Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον Μωϋσέως

Γρηγόριος ὁ Νύσσης

Ιστορική αφήγηση: Η θεοφάνεια στο Σινά, η Νομοθεσία και η Σκηνή του Μαρτυρίου

Η άνοδος του Μωυσή στο όρος, η παράδοση του Νόμου, η αποκάλυψη της αχειροποίητης Σκηνής, καθώς και τα γεγονότα της ειδωλολατρίας και της ανανέωσης των πλακών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 18

Ἐν τούτῳ δὲ καί τινος αὐτοῖς ἀπορρητοτέρας μυήσεως ὁ Μωϋσῆς καθηγεῖτο, αὐτῆς τῆς θείας δυνάμεως διὰ τῶν ὑπὲρ λόγον θαυμάτων τόν τε λαὸν πάντα καὶ αὐτὸν τὸν καθηγεμόνα μυσταγωγούσης. Ἡ δὲ μυσταγωγία τοῦτον ἐπετελεῖτο τὸν τρόπον. Προείρητο τῷ λαῷ τῶν τε ἄλλων μολυσμάτων ἐκτὸς εἶναι πάντων, ὅσα περί τε σῶμα καὶ ψυχὴν καθορᾶται, καὶ περιρραντηρίοις τισὶν ἀφαγνίσασθαι, καὶ αὐτοῦ δὲ τοῦ γάμου ἐν ῥητῷ τινὶ ἡμερῶν ἀριθμῷ καθαρεῦσαι, ὡς πασῆς ἐμπαθοῦς τε καὶ σωματικῆς διαθέσεως ἐκπλυθέντα καθαρὸν πάθους προσβῆναι τῷ ὄρει μυηθησόμενον (Σινὰ δὲ ἦν τὸ τοῦ ὄρους ὄνομα) ὃ μόνοις ἀνείθη κατὰ τὸν καιρὸν ἐκεῖνον τοῖς λογικοῖς εἰς ἐπίβασιν καὶ τούτων τοῖς ἀνδράσι μόνοις καὶ τούτων πάλιν τοῖς παντὸς ἀφαγνισθεῖσι μιάσματος· φυλακὴ δὲ πᾶσα ἦν καὶ προμήθεια τοῦ μηδὲν τῶν ἀλόγων ἐπιβατεῦσαι τοῦ ὄρους, εἰ δέ που καὶ γένοιτο, καταλευσθῆναι παρὰ τοῦ λαοῦ πᾶν ὅτιπερ ἦν τῆς ἀλόγου φύσεως κατὰ τὸ ὄρος φαινόμενον.

Εἶτα τὸ ἐναέριον φῶς ἐκ καθαρᾶς αἰθρίας ζόφῳ κατεμελαίνετο, ὡς ἀόρατον γενέσθαι τὸ ὄρος, ἐν κύκλῳ τῷ γνόφῳ διειλημμένον. Πῦρ τε ἐκ τοῦ γνόφου διαφαινόμενον φοβερὰν ἐποίει τοῖς ὁρῶσι τὴν ὄψιν, πανταχόθεν τὴν περιοχὴν τοῦ ὄρους ἐπιβοσκόμενον, ὡς καὶ καπνῷ διὰ τῆς τοῦ πυρὸς περιδρομῆς ἅπαν τὸ φαινόμενον ὑποτύφεσθαι. Ἡγεῖτο δὲ τοῦ λαοῦ ὁ Μωϋσῆς πρὸς τὴν ἄνοδον, οὐδὲ αὐτὸς θαρσῶν τὸ ὁρώμενον, ἀλλὰ κατεπτηχὼς τὴν ψυχὴν ὑπὸ δέους καὶ τὸ σῶμα τῷ φόβῳ κραδαινόμενος, ὡς μηδὲ πρὸς τοὺς Ἰσραηλίτας τὸ πάθος τῆς ψυχῆς ἐπικρύπτεσθαι, ὁμολογεῖν δὲ πρὸς αὐτοὺς τὸ καταπεπλῆχθαι τοῖς φαινομένοις καὶ μὴ ἀτρεμεῖν τῷ σώματι.

Ἦν γὰρ οὐ τὸ φαινόμενον τοιοῦτο μόνον οἷον ἔκπληξιν τῇ ψυχῇ διὰ τῶν ὀφθαλμῶν ἐμποιῆσαι, ἀλλὰ καὶ διὰ τῆς ἀκοῆς εἰσεχεῖτο τὰ φοβερά, φωνῆς ἄνωθεν καταπληκτικῶς ἐπιρρηγνυμένης ἐφ᾽ ἅπαν τὸ ὑποκείμενον· ἧς χαλεπὴ μὲν καὶ ἡ πρώτη προσβολὴ καὶ ἀκοῇ πάσῃ δυσάντητος ἦν, ἐν ὁμοιότητι μὲν τῆς τῶν ἄλλων σαλπίγγων ἠχῆς γινομένη, παριοῦσα δὲ τῷ βαρεῖ καὶ καταπληκτικῷ τῆς φωνῆς ἅπαν τοιοῦτον ὑπόδειγμα, φοβερωτέρα δὲ προιοῦσα ἐγίνετο, ἀεὶ πρὸς τὸ καταπληκτικώτερον διὰ προσθήκης τὸν ἦχον αὐτῆς ἐπιτείνουσα. Ἡ δὲ φωνὴ αὕτη ἔναρθρος ἦν, θείᾳ δυνάμει δίχα τῶν φωνητικῶν ὀργάνων τοῦ ἀέρος διαρθροῦντος τὸν λόγον. Ἦν δὲ ὁ λόγος οὐκ εἰκῇ διαρθρούμενος, ἀλλ᾽ ἐνομοθέτει θεῖα διατάγματα. Καὶ ἡ μὲν φωνὴ προιοῦσα δι᾽ ἐπιδόσεως ηὔξετο καὶ ὑπερήχει ἑαυτὴν ἡ σάλπιγξ, τὰς προλαβούσας φωνὰς ἀεὶ ταῖς ἐφεξῆς ὑπερβάλλουσα.

Ὁ δὲ λαὸς ἅπας ἥττων ἦν ἢ ὥστε ἀνέχεσθαι τὸ φαινόμενόν τε καὶ ἀκουόμενον. Διὸ καὶ κοινὴ παρὰ πάντων αἴτησις προσάγεται τῷ Μωϋσεῖ δι᾽ ἐκείνου μεσιτευθῆναι τὸν νόμον, ὡς οὐκ ἀπιστήσοντος τοῦ λαοῦ, θεῖον εἶναι παράγγελμα πᾶν ὅτιπερ ἂν ᾖ παρ᾽ ἐκείνου κατὰ τὴν ἄνωθεν διδασκαλίαν παραγγελλόμενον. Πάλιν οὖν πρὸς τὴν ὑπώρειαν πάντων καταδραμούντων, μόνος ὑπελείφθη ὁ Μωϋσῆς, τὸ ἐναντίον ἢ ὅπερ εἰκὸς ἦν ἐφ᾽ ἑαυτοῦ δείξας· τῶν γὰρ ἄλλων ἁπάντων ἐν τῇ κοινωνίᾳ τῶν συμμετεχόντων μᾶλλον θαρρούντων τὰ φοβερά, οὗτος μονωθεὶς τῶν συμπαρεστώτων θαρσαλεώτερος ἦν, ὡς ἐκ τούτου δῆλον γενέσθαι μὴ ἴδιον αὐτοῦ πάθος τὸν φόβον εἶναι ᾧ κατ᾽ ἀρχὰς συνεσχέθη, ἀλλὰ διὰ τὴν πρὸς τοὺς κατεπτηχότας συμπάθειαν ταῦτα παθεῖν.

Ἐπειδὴ τοίνυν, οἷόν τινος ἄχθους τῆς δειλίας τοῦ λαοῦ γυμνωθείς, ἐφ᾽ ἑαυτοῦ ἦν, τότε καὶ αὐτοῦ κατατολμᾷ τοῦ γνόφου καὶ ἐντὸς τῶν ἀοράτων γίνεται μηκέτι τοῖς ὁρῶσι φαινόμενος. Πρὸς γὰρ τὸ ἄδυτον τῆς θείας μυσταγωγίας παραδυείς, ἐκεῖ τῷ ἀοράτῳ συνῆν μὴ ὁρώμενος, διδάσκων, οἶμαι, δι᾽ ὧν ἐποίησεν, ὅτι δεῖ τὸν μέλλοντα συνεῖναι τῷ Θεῷ ἐξελθεῖν πᾶν τὸ φαινόμενον καὶ ἐπὶ τὸ ἀόρατόν τε καὶ ἀκατάληπτον τὴν ἑαυτοῦ διάνοιαν, οἷον ἐπί τινα ὄρους κορυφήν, ἀνατείναντα ἐκεῖ πιστεύειν εἶναι τὸ θεῖον ἐν ᾧ οὐκ ἐφικνεῖται ἡ κατανόησις.

Γενόμενος δὲ ἐν ἐκείνῳ δέχεται τὰ θεῖα προστάγματα. Ταῦτα δὲ ἦν ἀρετῆς διδασκαλία, ἧς τὸ κεφάλαιον ἄρα ἐστὶν ἡ εὐσέβεια καὶ τὸ τὰς πρεπούσας ὑπολήψεις περὶ τῆς θείας φύσεως ἔχειν, ὡς ὑπέρκειται παντὸς γνωριστικοῦ νοήματός τε καὶ ὑποδείγματος, οὐδενὶ τῶν γινωσκομένων ὁμοιουμένη.

Κελεύεται γὰρ πρὸς μηδὲν τῶν καταλαμβανομένων ἐν ταῖς περὶ τὸ θεῖον ὑπολήψεσι βλέπειν μηδέ τινι τῶν ἐκ καταλήψεως γινωσκομένων ὁμοιοῦν τὴν τοῦ παντὸς ὑπερκειμένην φύσιν, ἀλλὰ τὸ εἶναι πιστεύοντα, τὸ οἷον ἢ ὅσον ἢ ὅθεν ἢ ὅπως ἐστὶν ἀζήτητον ἐᾶν ὡς ἀνέφικτον.

Προστίθησι δὲ ὁ λόγος καὶ ὅσα τοῦ ἤθους ἐστὶ κατορθώματα, γενικοῖς τε καὶ ἰδιάζουσι νόμοις τὴν διδασκαλίαν ποιούμενος. Γενικὸς μὲν γὰρ πάσης ἀδικίας ἀναιρετικὸς νόμος ἐστὶ τὸ δεῖν ἀγαπητικῶς πρὸς τὸ ὁμόφυλον ἔχειν, οὗ κυρωθέντος, πάντως κατὰ τὸ ἀκόλουθον ἕψεται τὸ μηδὲν κακὸν μηδένα κατὰ τοῦ πέλας ἐργάζεσθαι. Ἐν δὲ τοῖς καθ᾽ ἕκαστον ἥ τε περὶ τοὺς γεγεννηκότας τιμὴ διηγόρευται καὶ ὁ κατάλογος τῶν ἀπηγορευμένων πλημμελημάτων ἠρίθμηται.

Τούτοις δὲ τοῖς νόμοις οἱονεὶ προκαθαρθεὶς τὴν διάνοιαν, ἐπὶ τὴν τελειοτέραν μυσταγωγίαν παράγεται, σκηνῆς αὐτῷ τινος ἀθρόως ἐκ θείας δυνάμεως προδειχθείσης. Ἡ δὲ σκηνὴ ναὸς ἦν, ἐν δυσερμηνεύτῳ τινὶ ποικιλίᾳ τὸ κάλλος ἔχων, προπύλαια καὶ στύλοι καὶ παραπετάσματα, τράπεζα καὶ λυχνία καὶ θυμιατήριον, θυσιαστήριόν τε καὶ ἱλαστήριον καὶ τὸ ἐντὸς τῶν ἁγίων ἄδυτόν τε καὶ ἀνεπίβατον, ὧν ἁπάντων τό τε κάλλος καὶ τὴν διάθεσιν, ὡς ἂν μήτε διαφύγοι τὴν μνήμην καὶ τοῖς κάτω παραδειχθείη τὸ θαῦμα, οὐ γραφῇ παραδοῦναι ψιλῇ συμβουλεύεται, ἀλλὰ μιμήσασθαι διὰ τῆς ὑλικῆς κατασκευῆς τὴν ἄϋλον ἐκείνην δημιουργίαν, τὰς φανοτέρας τε καὶ λαμπροτέρας ὕλας τῶν κατὰ τὴν γῆν εὑρισκομένων παραλαβόντα, ἐν οἷς πλείων μὲν ἦν ὁ χρυσὸς ἐν κύκλῳ περικεχυμένος τοῖς στύλοις, συμπαρελήφθη δὲ μετὰ τοῦ χρυσοῦ καὶ ὁ ἄργυρος τὰς κορυφὰς καὶ τὰς βάσεις τῶν στύλων δι᾽ ἑαυτοῦ καλλωπίζων, ὡς ἄν, οἶμαι, τῷ διαλλάσσοντι τῆς χρόας ἑκατέρωθεν τὸ χρυσίον ἐκθεωρούμενον πλέον ἐκλάμποι. Ἔστι δὲ ὅπου καὶ ἡ τοῦ χαλκοῦ ὕλη χρήσιμος ἐνομίσθη, κεφαλὴ γινομένη καὶ βάσις τοῖς ἀργυροῖς τῶν κιόνων.

Καταπετάσματα δὲ καὶ παραπετάσματα καὶ ὁ τοῦ ναοῦ περίβολος καὶ ὁ τῶν στύλων ὑπερτεινόμενος ὄροφος καταλλήλως πάντα διὰ τῆς ὑφαντικῆς ἐπιστήμης ἐκ τῆς προσφόρου ἕκαστον ὕλης ἐπετελεῖτο. Τοῖς μὲν γὰρ ἦν τῶν ὑφασμάτων ὑάκινθος ἡ βαφὴ καὶ πορφύρα καὶ τὸ πυραυγὲς τοῦ κοκκοβάφους ἐρυθήματος, τό τε λαμπρὸν τῆς βύσσου ἡ αὐτοφυής τε καὶ ἀνεπιτήδευτος ἰδέα. Ἑτέροις δὲ λῖνον καὶ ἄλλοις τρίχες πρὸς τὰς τῶν ὑφασμάτων χρείας παρελαμβάνοντο.

Ἦν δὲ ὅπου καὶ τὰ ἐρυθρὰ τῶν δερμάτων πρὸς τὴν τοῦ κατασκευάσματος ὥραν εὔθετα ἦν. Καὶ ταῦτα μὲν μετὰ τὴν ἐκ τοῦ ὄρους κάθοδον κατὰ τὸ ἐκτεθὲν αὐτῷ τῆς δημιουργίας ὑπόδειγμα ὁ Μωϋσῆς διὰ τῶν ὑπουργούντων κατεσκευάσατο. Τότε δὲ ἐν ἐκείνῳ τῷ ἀχειροποιήτῳ ναῷ γενόμενος, καὶ οἵῳ χρὴ τὸν ἱερέα κόσμῳ λαμπρύνεσθαι τῶν ἀδύτων ἐπιβατεύοντα νομοθετεῖται, τῆς τε ἔνδοθεν περιβολῆς καὶ τῆς φαινομένης τὰ καθ᾽ ἕκαστον τοῦ λόγου θεσμοθετήσαντος.

Ἀρχὴ δὲ τῆς τῶν ἐσθημάτων περιβολῆς οὐ τὸ κρύφιον, ἀλλὰ τὸ φαινόμενον γίνεται. Ἐπωμίδες ἐκ διαφόρου πεποικιλμέναι βαφῆς, δι᾽ ὧν τὸ καταπέτασμα τὴν κατασκευὴν εἶχε, καὶ χρυσέῳ νήματι τὸ πλέον ἔχουσαι. Πόρπαι καθ᾽ ἑκάτερον μέρος αἱ τὰς ἐπωμίδας συνέχουσαι σμαράγδους ἐν κύκλῳ διὰ χρυσοῦ περισφίγγουσαι.

Κόσμος δὲ τοῖς λίθοις ἐκ μὲν φύσεως ἦν ἡ αὐγή, χλοεράς τινας ἀκτῖνας ἀφ᾽ ἑαυτῆς ἀποστίλβουσα, ἐκ δὲ τῆς τέχνης τὸ ἐκ τῶν γλυφίδων θαῦμα, οὔτι γε πρὸς εἰδώλων τινῶν χαρακτῆρα τῆς τέχνης τὴν γλυφὴν ἐντεμούσης· ἀλλὰ τὰ ὀνόματα τῶν πατριαρχῶν ἓξ καθ᾽ ἑκάτερον τοῖς λίθοις ἐγκεχαραγμένα κόσμος ἐγίνετο.

Τά τε ἀπηρτημένα τούτων ἀσπίδια κατὰ τὸ ἔμπροσθεν μέρος, αἵ τε διάπλοκοι σειραὶ δι᾽ ἀλλήλων ἐναλλὰξ κατά τινα ῥυθμὸν δικτυοειδῶς πεπλεγμέναι καὶ ἀπὸ τῆς πόρπης καθ᾽ ἑκάτερον μέρος ἄνωθεν καθειμέναι τῶν ἀσπίδων, ὡς ἄν, οἶμαι, πλέον ἡ τῆς πλοκῆς ὥρα διαλάμποι, τῷ ὑποκειμένῳ λαμπρυνομένη.

Ὅ τε χρυσότευκτος ἐκεῖνος κόσμος, ὁ τοῦ στήθους προβεβλημένος, ἐν ᾧ λίθοι τινὲς ἐκ διαφόρων γενῶν τοῖς πατριάρχαις ἰσάριθμοι, τετραχῇ τῶν στίχων διακειμένων, τρεῖς καθ᾽ ἕκαστον ἦσαν ἐγκεκροτημένοι, τοὺς ἐπωνύμους τῶν φυλῶν ἐφ᾽ ἑαυτῶν δείκνυντες τοῖς γράμμασιν. Ὅ τε ὑποδύτης ἔνδον τῶν ἐπωμίδων, ἐξ αὐχένος εἰς ἄκρους πόδας διήκων, τοῖς τῶν κοσύμβων ἀπαρτήμασιν εὐπρεπῶς κεκοσμημένος. Τό τε κάτω κράσπεδον οὐ μόνον ἐκ τῆς ὑφαντικῆς ποικιλίας εἰς κάλλος ἐξησκημένον, ἀλλὰ καὶ διὰ τῶν ἐκ χρυσίου ἀπαρτημάτων. Ταῦτα δὲ ἦν κώδωνες χρύσεοι καὶ ῥοΐσκοι ἐκ παραλλήλου τὸ κάτω κράσπεδον διειληφότες.

Ἥ τε αὖ τῆς κεφαλῆς ταινία ὑακινθίνη πᾶσα καὶ τὸ προμετωπίδιον πέταλον ἐξ ἀκηράτου χρυσίου ἀρρήτῳ τινὶ χαρακτῆρι κεχαραγμένον. Καὶ ζώνη, ἡ τὸ κεχυμένον τῆς περιβολῆς περιστέλλουσα, καὶ ὁ τῶν κρυφίων κόσμος καὶ πάντα ὅσα δι᾽ αἰνιγμάτων ἐν εἴδει περιβολῆς περὶ ἱερατικῆς ἀρετῆς ἐκπαιδεύεται.

Ἐπεὶ δὲ ταῦτα καὶ τὰ τοιαῦτα τῷ ἀοράτῳ ἐκείνῳ περισχεθεὶς γνόφῳ ἐν τῇ ἀπορρήτῳ τοῦ Θεοῦ διδασκαλίᾳ ἐξεπαιδεύθη, μείζων ἑαυτοῦ καταστὰς τῇ προσθήκῃ τῶν μυστικῶν μαθημάτων, οὕτως ἐκ τοῦ γνόφου πάλιν ἀναδυεὶς πρὸς τὸ ὁμόφυλον κάτεισι, κοινωνήσων αὐτοῖς τῶν ἐν τῇ θεοφανείᾳ παραδειχθέντων αὐτῷ θαυμάτων καὶ τοὺς νόμους παραθησόμενος καὶ τὸν ναὸν καὶ τὴν ἱερωσύνην κατὰ τὸ προδειχθὲν αὐτῷ ἐπὶ τοῦ ὄρους ὑπόδειγμα τῷ λαῷ καταστήσων.

Ἔφερε δὲ καὶ τὰς ἱερὰς πλάκας διὰ χειρός, αἳ θεῖον εὕρημα καὶ δῶρον ἦσαν, οὐδεμιᾶς ἀνθρωπίνης συνεργίας εἰς τὸ γενέσθαι προδεηθεῖσαι. Ἀλλ᾽ ἔργον Θεοῦ ἐπίσης ἑκατέρα ἦν, ἥ τε ὕλη καὶ τὰ ἐπὶ ταύτῃ χαράγματα. Νομὸς δὲ ἦν τὰ χαράγματα. Ἀλλ᾽ ἐκώλυσε τὴν χάριν ὁ λαός, πρὶν ἐπιστῆναι τὸν νομοθέτην, εἰς εἰδωλολατρείαν ἀφηνιάσας.

Ἐπειδὴ γὰρ χρόνος τις οὐ βραχὺς τῷ Μωϋσεῖ διεγένετο τῇ πρὸς Θεὸν ὁμιλίᾳ διὰ τῆς θείας ἐκείνης μυσταγωγίας ἀποσχολάζοντι, καὶ ἦν ἐν τεσσαράκοντα ἡμέραις καὶ τοσαύταις νυξὶ τῆς ἀϊδίου ἐκείνης ζωῆς ὑπὸ τὸν γνόφον μετέχων καὶ αὐτῆς τῆς φύσεως ἔξω γενόμενος (οὐ γὰρ ἐπεδεήθη κατὰ τὸν χρόνον ἐκεῖνον εἰς τὸ σῶμα τροφῆς), τότε οἷόν τι μειράκιον ὁ λαός, τῶν τοῦ παιδαγωγοῦντος ὄψεων ἔξω γενόμενος, ἀνέτοις ὁρμαῖς εἰς ἀταξίαν ἐκφέρεται καὶ συστὰς ἐπὶ τὸν Ἀαρὼν ἀνάγκην ἐπάγει τῷ ἱερεῖ τῆς εἰδωλολατρείας αὐτοῖς καθηγήσασθαι.

Καὶ γεγονότος τοῦ εἰδώλου ἐκ χρυσίου τῆς ὕλης (μόσχος δὲ τὸ εἴδωλον ἦν), οἱ μὲν ἐπηγάλλοντο τῷ ἀσεβήματι, ὁ δὲ Μωϋσῆς κατ᾽ αὐτοὺς ἤδη γενόμενος συντρίβει τὰς πλάκας ἃς θεόθεν ἐκόμιζεν, ὡς ἂν τοῦ πλημμελήματος ἀξίαν τὴν τιμωρίαν ὑπόσχοιεν τῆς θεοσδότου χάριτος ἀμοιρήσαντες.

Εἶτα τῷ ἐμφυλίῳ αἵματι διὰ τῶν Λευϊτῶν καθαρίσας τὸ ἄγος καὶ τῷ ἰδίῳ θυμῷ τῷ κατὰ τῶν πεπλημμεληκότων τὸ Θεῖον ἱλεωσάμενος τό τε εἴδωλον ἐξαναφανίσας, οὕτω πάλιν τεσσαράκοντα ἡμερῶν προσεδρείᾳ τὰς πλάκας κομίζεται, ὧν ἡ γραφὴ μὲν ἐκ θείας δυνάμεως ἦν, ἡ δὲ ὕλη διὰ τῆς Μωϋσέως ἐξησκήθη χειρός. Ταύτας κομίζεται πάλιν ἐκβὰς τὴν φύσιν ἐν τῷ τοσούτῳ τῶν ἡμερῶν ἀριθμῷ, ἄλλον τινὰ τρόπον καὶ οὐ κατὰ τὸν νενομισμένον ἡμῖν βιοτεύων, οὐδὲν τῶν ὑποστηριζόντων διὰ τροφῆς τὸ τῆς φύσεως ἡμῶν ἐνδεὲς τῷ ἰδίῳ σώματι προσδεξάμενος.

Καὶ οὕτως αὐτοῖς τήν τε σκηνὴν ἐπήξατο καὶ τὰ νόμιμα παρατίθεται, τὴν ἱερωσύνην κατὰ τὴν γενομένην αὐτῷ θεόθεν διδασκαλίαν καταστησάμενος. Καὶ ἐπειδὴ πάντα κατὰ τὴν θείαν ὑφήγησιν διὰ τῆς ὑλικῆς δημιουργίας κατεσκευάσατο, τὴν σκηνήν, τὰ προπύλαια, τὰ ἐντὸς πάντα, θυμιατήριον, θυσιαστήριον, λυχνίαν, παραπετάσματα, καταπετάσματα, τὸ τῶν ἀδύτων ἐντὸς ἱλαστήριον, τὸν τῆς ἱερωσύνης κόσμον, τὸ μῦρον, τὰς διαφόρους ἱερουργίας, τὰ καθάρσια, τὰ χαριστήρια, τὰ τῶν κακῶν ἀποτρόπαια, τὰ ἐπὶ τοῖς πλημμεληθεῖσιν ἱλεωτήρια, πάντα κατὰ τὸν δέοντα τρόπον ἐν αὐτοῖς διατάξας, ἐκίνησεν ἐν τοῖς ἐπιτηδείοις τὸν φθόνον καθ᾽ ἑαυτοῦ, τὸ συγγενὲς τῇ φύσει τῶν ἀνθρώπων ἀρρώστημα, ὡς καὶ τὸν Ἀαρὼν ταῖς τιμαῖς τῆς ἱερωσύνης τιμώμενον καὶ τὴν ἀδελφὴν αὐτοῦ Μαριάμ, ζηλοτυπίᾳ τινὶ γυναικωδεστέρᾳ πρὸς τὴν γενομένην αὐτῷ θεόθεν τιμὴν ὑποκινηθεῖσαν, φθέγξασθαί τι τοιοῦτον, ἐφ᾽ ᾧ παρεκινήθη τὸ Θεῖον εἰς τὴν τοῦ πλημμελήματος κόλασιν. Ἔνθα δὴ καὶ πλέον τι θαυμάζειν ἄξιον τῆς ἀνεξικακίας τὸν Μωϋσέα, ὅτι τοῦ Θεοῦ τὴν ἄλογον βασκανίαν τοῦ γυναίου κολάζοντος, ἰσχυροτέραν τὴν φύσιν τῆς ὀργῆς ποιησάμενος, τὸν Θεὸν ὑπὲρ τῆς ἀδελφῆς ἱλεώσατο.