Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Πνευματική θεωρία: Η αδιάκοπη ανάβαση και η τέλεια θεοπτία (Επέκτασις)

Η ασώματη φύση του Θεού, η αδυναμία στατικής κατάληψής Του και η αληθινή θεογνωσία ως η διαρκής και ατελεύτητη πορεία της ψυχής οπίσω από τον Δημιουργό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 15 από 18

Ἀλλὰ ταῦτα μὲν τῇ ἀκολουθίᾳ τῶν προεξητασμένων ἑπόμενοι, πρὸς τὴν ὑπόνοιαν τῆς περὶ τὸν τόπον τοῦτον θεωρίας ἠνέχθημεν. Ἐπὶ δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Πῶς ὁ τοσαύταις θεοφανείαις ἐναργῶς ὁρᾶν τὸν Θεὸν παρὰ τῆς θείας φωνῆς μαρτυρούμενος ἐν οἷς φησιν ὅτι· ἐνώπιος ἐνωπίῳ, ὡς ἄν τις λαλήσῃ πρὸς τὸν ἑαυτοῦ φίλον, ἐν τούτοις γενόμενος, ὡς μήπω τυχὼν ὧν τετυχηκέναι διὰ τῆς γραφικῆς μαρτυρίας πιστεύεται, δεῖται τοῦ Θεοῦ φανῆναι αὐτῷ, ὡς τοῦ ἀεὶ φαινομένου μηδέπω ὀφθέντος;

Καὶ ἡ ἄνωθεν φωνὴ νῦν μὲν τῇ ἐπιθυμίᾳ τοῦ αἰτοῦντος συντίθεται καὶ τὴν προσθήκην αὐτῷ τῆς χάριτος ταύτης οὐκ ἀπαναίνεται, πάλιν δὲ εἰς ἀπελπισμὸν ἄγει δι᾽ ὧν ἀποφαίνεται ἀχώρητον εἶναι τῇ τῶν ἀνθρώπων ζωῇ τὸ παρ᾽ ἐκείνου ζητούμενον.

Ἀλλά τινα τόπον εἶναι παρ᾽ ἑαυτῷ φησιν ὁ Θεὸς καὶ ἐν τῷ τόπῳ πέτραν καὶ ὀπὴν ἐν τῇ πέτρᾳ, ἐν ᾗ κελεύει γενέσθαι τὸν Μωϋσέα, εἶτα ἐπιβαλεῖν τὸν Θεὸν τὴν χεῖρα τῷ στομίῳ τῆς ὀπῆς ἐκείνης καὶ παρελθόντα προσκαλέσασθαι, τὸν δὲ Μωϋσέα προσκληθέντα καὶ τῆς ὀπῆς ἔξω γενόμενον τὰ ὀπίσθια ἰδεῖν τοῦ καλέσαντος καὶ οὕτως ἐκεῖνόν τε τὸ ζητούμενον ἰδεῖν δόξαι τῆς τε θείας φωνῆς ἀψευδῆ τὴν ἐπαγγελίαν γενέσθαι.

Ταῦτα γὰρ εἴ τις κατὰ τὸ γράμμα βλέποι, οὐ μόνον ἀσαφὴς τοῖς ζητοῦσιν ἔσται ἡ διάνοια, ἀλλ᾽ οὐδὲ καθαρεύσει τῆς ἀπεμφαινούσης περὶ Θεοῦ ὑπολήψεως. Μόνων γὰρ τῶν ἐν σχήματι θεωρουμένων τὸ μὲν ἐμπρόσθιον, τὸ δὲ ὀπίσθιον.

Πᾶν δὲ σχῆμα σώματος πέρας ἐστίν. Ὥστε ὁ σχῆμα περὶ τὸν Θεὸν ἐννοῶν οὐδὲ τῆς σωματικῆς φύσεως καθαρεύειν αὐτὸν οἰηθήσεται. Πᾶν δὲ σῶμα καὶ σύνθετόν ἐστι πάντως. Τὸ δὲ σύνθετον ἐκ τῆς τῶν ἑτερογενῶν συνδρομῆς ἔχει τὴν σύστασιν. Τὸ δὲ συντιθέμενον οὐκ ἄν τις ἀδιάλυτον εἶναι εἴποι. Τὸ δὲ διαλυόμενον ἄφθαρτον εἶναι οὐ δύναται. Φθορὰ γὰρ ἡ διάλυσις τοῦ συνεστῶτός ἐστιν.

Εἰ οὖν τις τὸ ὀπίσθιον τοῦ Θεοῦ κατὰ τὸ γράμμα νοήσειεν, εἰς ταύτην τὴν ἀτοπίαν ἐκ τῆς ἀκολουθίας κατ᾽ ἀνάγκην ἀπενεχθήσεται. Τὸ γὰρ ἐμπρόσθιόν τε καὶ ὀπίσθιον ἐν σχήματι πάντως, τὸ δὲ σχῆμα ἐν σώματι. Τοῦτο δὲ διαλυτὸν κατὰ τὴν ἰδίαν φύσιν ἐστί. Διαλυτὸν γὰρ ἅπαν τὸ σύνθετον. Τὸ δὲ διαλυόμενον ἄφθαρτον εἶναι οὐ δύναται. Ἄρα ὁ τῷ γράμματι δουλεύων φθορὰν διὰ τῆς ἀκολουθίας τῶν νοημάτων περὶ τὸ Θεῖον ἐννοήσειεν. Ἀλλὰ μὴν ἄφθαρτος ὁ Θεὸς καὶ ἀσώματος.

Ἀλλὰ τίς ἄρα τοῖς γεγραμμένοις ἐφαρμόσει διάνοια παρὰ τὸ ἐκ προχείρου νοούμενον; Εἰ δὲ τοῦτο τὸ μέρος τῶν ἐν τῇ συμφράσει τοῦ λόγου γεγραμμένων ἑτέραν ἡμᾶς ἐξευρεῖν ἀναγκάζει διάνοιαν, προσήκει πάντως καὶ περὶ τοῦ ὅλου τὸ ἴσον διανοεῖσθαι. Οἷον γὰρ ἐν τῷ μέρει νοήσωμεν, τοιοῦτον ἀνάγκῃ καὶ τὸ ὅλον καταλαμβάνομεν. Οὐ γὰρ ἂν εἴη τι ὅλον μὴ ἐκ μερῶν συμπληρούμενον. Οὐκοῦν καὶ ὁ τόπος ὁ παρὰ τῷ Θεῷ καὶ ἡ ἐν τῷ τόπῳ πέτρα καὶ τὸ ἐν ταύτῃ χώρημα, ὅπερ ὀπὴ ὀνομάζεται, καὶ ἡ ἐκεῖ τοῦ Μωϋσέως εἴσοδος καὶ ἡ τῆς θείας χειρὸς ἐπιβολὴ τοῦ στομίου καὶ ἡ πάροδος καὶ ἡ κλῆσις καὶ μετὰ ταύτην ἡ τῶν ὀπισθίων θεωρία εὐλογώτερόν τι τῷ τῆς ἀναγωγῆς νόμῳ θεωρηθήσεται.

Τί οὖν ἐστι τὸ εἰκαζόμενον; Ὅτι καθάπερ τὰ κατωφερῆ τῶν σωμάτων, εἴ τινα κατὰ τοῦ πρανοῦς ὁρμὴν λάβοι, κἂν μηδεὶς ἐπωθῶν μετὰ τὴν πρώτην κίνησιν τύχῃ, αὐτὰ δι᾽ ἑαυτῶν ἐπὶ τὸ κάταντες ἐν σφοδροτέρᾳ τῇ φορᾷ συνελαύνεται, ἕως ἂν ἐπικλινὲς ᾖ καὶ ὑποκατίῃ τῷ σχήματι τὸ τῇ φορᾷ ὑποκείμενον, μηδενὸς εὑρισκομένου τοῦ ἐξ ἀντιβάσεως τὴν ὁρμὴν ἀνακόπτοντος, οὕτω κατὰ τὸ ἔμπαλιν ἡ ψυχὴ τῆς γηΐνης προσπαθείας ἀπολυθεῖσα ἀνωφερής τε καὶ ὀξεῖα γίνεται πρὸς τὴν ἐπὶ τὰ ἄνω κίνησιν, ἀπὸ τῶν κάτω πρὸς τὸ ὕψος ἀνιπταμένη.

Μηδενὸς δὲ ὄντος ἄνωθεν τοῦ τὴν ὁρμὴν ἐπικόπτοντος (ἑλκτικὴ γὰρ πρὸς ἑαυτὴν ἡ τοῦ καλοῦ φύσις ἐστὶ τῶν πρὸς ἐκείνην ἀναβλεπόντων), ἀεὶ πάντως ὑψηλοτέρα ἑαυτῆς γίνεται, τῇ τῶν οὐρανίων ἐπιθυμίᾳ συνεπεκτεινομένη τοῖς ἔμπροσθεν, καθώς φησιν ὁ Ἀπόστολος, καὶ πάντοτε πρὸς τὸ ὑψηλότερον τὴν πτῆσιν ποιήσεται.

Ποθοῦσα γὰρ διὰ τῶν ἤδη κατειλημμένων μὴ καταλιπεῖν τὸ ὕψος τὸ ὑπερκείμενον, ἄπαυστον ποιεῖται τὴν ἐπὶ τὰ ἄνω φοράν, ἀεὶ διὰ τῶν προηνυσμένων τὸν πρὸς τὴν πτῆσιν τόνον ἀνανεάζουσα. Μόνη γὰρ ἡ κατ᾽ ἀρετὴν ἐνέργεια καμάτῳ τρέφει τὴν δύναμιν, οὐκ ἐνδιδοῦσα διὰ τοῦ ἔργου τὸν τόνον, ἀλλ᾽ ἐπαύξουσα.

Διὰ τοῦτό φαμεν καὶ τὸν μέγαν Μωϋσέα ἀεὶ μείζω γινόμενον μηδαμοῦ ἵστασθαι τῆς ἀνόδου, μηδέ τινα ὅρον ἑαυτῷ ποιεῖσθαι τῆς ἐπὶ τὸ ἄνω φορᾶς, ἀλλ᾽ ἅπαξ ἐπιβάντα τῆς κλίμακος ᾗ ἐπεστήρικτο ὁ Θεός, καθώς φησιν Ἰακώβ, εἰσαεὶ τῆς ὑπερκειμένης βαθμίδος ἐπιβαίνειν καὶ μηδέποτε ὑψούμενον παύεσθαι διὰ τὸ πάντοτε εὑρίσκειν τῆς κατειλημμένης ἐν τῷ ὕψει βαθμίδος τὸ ὑπερκείμενον.

Ἀρνεῖται τὴν πρὸς τὴν βασιλίδα τῶν Αἰγυπτίων κατεψευσμένην συγγένειαν. Ἔκδικος γίνεται τοῦ Ἑβραίου. Μετανίσταται πρὸς τὴν ἔρημον διαγωγήν, ἣν ὁ ἀνθρώπινος οὐκ ἐτάραξε βίος. Ποιμαίνει ἐν ἑαυτῷ τὴν τῶν ἡμέρων ζῴων ἀγέλην. Ὁρᾷ τοῦ φωτὸς τὴν λαμπηδόνα. Ἀβαρῆ ποιεῖται τὴν πρὸς τὸ φῶς ἄνοδον τῇ περιαιρέσει τοῦ ὑποδήματος.

Ἐξαιρεῖται πρὸς ἐλευθερίαν τὸ συγγενὲς καὶ ὁμόφυλον. Ὑποβρύχιον βλέπει τὸν ἐχθρὸν κατὰ τῶν κυμάτων δυόμενον. Ὑπὸ τὴν νεφέλην αὐλίζεται. Τῇ πέτρᾳ θεραπεύει τὸ δίψος. Τῷ οὐρανῷ γεωργεῖ τὸν ἄρτον. Εἶτα τῇ ἐκτάσει τῶν χειρῶν καταγωνίζεται τὸ ἀλλόφυλον. Ἀκούει τῆς σάλπιγγος.

Τὸν γνόφον ὑπέρχεται. Ἐπὶ τὰ ἄδυτα τῆς ἀχειροποιήτου σκηνῆς παραδύεται. Μανθάνει τῆς θείας ἱερωσύνης τὰ ἀπόρρητα. Ἐξαφανίζει τὸ εἴδωλον. Ἱλεοῦται τὸ Θεῖον. Ἀνακαλεῖται τὸν ἐν τῇ κακίᾳ τῶν Ἰουδαίων συντριβέντα νόμον.

Λάμπει τῇ δόξῃ. Καὶ διὰ τοσούτων ἐπαρθεὶς ὑψωμάτων, ἔτι σφριγᾷ τῇ ἐπιθυμίᾳ καὶ ἀκορέστως ἔχει τοῦ πλείονος καὶ οὗ διὰ παντὸς κατ᾽ ἐξουσίαν ἐνεφορεῖτο ἔτι διψᾷ καὶ ὡς μήπω μετεσχηκὼς τυχεῖν δέεται, ἐμφανῆναι αὐτῷ τὸν Θεὸν ἱκετεύων, οὐχ ὡς μετέχειν δύναται, ἀλλ᾽ ὡς ἐκεῖνός ἐστι.

Δοκεῖ δέ μοι τὸ τοιοῦτο παθεῖν ἐρωτικῇ τινι διαθέσει πρὸς τὸ τῇ φύσει καλὸν τῆς ψυχῆς διατεθείσης, ἣν ἀεὶ ἡ ἐλπὶς ἀπὸ τοῦ ὀφθέντος καλοῦ πρὸς τὸ ὑπερκείμενον ἐπεσπάσατο, διὰ τοῦ πάντοτε καταλαμβανομένου πρὸς τὸ κεκρυμμένον ἀεὶ τὴν ἐπιθυμίαν ἐκκαίουσα, ὅθεν ὁ σφοδρὸς ἐραστὴς τοῦ κάλλους, τὸ ἀεὶ φαινόμενον ὡς εἰκόνα τοῦ ποθουμένου δεχόμενος, αὐτοῦ τοῦ χαρακτῆρος τοῦ ἀρχετύπου ἐμφορηθῆναι ἐπιποθεῖ.

Καὶ τοῦτο βούλεται ἡ τολμηρά τε καὶ παριοῦσα τοὺς ὅρους τῆς ἐπιθυμίας αἴτησις τὸ μὴ διὰ κατόπτρων τινῶν καὶ ἐμφάσεων, ἀλλὰ κατὰ πρόσωπον ἀπολαῦσαι τοῦ κάλλους. Ἡ δὲ θεία φωνὴ δίδωσι τὸ αἰτηθὲν δι᾽ ὧν ἀπαναίνεται, ἐν ὀλίγοις τοῖς ῥήμασιν ἀμέτρητόν τινα βυθὸν νοημάτων παραδεικνύουσα. Τὸ μὲν γὰρ πληρῶσαι τὴν ἐπιθυμίαν αὐτῷ ἡ τοῦ Θεοῦ μεγαλοδωρεὰ κατένευσε, στάσιν δέ τινα τοῦ πόθου καὶ κόρον οὐκ ἐπηγγείλατο.

Οὐ γὰρ ἂν ἑαυτὸν ἔδειξε τῷ θεράποντι, εἴπερ τοιοῦτον ἦν τὸ ὁρώμενον ὥστε στῆσαι τὴν ἐπιθυμίαν τοῦ βλέποντος, ὡς ἐν τούτῳ ὄντος τοῦ ἀληθῶς ἰδεῖν τὸν Θεὸν ἐν τῷ μὴ λῆξαί ποτε τῆς ἐπιθυμίας τὸν πρὸς αὐτὸν ἀναβλέποντα. Φησὶ γάρ· οὐ δυνήσῃ τὸ πρόσωπόν μου ἰδεῖν· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται.

Τοῦτο δὲ οὐχ ὡς αἴτιον τοῦ θανάτου τοῖς ὁρῶσι γινόμενον ὁ λόγος ἐνδείκνυται. Πῶς γὰρ τὸ τῆς ζωῆς πρόσωπον αἴτιον θανάτου τοῖς ἐμπελάσασι γένοιτ᾽ ἄν ποτε; Ἀλλ᾽ ἐπειδὴ ζωοποιὸν μὲν τῇ φύσει τὸ Θεῖον, ἴδιον δὲ γνώρισμα τῆς θείας φύσεώς ἐστι τὸ παντὸς ὑπερκεῖσθαι γνωρίσματος, ὁ τοίνυν τῶν γινωσκομένων τι τὸν Θεὸν εἶναι οἰόμενος, ὡς παρατραπεὶς ἀπὸ τοῦ ὄντως ὄντος πρὸς τὸ τῇ καταληπτικῇ φαντασίᾳ νομισθὲν εἶναι, ζωὴν οὐκ ἔχει.

Τὸ γὰρ ὄντως ὂν ἡ ἀληθής ἐστι ζωή. Τοῦτο δὲ εἰς ἐπίγνωσιν ἀνέφικτον. Εἰ οὖν ὑπερβαίνει τὴν γνῶσιν ἡ ζωοποιὸς φύσις, τὸ καταλαμβανόμενον πάντως ζωὴ οὐκ ἔστιν. Ὃ δὲ μή ἐστι ζωὴ παρεκτικὸν γενέσθαι ζωῆς φύσιν οὐκ ἔχει. Οὕτως οὖν πληροῦται τῷ Μωϋσεῖ τὸ ποθούμενον, δι᾽ ὧν ἀπλήρωτος ἡ ἐπιθυμία μένει.

Παιδεύεται γὰρ διὰ τῶν εἰρημένων ὅτι τὸ Θεῖον κατὰ τὴν ἑαυτοῦ φύσιν ἀόριστον, οὐδενὶ περιειργόμενον πέρατι. Εἰ γὰρ ἔν τινι πέρατι νοηθείη τὸ Θεῖον, ἀνάγκη πᾶσα καὶ τὸ μετ᾽ ἐκεῖνο συνθεωρηθῆναι τῷ πέρατι. Πάντως γὰρ εἴς τι καταλήγει τὸ περατούμενον, ὥσπερ πτηνῶν πέρας ὁ ἀήρ ἐστι καὶ ἐνύδρων τὸ ὕδωρ. Ὡς οὖν πᾶσι τοῖς μορίοις ἑαυτοῦ ὁ μὲν ἰχθὺς ἐμπεριέχεται τῷ ὕδατι, τὸ δὲ πτηνὸν τῷ ἀέρι, καὶ μέσον τοῦ ὕδατος πρὸς τὸ νηκτὸν ἢ πρὸς τὸ πτηνὸν τοῦ ἀέρος ἡ ἄκρα τοῦ πέρατός ἐστιν ἐπιφάνεια, ἡ τὸ πτηνὸν ἢ τὸν ἰχθὺν περιέχουσα, ἣν τὸ ὕδωρ ἢ ὁ ἀὴρ διαδέχεται, οὕτως ἀνάγκη, εἴπερ ἐν πέρατι νοοῖτο τὸ Θεῖον, τῷ ἑτερογενεῖ κατὰ τὴν φύσιν ἐμπεριέχεσθαι. Τὸ δὲ ἐμπεριέχον τοῦ ἐναπειλημμένου πολλαπλάσιον εἶναι τῇ ἀκολουθίᾳ τοῦ λόγου μαρτυρεῖται.

Ἀλλὰ μὴν καλὸν εἶναι τὸ Θεῖον ὁμολογεῖται τῇ φύσει. Τὸ δὲ πρὸς τὸ καλὸν ἑτεροφυῶς ἔχον ἄλλο τι παρὰ τὸ καλὸν πάντως ἐστί. Τὸ δὲ ἔξω τοῦ καλοῦ ἐν τῇ τοῦ κακοῦ φύσει καταλαμβάνεται. Ἐδείχθη δὲ πολλαπλάσιον εἶναι τοῦ περιεχομένου τὸ περιέχον. Ἀνάγκη οὖν πᾶσα τοὺς ἐν πέρατι τὸ Θεῖον οἰομένους εἶναι καὶ ἐμπεριειλῆφθαι τοῦτο τῇ κακίᾳ συντίθεσθαι.

Ἐλαττουμένου δὲ πάντως τοῦ περιεχομένου τῆς τοῦ περιέχοντος φύσεως, ἀκόλουθον ἂν εἴη τὴν ἐπικράτησιν τοῦ πλεονάζοντος γίνεσθαι. Οὐκοῦν δυναστεύεσθαι τὸ καλὸν ὑπὸ τοῦ ἐναντίου κατασκευάζει ὁ πέρατί τινι περιείργων τὸ Θεῖον. Ἀλλὰ μὴν τοῦτο ἄτοπον. Οὐκ ἄρα περίληψίς τις τῆς ἀορίστου φύσεως νομισθήσεται. Τὸ δὲ ἀπερίληπτον καταληφθῆναι φύσιν οὐκ ἔχει. Ἀλλὰ πᾶσα πρὸς τὸ καλὸν ἡ ἐπιθυμία ἡ πρὸς τὴν ἄνοδον ἐκείνην ἐφελκομένη ἀεὶ τῷ δρόμῳ τοῦ πρὸς τὸ καλὸν ἱεμένου συνεπεκτείνεται.

Καὶ τοῦτό ἐστιν ὄντως τὸ ἰδεῖν τὸν Θεὸν τὸ μηδέποτε τῆς ἐπιθυμίας κόρον εὑρεῖν. Ἀλλὰ χρὴ πάντοτε βλέποντα δι᾽ ὧν ἐστι δυνατὸν ὁρᾶν πρὸς τὴν τοῦ πλέον ἰδεῖν ἐπιθυμίαν ἐκκαίεσθαι. Καὶ οὕτως οὐδεὶς ὅρος ἂν ἐπικόπτοι τῆς πρὸς τὸν Θεὸν ἀνόδου τὴν αὔξησιν, διὰ τὸ μήτε τοῦ καλοῦ τι πέρας εὑρίσκεσθαι, μήτε τινὶ κόρῳ τὴν πρόοδον τῆς πρὸς τὸ καλὸν ἐπιθυμίας ἐκκόπτεσθαι.

Ἀλλὰ τίς ὁ τόπος ἐκεῖνος ὁ παρὰ τῷ Θεῷ νοούμενος; Τίς δὲ ἡ πέτρα; Καὶ τί πάλιν ἐν τῇ πέτρᾳ τὸ χώρημα; Τίς δὲ ἡ χεὶρ τοῦ Θεοῦ, ἡ τὸ στόμιον τοῦ κοίλου τῆς πέτρας διαλαμβάνουσα; Ἡ δὲ τοῦ Θεοῦ πάροδος τίς; Τί δὲ αὐτοῦ τὸ ὀπίσθιον, ὅπερ αἰτήσαντι τῷ Μωϋσεῖ τὴν κατὰ πρόσωπον ὄψιν δώσειν ὁ Θεὸς ἐπηγγείλατο;

Χρὴ γὰρ πάντως μέγα τι τούτων ἕκαστον εἶναι καὶ τῆς τοῦ διδόντος μεγαλοδωρεᾶς ἐπάξιον, ὥστε πάσης τῆς γενομένης ἤδη τῷ μεγάλῳ θεράποντι θεοφανείας τὴν ἐπαγγελίαν ταύτην μεγαλοπρεπεστέραν τε καὶ ὑψηλοτέραν πιστεύεσθαι. Πῶς οὖν ἄν τις τὸ ὕψος τὸ ἐκ τῶν εἰρημένων κατανοήσειεν, ἐφ᾽ ᾧ μετὰ τὰς τοσαύτας ἀναβάσεις ὅ τε Μωϋσῆς ἀναβῆναι ποθεῖ καὶ ὁ τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργῶν εἰς τὸ ἀγαθὸν ἐξευμαρίζει διὰ τῆς ὁδηγίας τὴν ἄνοδον· ἰδοὺ τόπος, φησί, παρ᾽ ἐμοί;

Συμβαίνει τάχα τοῖς προτεθεωρημένοις τὸ νόημα. Τόπον γὰρ εἰπὼν οὐ περιείργει τῷ ποσῷ τὸ δεικνύμενον (ἐπὶ γὰρ τοῦ ἀπόσου μέτρον οὐκ ἔστιν), ἀλλὰ τῇ παραλήψει τῆς κατὰ τὸ μέτρον περιγραφῆς ἐπὶ τὸ ἄπειρόν τε καὶ ἀόριστον χειραγωγεῖ τὸν ἀκούοντα. Δοκεῖ τοίνυν τοιοῦτόν τινα νοῦν ὑποσημαίνειν ὁ λόγος· ἐπειδή σοι πρὸς τὸ ἔμπροσθεν ἡ ἐπιθυμία συντέταται καί σοι τοῦ δρόμου κόρος οὐδείς, οὐδέ τινα τοῦ ἀγαθοῦ ὅρον ἐπίστασαι, ἀλλ᾽ ἀεὶ πρὸς τὸ πλεῖον ὁ πόθος βλέπει, τοσοῦτός ἐστιν ὁ παρ᾽ ἐμοὶ τόπος, ὥστε τὸν ἐν αὐτῷ διαθέοντα μηδέποτε δυνηθῆναι λῆξαι τοῦ δρόμου.

Ὁ δὲ δρόμος ἑτέρῳ λόγῳ στάσις ἐστί· στήσω γάρ σε, φησίν, ἐπὶ τῆς πέτρας. Τοῦτο δὲ τὸ πάντων παραδοξότατον πῶς τὸ αὐτὸ καὶ στάσις ἐστὶ καὶ κίνησις. Ὁ γὰρ ἀνιὼν πάντως οὐχ ἵσταται καὶ ὁ ἑστὼς οὐκ ἀνέρχεται.

Ἐνταῦθα δὲ διὰ τοῦ ἑστάναι τὸ ἀναβῆναι γίνεται. Τοῦτο δέ ἐστιν ὅτι ὅσῳ τις πάγιός τε καὶ ἀμετάθετος ἐν τῷ ἀγαθῷ διαμένει, τοσούτῳ πλέον τὸν τῆς ἀρετῆς διανύει δρόμον. Ὁ γὰρ περισφαλής τε καὶ ὀλισθηρὸς κατὰ τὴν τῶν λογισμῶν βάσιν, ἀβέβαιον τὴν ἐν τῷ καλῷ στάσιν ἔχων, κλυδωνιζόμενός τε καὶ περιφερόμενος, καθώς φησιν ὁ Ἀπόστολος, καὶ ταῖς περὶ τῶν ὄντων ὑπολήψεσιν ἐπιδιστάζων καὶ κραδαινόμενος, οὐκ ἄν ποτε πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἀναδράμοι.

Ὡς οἱ διὰ ψάμμου βαδίζοντες πρὸς τὸ ἄναντες, κἂν μεγάλα τύχωσι τοῖς ποσὶ διαβαίνοντες, ἀνήνυτα μοχθοῦσιν, ἀεὶ πρὸς τὸ κάτω τῆς βάσεως συγκαταρρεούσης τῇ ψάμμῳ, ὡς τὴν μὲν κίνησιν ἐνεργεῖσθαι, πρόοδον δὲ μηδεμίαν τῆς κινήσεως γίνεσθαι. Εἰ δέ τις, καθὼς ἡ ψαλμῳδία φησί, τῆς τοῦ βυθοῦ ὑποστάθμης ἀνασπάσας τοὺς πόδας, ἐπὶ τῆς πέτρας τούτους ἐρείσειεν (ἡ πέτρα δέ ἐστιν ὁ Χριστός, ἡ παντελὴς ἀρετή), ὅσῳ μᾶλλον ἑδραῖος ἐν τῷ ἀγαθῷ καὶ ἀμετακίνητος κατὰ τὴν συμβουλὴν τοῦ Παύλου γίνεται, τοσούτῳ θᾶττον διανύει τὸν δρόμον, οἷόν τινι πτερῷ τῇ στάσει χρώμενος καὶ πρὸς τὴν ἄνω πορείαν διὰ τῆς βεβαιότητος τοῦ ἀγαθοῦ τὴν καρδίαν πτερούμενος. Ὁ οὖν ὑποδείξας τῷ Μωϋσεῖ τὸν τόπον παρορμᾷ πρὸς τὸν δρόμον. Τὴν δὲ ἐπὶ τῆς πέτρας ἐπαγγειλάμενος στάσιν, τὸν τρόπον τῆς θείας ἐκείνης σταδιοδρομίας αὐτῷ ὑποδείκνυσι.

Τὸ δὲ ἐν τῇ πέτρᾳ χώρημα, ἣν ὀπὴν ὀνομάζει ὁ λόγος, καλῶς ὁ θεῖος Ἀπόστολος τοῖς ἰδίοις λόγοις διηρμήνευσεν, οἰκίαν ἀχειροποίητον οὐρανίαν ἀποκεῖσθαι δι᾽ ἐλπίδος τοῖς τὴν γηΐνην σκηνὴν διαλύσασι λέγων.

Ἀληθῶς γὰρ ὁ τὸν δρόμον τελέσας, καθώς φησιν ὁ Ἀπόστολος, ἐν ἐκείνῳ τῷ πλατεῖ καὶ εὐρυχώρῳ σταδίῳ, ὃν τόπον ὀνομάζει ἡ θεία φωνή, καὶ τὴν πίστιν τηρήσας ὄντως, καθώς φησι τὸ αἴνιγμα, ἐπὶ τῆς πέτρας τοὺς ἰδίους πόδας ἐρείσας, οὗτος τῷ τῆς δικαιοσύνης στεφάνῳ παρὰ τῆς χειρὸς τοῦ ἀγωνοθέτου καλλωπισθήσεται. Τὸ δὲ τοιοῦτο γέρας διαφόρως παρὰ τῆς Γραφῆς ὀνομάζεται.

Τὸ γὰρ αὐτὸ ἐνταῦθα μὲν χώρημα πέτρας λέγεται, ἐν ἑτέροις δὲ παραδείσου τρυφὴ καὶ αἰωνία σκηνὴ καὶ μονὴ παρὰ τῷ Πατρὶ καὶ πατριάρχου κόλπος καὶ χώρα ζώντων καὶ ὕδωρ ἀναπαύσεως καὶ ἡ ἄνω Ἰερουσαλὴμ καὶ βασιλεία οὐρανῶν καὶ βραβεῖον κλήσεως καὶ στέφανος χαρίτων καὶ στέφανος τρυφῆς καὶ στέφανος κάλλους καὶ πύργος ἰσχύος καὶ ἐπιτραπέζιος εὐφροσύνη καὶ Θεοῦ συνεδρία καὶ θρόνος κρίσεως καὶ τόπος ὀνομαστὸς καὶ σκηνὴ ἀπόκρυφος.

Ἓν οὖν καὶ τοῦτό φαμεν εἶναι τῶν εἰς τοῦτο φερόντων τὸ νόημα τὴν εἰς τὴν πέτραν τοῦ Μωϋσέως εἴσοδον. Ἐπειδὴ γὰρ Χριστὸς ἡ πέτρα παρὰ τοῦ Παύλου νενόηται, πᾶσα δὲ ἀγαθῶν ἐλπὶς ἐν τῷ Χριστῷ εἶναι πιστεύεται, ἐν ᾧ πάντας εἶναι τοὺς θησαυροὺς τῶν ἀγαθῶν μεμαθήκαμεν, ὁ ἐν ἀγαθῷ τινι γενόμενος ἐν τῷ Χριστῷ πάντως ἐστὶ τῷ περιεκτικῷ παντὸς ἀγαθοῦ.

Ὁ δὲ μέχρι τούτου φθάσας καὶ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς σκεπασθείς, καθὼς ὁ λόγος ἐπηγγείλατο (χεὶρ δ᾽ ἂν εἴη τοῦ Θεοῦ ἡ δημιουργικὴ τῶν ὄντων δύναμις, ὁ μονογενὴς Θεός, δι᾽ οὗ τὰ πάντα ἐγένετο, ὃς καὶ τοῖς τρέχουσι τόπος ἐστίν, ὁδὸς τοῦ δρόμου γινόμενος, κατὰ τὴν ἰδίαν φωνήν, καὶ πέτρα γίνεται τοῖς βεβαίοις καὶ οἶκος τοῖς ἀναπαυομένοις), τότε ἀκούσεται τοῦ προσκαλουμένου καὶ κατόπιν τοῦ καλοῦντος ὀφθήσεται, τουτέστιν· ὀπίσω Κυρίου τοῦ Θεοῦ πορεύσεται, καθὼς ὁ νόμος παρεγγυᾷ.

Ὅπερ ἀκούσας ἐνόησε καὶ ὁ μέγας Δαβίδ, τῷ μὲν κατοικοῦντι ἐν βοηθείᾳ τοῦ Ὑψίστου λέγων ὅτι· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, ὅπερ ἴσον ἐστὶ τοῦ κατόπιν αὐτὸν τοῦ Θεοῦ εἶναι (ἐν γὰρ τοῖς ὀπισθίοις ἐστὶ τὸ μετάφρενον), περὶ ἑαυτοῦ δὲ τοῦτο βοῶν ὅτι· ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Ὁρᾷς πῶς συμβαίνει τῇ ἱστορίᾳ ἡ ψαλμῳδία. Ὡς γὰρ οὗτός φησι τῷ ὀπίσω τοῦ Θεοῦ κεκολλημένῳ τὴν τῆς δεξιᾶς εἶναι ἀντίληψιν, οὕτω κἀκεῖ ἡ χεὶρ ἅπτεται τοῦ ἐν τῇ πέτρᾳ τὴν θείαν φωνὴν ἀναμένοντος καὶ κατόπιν ἀκολουθεῖν εὐχομένου.

Ἀλλὰ καὶ ὁ Κύριος, ὁ τότε τῷ Μωϋσεῖ χρηματίσας, ὁ πληρωτὴς τοῦ ἰδίου νόμου γενόμενος, ὁμοίως πρὸς τοὺς μαθητὰς διεξέρχεται, ἀπογυμνῶν τῶν ἐν αἰνίγματι ῥηθέντων εἰς τὸ ἐμφανὲς τὴν διάνοιαν· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, λέγων, οὐκ· εἴ τις ἔμπροσθεν. Καὶ τῷ περὶ τῆς αἰωνίου ζωῆς ἱκετεύοντι τὸ αὐτὸ τοῦτο ὑποτίθεται· δεῦρο γάρ, φησίν, ἀκολούθει μοι.

Ὁ δὲ ἀκολουθῶν τὸ ὄπισθεν βλέπει. Οὐκοῦν διδάσκεται νῦν ὁ Μωϋσῆς, ὁ ἰδεῖν τὸν Θεὸν σπεύδων, πῶς ἔστιν ἰδεῖν τὸν Θεόν, ὅτι τὸ ἀκολουθεῖν τῷ Θεῷ, καθ᾽ ὅπερ ἂν καθηγῆται, τοῦτο βλέπειν ἐστὶ τὸν Θεόν. Ἡ γὰρ πάροδος αὐτοῦ τὴν ὁδηγίαν τοῦ ἑπομένου διασημαίνει. Οὐ γὰρ ἔστιν ἄλλως τὸν ἀγνοοῦντα τὴν ὁδὸν ἀσφαλῶς διανύσαι, μὴ τῷ καθηγουμένῳ κατόπιν ἑπόμενον.

Ὁ οὖν ὁδηγῶν τῷ προηγεῖσθαι τῷ ἑπομένῳ τὴν ὁδὸν ὑποδείκνυσιν. Ὁ δὲ ἑπόμενος τότε τῆς εὐθείας οὐκ ἐκτραπήσεται, εἰ τὸ ὀπίσω ἀεὶ τοῦ ἡγουμένου βλέποι. Ὁ γὰρ ἐπὶ τὰ πλάγια τῇ κινήσει παραφερόμενος ἢ ἀντιπρόσωπον φέρων τῷ ὁδηγοῦντι τὸ βλέμμα ἄλλην ἑαυτῷ καινοτομεῖ πορείαν, οὐχ ἣν ὁ ὁδηγὸς ὑποδείκνυσι. Διό φησι πρὸς τὸν ὁδηγούμενον ὅτι· τὸ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, τουτέστι· μὴ ἀντιπρόσωπος γίνου τῷ ὁδηγοῦντι. Πρὸς γὰρ τὸ ἐναντίον πάντως ὁ δρόμος ἔσται. Ἀγαθὸν γὰρ ἀγαθῷ οὐκ ἀντιβλέπει, ἀλλ᾽ ἕπεται.

Τὸ δὲ ἐκ τοῦ ἐναντίου νοούμενον τῷ ἀγαθῷ ἀντιπρόσωπον γίνεται. Ἡ γὰρ κακία ἐξ ἐναντίου τῇ ἀρετῇ βλέπει. Ἀρετὴ δὲ οὐκ ἀντιθεωρεῖται τῇ ἀρετῇ ἀντιπρόσωπος. Ὁ οὖν Μωϋσῆς οὐκ ἀντιβλέπει τῷ Θεῷ, ἀλλὰ τὰ ὀπίσω αὐτοῦ βλέπει. Ὁ γὰρ ἀντιβλέπων οὐ ζήσεται, καθὼς μαρτυρεῖται ἡ θεία φωνή, ὅτι· οὐδεὶς ὄψεται τὸ πρόσωπον Κυρίου καὶ ζήσεται.

Ὁρᾷς ὅσον ἐστὶ τὸ μαθεῖν ἀκολουθῆσαι τῷ Θεῷ, ὅτι μετὰ τὰς ὑψηλὰς ἐκείνας ἀναβάσεις καὶ τὰς φοβεράς τε καὶ ἐνδόξους θεοφανείας πρὸς τῷ τέλει που τῆς ζωῆς μόγις ταύτης ἀξιοῦται τῆς χάριτος ὁ μαθὼν κατόπιν γενέσθαι Θεοῦ. Τῷ δὲ οὕτως ἑπομένῳ τῷ Θεῷ οὐκέτι τῶν διὰ κακίας προσοχθισμάτων ἀντιβαίνει οὐδέν.