάσματα, τὸ τῶν ἀδύτων ἐντὸς ἱλαστήριον, τὸν τῆς ἱερωσύνης κόσμον, τὸ μῦρον, τὰς διαφόρους ἱερουργίας, τὰ καθάρσια, τὰ χαριστήρια, τὰ τῶν κακῶν ἀποτρόπαια, τὰ ἐπὶ τοῖς πλημμεληθεῖσιν ἱλεωτήρια, πάντα κατὰ τὸν δέοντα τρόπον ἐν αὐτοῖς διατάξας, ἐκίνησεν ἐν τοῖς ἐπιτηδείοις τὸν φθόνον καθ᾽ ἑαυτοῦ, τὸ συγγενὲς τῇ φύσει τῶν ἀνθρώπων ἀρρώστημα, ὡς καὶ τὸν Ἀαρὼν ταῖς τιμαῖς τῆς ἱερωσύνης τιμώμενον καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμ, ζηλοτυπίᾳ τινὶ γυναικωδεστέρᾳ πρὸς τὴν γενομένην αὐτῷ θεόθεν τιμὴν ὑποκινηθεῖσαν, φθέγξασθαί τι τοιοῦτον, ἐφ᾽ ᾧ παρεκινήθη τὸ Θεῖον εἰς τὴν τοῦ πλημμελήματος κόλασιν. Ἔνθα δὴ καὶ πλέον τι θαυμάζειν ἄξιον τῆς ἀνεξικακίας τὸν Μωϋσέα, ὅτι τοῦ Θεοῦ τὴν ἄλογον βασκανίαν τοῦ γυναίου κολάζοντος, ἰσχυροτέραν τὴν φύσιν τῆς ὀργῆς ποιησάμενος, τὸν Θεὸν ὑπὲρ τῆς ἀδελφῆς ἱλεώσατο.