Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Επίλογος: Η αληθινή τελειότητα και η φιλία με τον Θεό

Ανακεφαλαίωση των διαδοχικών σταθμών πνευματικής προόδου του Μωυσή και η ανάδειξή του ως αρχετύπου του ενάρετου ανθρώπου, του οποίου η τέλεια μακαριότητα συνίσταται στο να είναι φίλος του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 18 από 18

Ἀλλ᾽ οὐδέν, οἶμαι, χρὴ μηκύνειν τὸν λόγον, πάντα τοῦ Μωϋσέως τὸν βίον εἰς ἀρετῆς ὑπόδειγμα προτιθέντα τοῖς ἐντυγχάνουσι. Τῷ γὰρ πρὸς τὴν ὑψηλοτέραν ζωὴν ἑαυτὸν ἀνατείναντι, οὐ μικρὰ γένοιτ᾽ ἂν πρὸς τὴν ἀληθῆ φιλοσοφίαν ἐφόδια τὰ εἰρημένα. Τῷ δὲ μαλακιζομένῳ πρὸς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας, κἂν πολλαπλάσια γραφῇ τῶν εἰρημένων, οὐδὲν ἂν ἐκ τοῦ πλήθους γένοιτο κέρδος.

Πλήν, ὡς ἂν μὴ τοῦ κατὰ τὸ προοίμιον διορισμοῦ λήθη γένοιτο, ἐν οἷς ἡμῖν ὁ λόγος διϊσχυρίζετο τοιοῦτον εἶναι τὸν τέλειον βίον, οὗ μηδεμία περιγραφὴ τελειότητος κωλύει τὴν πρόοδον, ἀλλ᾽ ἡ πρὸς τὸ κρεῖττον ἀεὶ γινομένη τοῦ βίου ἐπαύξησις ὁδός ἐστι τῇ ψυχῇ πρὸς τελείωσιν, καλῶς ἂν ἔχοι, πρὸς τὸ πέρας τοῦ βίου Μωϋσέως ἀγαγόντας τὸν λόγον, ἀσφαλῆ δεῖξαι τὸν ἀποδοθέντα ἡμῖν ὅρον τῆς τελειότητος.

Ὁ γὰρ διὰ τοσούτων ἀναβάσεων παρὰ πάντα τὸν βίον ὑψούμενος οὐκ ἠπόρησε γενέσθαι πάλιν ἑαυτοῦ ὑψηλότερος, ὡς ἄν, οἶμαι, διὰ πάντων ἀετοῦ δίκην ὑπερνεφὴς αὐτοῦ θεωροῖτο ἡ ζωὴ καὶ μετέωρος, περὶ τὸν αἰθέρα τῆς νοητῆς ἀναβάσεως ἑλισσομένη.

Ἐτέχθη, ὅτε τὸ τεχθῆναι τὸν Ἑβραῖον παρὰ τοῖς Αἰγυπτίοις ἀδίκημα ἔδοξε. Τοῦ τυράννου τότε νόμῳ τὸν τεχθέντα κολάζοντος κρείττων γίνεται τοῦ φθοροποιοῦ νόμου, περισωθεὶς τὰ μὲν πρῶτα παρὰ τῶν γεννησαμένων, μετὰ ταῦτα δὲ παρ᾽ αὐτῶν τῶν τεθεικότων τὸν νόμον. Καὶ οἷς ὁ θάνατος αὐτοῦ νόμῳ κατεσπουδάσθη, οὗτοι οὐ τῆς ζωῆς μόνον, ἀλλὰ καὶ τῆς εὐδοκίμου τροφῆς πᾶσαν εἰσηνέγκαντο πρόνοιαν, διὰ πάσης σοφίας ἀγαγόντες τὸν νέον.

Κρείττων μετὰ ταῦτα γίνεται τῆς ἀνθρωπίνης τιμῆς καὶ τῆς βασιλικῆς ἀξίας ὑπέρτερος, ἰσχυρότερον εἶναι καὶ βασιλικώτερον κρίνας ἀντὶ τῶν δορυφόρων καὶ τοῦ βασιλικοῦ κόσμου τὴν τῆς ἀρετῆς φρουρὰν ἔχειν καὶ τῷ ταυτῆς κόσμῳ ἐγκαλλωπίζεσθαι.

Μετὰ τοῦτο περισῴζεται τὸν ὁμόφυλον καὶ καταβάλλει τῇ πληγῇ τὸν Αἰγύπτιον, νοούντων ἡμῶν διὰ τῆς ἐξεταστικῆς θεωρίας τόν τε ἐχθρὸν τῆς ψυχῆς καὶ τὸν φίλον. Εἶτα διδάσκαλον τῶν ὑψηλῶν μαθημάτων ποιεῖται τὴν ἡσυχίαν καὶ οὕτω φωτίζεται τὴν διάνοιαν τῷ φωτὶ τῷ ἐκ τῆς βάτου ἐκλάμψαντι. Καὶ τότε σπουδὴν ποιεῖται κοινωνῆσαι τοῖς ὁμοφύλοις τῶν θεόθεν αὐτῷ γεγενημένων καλῶν.

Ἐν τούτοις διπλῆν ἐποιήσατο τῆς δυνάμεως τὴν ἐπίδειξιν, τὴν μὲν ἀμυντικὴν κατὰ τῶν ἐναντίων ἐν πολυτρόποις τε δείξας καὶ ἐπαλλήλοις ταῖς πληγαῖς, τὴν δὲ εὐεργετικὴν ἐπὶ τῶν ὁμοφύλων. Διάγει διὰ τοῦ πελάγους τὸν τοσοῦτον λαὸν ποδί, οὐ στόλον ἑαυτῷ νηῶν παρασκευάσας, ἀλλὰ τὴν πίστιν αὐτοῖς πρὸς τὸν διέκπλουν ναυπηγησάμενος, χέρσον ποιεῖ τοῖς Ἑβραίοις τὸν βυθόν, θάλασσαν δὲ τοῖς Αἰγυπτίοις τὴν χέρσον.

Ἦισε τὰ ἐπινίκια. Ὡδηγήθη τῷ στύλῳ. Ἐφωτίσθη τῷ οὐρανίῳ πυρί. Τράπεζαν ἐκ τῆς ἄνωθεν τροφῆς ἑαυτῷ παρεστήσατο. Τῆς πέτρας ἐνεφορήθη. Τὰς χεῖρας ἀνέτεινεν ἐπὶ τῇ τῶν Ἀμαληκιτῶν ἀπωλείᾳ. Προσβαίνει τῷ ὄρει. Ἐν γνόφῳ γίνεται. Σάλπιγγος ἤκουσε.

Τῇ θείᾳ φύσει προσήγγισεν. Ὑπὸ τῆς ἄνω σκηνῆς περιεσχέθη. Τὴν ἱερωσύνην ἐκόσμησε. Τὴν σκηνὴν ἐπήξατο. Τοῖς νόμοις τὴν ζωὴν διωρθώσατο. Τοὺς τελευταίους πολέμους κατὰ τὸν εἰρημένον τρόπον κατώρθωσεν. Ἐπὶ τέλει τῶν κατορθωμάτων τὴν ἀκολασίαν διὰ τῆς ἱερωσύνης ἐκόλασε.

Τοῦτο γὰρ ἡ διὰ τοῦ Φινεὲς γενομένη κατὰ τοῦ πάθους ὀργὴ ὑπῃνίξατο. Ἐπὶ πᾶσι τούτοις, πρόσεισι τῷ ὄρει τῆς ἀναπαύσεως. Οὐκ ἐπιβαίνει τῆς κάτω γῆς πρὸς ἣν ὁ κάτω λαὸς ἐξ ἐπαγγελίας ἑώρα. Οὐ γεύεται γηΐνης ἔτι τροφῆς ὁ τῇ ἄνωθεν ἐπιρρεούσῃ ζῆν μελέτησας, ἀλλ᾽ ἄνω γενόμενος κατ᾽ αὐτὴν τοῦ ὄρους τὴν ἀκρώρειαν, ὥσπερ τις ἀνδριαντοποιὸς ἐπιστήμων, ὅλον ἑαυτοῦ τὸν ἀνδριάντα τοῦ βίου ἐξεργασάμενος ἀκριβῶς, ἐπὶ τῷ ἄκρῳ τῆς κατασκευῆς οὐχὶ τελευτήν, ἀλλὰ κορυφὴν τῷ ἔργῳ ἐπέθηκε.

Τί γάρ φησι περὶ αὐτοῦ ἡ ἱστορία; Ὅτι ἐτελεύτησε Μωϋσῆς οἰκέτης Κυρίου διὰ ῥήματος Θεοῦ, καὶ οὐδεὶς ἔγνω τὴν ταφὴν αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ οὐκ ἠμαυρώθησαν, καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἐφθάρη. Διδασκόμεθα γὰρ διὰ τούτων ὅτι διὰ τοσούτων κατορθωμάτων γενόμενος τότε ἀξιοῦται τοῦ ὑψηλοῦ τούτου ὀνόματος, ὥστε οἰκέτης κληθῆναι Θεοῦ, ὅπερ ἐστὶν ἴσον εἰπεῖν ὅτι παντὸς κρείττων ἐγένετο. Οὐ γὰρ ἄν τις Θεῷ δουλεύσειε μὴ τῶν ἐν τῷ κόσμῳ πάντων κρείττων γενόμενος. Τοῦτο δὲ αὐτῷ καὶ τέλος ἐστὶ τοῦ κατ᾽ ἀρετὴν βίου διὰ ῥήματος Θεοῦ κατορθούμενον, ὃ δὴ τελευτὴν ἡ ἱστορία λέγει, τελευτὴν ζῶσαν, ἣν οὐ διαδέχεται τάφος, ᾗ οὐκ ἐπιχώννυται τύμβος, ἡ τοῖς ὀφθαλμοῖς ἀμαυρότητα καὶ τῷ προσώπῳ διαφθορὰν οὐκ ἐπάγουσα.

Τί οὖν παιδευόμεθα διὰ τῶν εἰρημένων; Πρὸς ἓν τέλος διὰ τοῦ βίου βλέπειν τὸ τοῦ Θεοῦ οἰκέται διὰ τῶν βεβιωμένων κληθῆναι.

Ὅταν γὰρ πάντας τοὺς ἐχθροὺς καταγωνίσῃ, τὸν Αἰγύπτιον, τὸν Ἀμαληκίτην, τὸν Ἰδουμαῖον, τὸν Μαδιανίτην, καὶ περάσῃς τὸ ὕδωρ καὶ φωτισθῇς τῇ νεφέλῃ καὶ γλυκανθῇς διὰ τοῦ ξύλου καὶ πίῃς τῆς πέτρας καὶ τῆς ἄνωθεν γεύσῃ τροφῆς καὶ διὰ τῆς καθαρότητός τε καὶ ἁγνείας ὁδοποιήσῃς σεαυτῷ τὴν ἐπὶ τὸ ὄρος ἄνοδον κἀκεῖ γενόμενος κατηχηθῇς τὸ θεῖον μυστήριον τῇ τῶν σαλπίγγων ἠχῇ καὶ ἐν τῷ δυσθεωρήτῳ γνόφῳ διὰ πίστεως τῷ Θεῷ προσεγγίσῃς κἀκεῖ διδαχθῇς τὰ τῆς σκηνῆς μυστηρία καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὅταν γένῃ τῶν σῶν καρδιῶν λαοξόος, ὥστε ἐν ταύταις παρὰ τοῦ Θεοῦ τὰ θεῖα λόγια ἐγχαράξαι, ὅταν τὸ τοῦ χρυσοῦ εἴδωλον ἐξαφανίσῃς, τουτέστι ἐὰν τὴν πλεονεκτικὴν ἐπιθυμίαν ἐξαλείψῃς τοῦ βίου, ὅταν τοσοῦτον ὑψωθῇς, ὥστε ἄμαχος φανῆναι τῇ γοητείᾳ τοῦ Βαλαὰμ (γοητείαν δὲ ἀκούσας, νόησόν μοι τὴν ποικίλην τῆς ζωῆς ταύτης ἀπάτην, δι᾽ ἧς οἱ ἄνθρωποι, καθάπερ τινὶ Κιρκαίῳ κρατῆρι φαρμακευόμενοι, τῆς ἰδίας ἐκστάντες φύσεως εἰς ἀλόγων μορφὰς μεταπλάττονται), ὅταν διὰ πάντων γένῃ τούτων καὶ βλαστήσῃ ἐν σοὶ τῆς ἱερωσύνης ἡ ῥάβδος, ἡ μηδεμίαν τινὰ γῆς ἰκμάδα πρὸς τὴν βλάστην ἐφελκομένη, ἀλλ᾽ οἴκοθεν τοῦ καρποῦ τὴν δύναμιν ἔχουσα καὶ καρποῦ καρυΐνου, οὗ ἡ μὲν πρώτη ἔντευξις πικρά τε καὶ κατεστυμμένη, τὸ δὲ ἐγκείμενον ἡδὺ καὶ ἐδώδιμον, ὅταν πᾶν τὸ ἐπανιστάμενον κατὰ τοῦ σοῦ ἀξιώματος εἰς ἀφανισμὸν χωρήσῃ, κατὰ τὸν Δαθὰν ὑπόγειον γενόμενον ἢ ἐκδαπανηθὲν τῷ πυρὶ κατὰ τὸν Κορέ, τότε προσεγγίσεις τῷ τέλει.

Τέλος δὲ λέγω οὗ ἕνεκα πάντα γίνεται, οἷον τέλος τῆς γεωργικῆς ἡ ἀπόλαυσις τῶν καρπῶν, τέλος τῆς κατασκευῆς τοῦ οἴκου ἡ οἴκησις, τέλος τῆς ἐμπορίας ὁ πλοῦτος καὶ τῶν ἐν τοῖς ἀγῶσι πόνων ὁ στέφανος. Οὕτω καὶ τῆς ὑψηλῆς πολιτείας τέλος τὸ κληθῆναι οἰκέτην Θεοῦ, ᾧ συνθεωρεῖται τὸ μὴ ὑποχωσθῆναι τῷ τύμβῳ, τοῦτο δέ ἐστι τὸ γυμνήν τε καὶ ἀπέριττον τῶν πονηρῶν ἐφολκίων τὴν ζωὴν γενέσθαι.

Τῆς δὲ δουλείας ταύτης καὶ ἕτερον γνώρισμά φησιν ὁ λόγος τὸ μήτε ὀφθαλμὸν ἀμαυρωθῆναι, μήτε πρόσωπον διαφθαρῆναι. Ὁ γὰρ ἐν φωτὶ διὰ παντὸς ὢν ὀφθαλμὸς πῶς ἀμαυρωθήσεται διὰ σκότους οὗ ἠλλοτρίωται; Καὶ ὁ τὴν ἀφθαρσίαν ἐν πάσῃ τῇ ζωῇ κατορθώσας οὐδεμίαν πάντως φθορὰν ἐφ᾽ ἑαυτοῦ παραδέχεται. Ὁ γὰρ ἀληθῶς κατ᾽ εἰκόνα Θεοῦ γεγονὼς καὶ μηδαμοῦ παρατραπεὶς τοῦ θείου χαρακτῆρος ἐφ᾽ ἑαυτοῦ τὰ γνωρίσματα φέρει καὶ συμβαίνει διὰ πάντων τῇ ὁμοιώσει πρὸς τὸ ἀρχέτυπον, τῷ ἀφθάρτῳ τε καὶ ἀναλλοιώτῳ καὶ πάσης ἀμιγεῖ κακίας τὴν ἰδίαν ψυχὴν καλλωπίζων.

Ταῦτά σοι, ὦ ἄνθρωπε τοῦ Θεοῦ, περὶ τῆς τοῦ βίου τοῦ κατ᾽ ἀρετὴν τελειότητος, Καισάριε, ὁ βραχὺς ἡμῶν οὗτος ὑποτίθεται λόγος, οἷόν τι πρωτότυπον ἐν μορφῇ κάλλους τὸν τοῦ μεγάλου Μωϋσέως ὑπογράψας σοι βίον, ἐφ᾽ ᾧ τοὺς καθ᾽ ἕκαστον ἡμῶν διὰ τῆς τῶν ἐπιτηδευμάτων μιμήσεως ἐν ἑαυτοῖς μεταγράφειν τοῦ προδειχθέντος ἡμῖν κάλλους τὸν χαρακτῆρα. Τοῦ γὰρ κατωρθωκέναι τὸν Μωϋσέα τὴν ἐνδεχομένην τελειότητα τίς ἂν ἡμῖν ἀξιοπιστότερος εὑρεθείη μάρτυς τῆς θείας φωνῆς ἥ φησι πρὸς αὐτὸν ὅτι· ἔγνων σε παρὰ πάντας, ἀλλὰ καὶ τὸ φίλον αὐτὸν ὀνομασθῆναι Θεοῦ παρ᾽ αὐτοῦ τοῦ Θεοῦ καὶ τὸ συναπολέσθαι μᾶλλον ἑλόμενον μετὰ πάντων, εἰ μὴ κἀκείνοις ἐφ᾽ οἷς ἐπλημμέλησαν ἱλεωθείη δι᾽ εὐμενείας τὸ Θεῖον, στῆσαι κατὰ τῶν Ἰσραηλιτῶν τὴν ὀργήν, τὴν ἰδίαν τοῦ Θεοῦ κρίσιν παρατρέψαντος, ἵνα μὴ λυπήσῃ τὸν φίλον. Καὶ πάντα τὰ τοιαῦτα μαρτυρία σαφής ἐστι καὶ ἀπόδειξις τοῦ πρὸς τὸν ἀκρότατον τῆς τελειότητος ὅρον ἀναβεβηκέναι τοῦ Μωϋσέως τὸν βίον.

Ἐπεὶ οὖν τοῦτο παρ᾽ ἡμῶν τὸ ζητούμενον ἦν τί τὸ τέλειον τῆς ἐναρέτου πολιτείας ἐστίν, εὑρέθη δὲ διὰ τῶν εἰρημένων τὸ τέλειον, ὥρα σοι, ὦ γενναῖε, πρὸς τὸ ὑπόδειγμα βλέπειν καὶ τὰ δι᾽ ὑψηλοτέρας ἀναγωγῆς θεωρηθέντα περὶ τῶν ἱστορικῶς εἰρημένων· ἐπὶ τὸν ἴδιον μεταφέροντα βίον γνωσθῆναί τε ὑπὸ τοῦ Θεοῦ καὶ φίλον γενέσθαι αὐτοῦ. Τοῦτο γάρ ἐστιν ὡς ἀληθῶς ἡ τελειότης τὸ μηκέτι δουλοπρεπῶς φόβῳ κολάσεως τοῦ κατὰ κακίαν βίου χωρίζεσθαι, μηδὲ τῇ τῶν μισθῶν ἐλπίδι τὸ ἀγαθὸν ἐνεργεῖν, πραγματευτικῇ τινι καὶ συναλλαγματικῇ διαθέσει κατεμπορευομένους τῆς ἐναρέτου ζωῆς, ἀλλ᾽ ὑπεριδόντας πάντων καὶ τῶν ἐν ἐπαγγελίαις δι᾽ ἐλπίδος ἀποκειμένων, μόνον ἡγεῖσθαι φοβερὸν τὸ τῆς φιλίας τοῦ Θεοῦ ἐκπεσεῖν, καὶ μόνον τίμιόν τε καὶ ἐράσμιον ἑαυτοῖς κρῖναι τὸ φίλον γενέσθαι Θεῷ, ὅπερ ἐστί, κατά γε τὸν ἐμὸν λόγον, ἡ τελειότης τοῦ βίου, ὅ τι δ᾽ ἂν παρὰ σοῦ πρὸς τὸ μεγαλοπρεπέστερόν τε καὶ θειότερον ἐπαρθείσης σοι τῆς διανοίας εὑρεθῇ (πολλὰ δέ, εὖ οἶδα, εὑρεθήσεται), κοινὸν πάντως ἔσται τὸ κέρδος ἐν Χριστῷ Ἰησοῦ, ἀμήν.