Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Είσοδος στην πόλη και νίκη επί των δαιμονικών δυνάμεων

Ο καθαγιασμός του ειδωλολατρικού ναού με την εκδίωξη των δαιμόνων, η σύγκρουση με τον νεωκόρο, το θαύμα της μετακίνησης του λίθου και η είσοδος του αγίου στη Νεοκαισάρεια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 9

Ἐπειδὴ τοίνυν παῤῥησίας τινὸς καὶ θάρσους διὰ τῆς ὄψεως ἐκείνης πλήρης ἐγένετο, καθάπερ τις ἀθλητὴς ἀρκοῦσαν πρὸς τοὺς ἄθλους ἐμπειρίαν τε καὶ δύναμιν ἐκ παιδοτρίβου κτησάμενος, θαρσῶν ἀποδύεται πρὸς τὸ στάδιον, καὶ πρὸς τοὺς ἀντιπάλους ἀγωνίζεται, τὸν αὐτὸν τρόπον κἀκεῖνος, τῇ τε καθ᾽ ἑαυτὸν μελέτῃ καὶ τῇ συμμαχίᾳ τῆς ἐπιφανείσης αὐτῷ χάριτος, ἱκανῶς τὴν ψυχὴν ἀλειψάμενος, οὕτως ἀντιλαμβάνεται τῶν ἀγώνων. Οὐ γὰρ ἄλλο τι χρὴ καλεῖν, ἢ ἀγῶνας καὶ ἄθλους, πάντα τὸν καθ᾽ ἱερωσύνην αὐτοῦ βίον, ἐν ᾧ πᾶσαν διὰ τῆς πίστεως τὴν τοῦ ἀντικειμένου κατηγωνίσατο δύναμιν. Εὐθὺς γὰρ ἀπὸ τῆς ἐσχατιᾶς ἑαυτὸν ἀναστήσας, καὶ πρὸς τὴν πόλιν τὴν ὁρμὴν ἔχων, ἐν ᾗ ἔδει τῷ Θεῷ τὴν Ἐκκλησίαν συστήσασθαι· ἐπειδὴ ἔγνω πάντα τὸν χῶρον τῇ τῶν δαιμόνων ἀπάτῃ κατακρατούμενον, καὶ τοῦ μὲν ἀληθινοῦ Θεοῦ ναὸν οὐδαμοῦ κατεσκευασμένον, πεπληρωμένην δὲ πᾶσαν τὴν πόλιν καὶ τὴν περίοικον βωμῶν τε ἱερῶν καὶ ἀφιδρυμάτων· παντὸς τοῦ ἔθνους ταύτην ἔχοντος τὴν σπουδὴν, ὅπως ἂν τὰ τεμένη τῶν εἰδώλων καὶ τὰ ἱερὰ καλλωπίζοιτο, καὶ παραμένοι τοῖς ἀνθρώποις ἡ εἰδωλομανία, πομπαῖς τε καὶ τελεταῖς καὶ τοῖς ἐπιβωμίοις μιάσμασι κρατυνομένη· καθάπερ τις στρατιώτης γενναῖος τῷ κρατοῦντι τῆς παρατάξεως συμπλακεὶς, δι᾽ ἐκείνου τὸ ὑποχείριον τρέπεται· οὕτως καὶ ὁ μέγας οὗτος ἀπ᾽ αὐτῶν τῶν δαιμόνων τῆς ἀριστείας ἄρχεται.

Τίς δὲ ὁ τρόπος; Διερχόμενος γὰρ τὴν ἀπὸ τῆς ἐσχατιᾶς ἐπὶ τὴν πόλιν ὁδὸν, ἑσπέρας καταλαβούσης, καὶ ὄμβρου βιαιοτέρου συνέχοντος, ἐντὸς ἱεροῦ τινος γίνεται, μετὰ τῶν ἑπομένων αὐτῷ.

Τὸ δὲ ἱερὸν ἐκεῖνο τῶν ἐπισήμων ἦν, ᾧ τις φανερὰ τῶν θεραπευομένων δαιμόνων ἐπιφοίτησις τοῖς νεωκόροις ἐγίνετο, μαντικῆς τινος χρησμῳδίας παρ᾽ αὐτῶν ἐνεργουμένης. Ὑπελθὼν δὲ τὸ ἱερὸν μετὰ τῶν σὺν αὐτῷ, τὰ μὲν δαιμόνια παραχρῆμα τῇ ἐπικλήσει τοῦ ὀνόματος τοῦ Χριστοῦ κατεπτόησεν· τῷ δὲ τύπῳ τοῦ σταυροῦ τὸν μεμολυσμένον ταῖς κνίσσαις ἀέρα καθαγνίσας, διήγαγεν, κατὰ τὸ σύνηθες αὐτῷ, τὴν νύκτα πᾶσαν ἐν προσευχαῖς τε καὶ ὑμνῳδίαις διαγρυπνήσας, ὥστε μετασκευασθῆναι εἰς προσευχῆς οἶκον, τὸν ἐβδελυγμένον τῷ τε ἐπιβωμίῳ λύθρῳ καὶ τοῖς ἀφιδρύμασιν.

Τοῦτον δὲ τὸν τρόπον τῆς νυκτὸς αὐτῷ διανυσθείσης, εἴχετο πάλιν κατὰ τὸν ὄρθρον τῆς ἐπὶ τὸ πρόσω πορείας. Τοῦ δὲ νεωκόρου κατὰ τὸν ὄρθρον τὴν συνήθη προσάγοντος θεραπείαν τοῖς δαίμοσιν, εἰπεῖν ἐπιφανέντα φασὶν αὐτῷ τὰ δαιμόνια, ἄβατον αὐτοῖς τὸ ἱερὸν εἶναι, διὰ τὸν ἐν αὐτῷ καταμείναντα· τὸν δὲ καθαρσίοις τισὶ καὶ θυσίαις χρώμενον ἐπιχειρεῖν διὰ τούτων πάλιν εἰσοικίσαι τῷ ναῷ τὰ δαιμόνια· ὡς δὲ πᾶσαν αὐτοῦ πεῖραν προσάγοντος, ἄπρακτος ἦν ἡ σπουδὴ, οὐδαμοῦ κατὰ τὸ σύνηθες ὑπακουόντων αὐτοῦ τῶν δαιμόνων τῇ ἐπικλήσει· τότε θυμῷ καὶ ὀργῇ διαναστὰς καταλαμβάνει τὸν μέγαν ἐκεῖνον ὁ νεωκόρος, πάντα ἀπειλῶν τὰ δεινότατα, καὶ τοῖς ἄρχουσιν εἰσαγγέλλειν, καὶ χειρὶ κατ᾽ αὐτοῦ κεχρῆσθαι, βασιλεῖ καταμηνύειν τὴν τόλμαν, ὅτι δὴ Χριστιανὸς ὢν καὶ θεοῖς ἐχθρὸς, ἐτόλμησεν ἐντὸς τῶν ἀνακτόρων γενέσθαι· οὗ τὴν εἴσοδον ἀπεστράφθαι τὴν ἐν τοῖς ἱεροῖς ἐνεργοῦσαν δύναμιν, καὶ μηκέτι ἐπιχωριάζειν τοῖς τόποις κατὰ τὸ σύνηθες τὴν μαντικὴν τῶν δαιμόνων ἐνέργειαν.

Τοῦ δὲ τὸν προπετῆ καὶ ἀπαίδευτον τοῦ νεωκόρου θυμὸν ἐν ὑπερέχοντι φρονήματι καταβάλλοντος, καὶ τοῦ ἀληθινοῦ Θεοῦ τὴν συμμαχίαν πάσαις ἀντιπροβαλομένου ταῖς ἀπειλαῖς, καὶ λέγοντος τοσοῦτον πεποιθέναι τῇ δυνάμει τοῦ ὑπερμαχοῦντος αὐτοῦ, ὥστε κατ᾽ ἐξουσίαν ἔχειν ἀπελαύνειν τε αὐτοὺς, ὅθεν ἂν βούληται, καὶ εἰσοικίζειν οἷς ἂν ἐθέλῃ τόποις, καὶ τὰς ἀποδείξεις ὧν ἔλεγεν ἤδη παρέξειν ὑπισχνουμένου, θαυμάσαντα τὸν νεωκόρον, καὶ καταπλαγέντα τὸ μέγεθος τῆς ἐξουσίας, ἀπ᾽ αὐτῶν τούτων δεῖξαι τὴν δύναμιν, προσκαλέσασθαι, καὶ πάλιν ἐντὸς ποιῆσαι τοῦ ἱεροῦ τὰ δαιμόνια. Ἀκούσαντα δὲ τοῦτο τὸν μέγαν, ἀποῤῥῆξαί τι τοῦ βιβλίου τμῆμα βραχὺ, καὶ δοῦναι τοῦτο τῷ νεωκόρῳ, προστακτικήν τινα φωνὴν κατὰ τῶν δαιμόνων χαράξαντα· ἦν δὲ τὰ γράμματα ἐπ᾽ αὐτῆς τῆς λέξεως ταῦτα· ΓΡΗΓΟΡΙΟΣ ΤΩι ΣΑΤΑΝΑι, ΕΙΣΕΛΘΕ.

Λαβόντα δὲ τὸν νεωκόρον ἀναθεῖναι τῷ βωμῷ τὸ βιβλίον, εἶτα προσαγαγόντα τὰς συνήθεις αὐτοῖς κνίσσας καὶ τὰ μιάσματα, πάλιν ἰδεῖν ἅπερ ἑώρα τὸ πρότερον, πρὶν ἐξοικισθῆναι τοῦ εἰδωλείου τοὺς δαίμονας. Τούτων δὲ γεγονότων, ἔννοιαν αὐτὸν λαβεῖν τοῦ θείαν εἶναί τινα παρὰ τῷ Γρηγορίῳ τὴν δύναμιν, δι᾽ ἧς ἐφάνη τῶν δαιμόνων ἐπικρατέστερος· καταλαβόντα δὲ κατὰ σπουδὴν πάλιν αὐτὸν, πρὶν ἐν τῇ πόλει γενέσθαι, μαθεῖν ἠξίωσε παρ᾽ αὐτοῦ τὸ μυστήριον, καὶ τίς ὁ Θεὸς ἐκεῖνος ὁ τὴν τῶν δαιμόνων φύσιν ὑποχειρίαν ἔχων. Εἰπόντος δὲ δι᾽ ὀλίγων τοῦ μεγάλου τὸ τῆς εὐσεβείας μυστήριον, παθεῖν τι τὸν νεωκόρον οἷον εἰκὸς τὸν τῶν θείων ἀμύητον· καὶ μικρότερον οἰηθῆναι τῆς περὶ Θεοῦ ὑπολήψεως, τὸ πεισθῆναι διὰ σαρκὸς πεφηνέναι τοῖς ἀνθρώποις τὸ Θεῖον· τοῦ δὲ μὴ λόγοις εἰπόντος τὴν περὶ τούτου πίστιν κρατύνεσθαι, τοῖς δὲ τῶν γινομένων θαύμασι τὸ πιστὸν ἔχειν, ζητῆσαι ἔτι παρ᾽ αὐτοῦ θαῦμα τὸν νεωκόρον ἰδεῖν, ὡς εἶθ᾽ οὕτως προσαχθῆναι διὰ τοῦ γινομένου πρὸς τὴν τῆς πίστεως συγκατάθεσιν. Ἔνθα δὴ τὸ πάντων ἀπιστότατον λέγεται πεποιηκέναι τὸ μέγα θαῦμα τὸν μέγαν ἐκεῖνον.

Ἐπιζητοῦντος γὰρ τοῦ νεωκόρου λίθον τινὰ τῶν εὐμεγεθῶν τῶν κατ᾽ ὀφθαλμοὺς αὐτῷ προφαινομένων, δίχα χειρὸς ἀνθρωπίνης κινηθῆναι, διὰ δὲ μόνης τῆς κατὰ τὴν πίστιν δυνάμεως, προστάγματι τοῦ Γρηγορίου πρὸς ἕτερον μετατεθῆναι χῶρον· μηδὲν ἀναβαλλόμενον τὸν μέγαν ἐκεῖνον, εὐθὺς προστάξαι καθάπερ ἐμψύχῳ τῷ λίθῳ μεταβῆναι πρὸς ἐκεῖνον τὸν τόπον, ὃν ὁ νεωκόρος ὑπέδειξεν. Τούτου δὲ γενομένου, παραχρῆμα πιστεῦσαι τῷ λόγῳ τὸν ἄνδρα· καὶ πάντα καταλιπόντα, γένος, οἰκίαν, γαμετὴν, παῖδας, φίλους, ἱερωσύνην, ἑστίαν, κτήματα, ἀντὶ πάντων τῶν προσόντων αὐτῷ ποιήσασθαι, τοῦ συνεῖναι τῷ μεγάλῳ, καὶ συμμετέχειν τῶν πόνων αὐτῷ καὶ τῆς θείας ἐκείνης φιλοσοφίας τε καὶ παιδεύσεως. Σιγάτω πρὸς ταῦτα πᾶσα τεχνικὴ τῶν λογογράφων περίνοια τὰς ἐπαυξήσεις τῶν θαυμάτων διά τινος ῥητορείας ἐπὶ τὸ μεῖζον ἐξαίρουσα. Οὐ γὰρ τοιοῦτόν ἐστιν ἐν τοῖς εἰρημένοις τὸ θαῦμα, ὡς τῇ δυνάμει τοῦ λέγοντος ἔλαττον ἂν ἢ μεῖζον ἑαυτοῦ γενέσθαι. Τί γάρ τις εἰπὼν παρὰ τὰ εἰρημένα, προσθήκην δώσει τῷ θαύματι; Πῶς δ᾽ ἄν τις ἐλαττώσειε τοῖς ἀκούουσιν ἐπὶ τῷ γεγονότι τὴν ἔκπληξιν;

Λίθος ἀφίστησι τῶν λίθων τοὺς δεδουλωμένους τοῖς λίθοις, λίθος κήρυξ τῆς θείας πίστεως, καὶ ὁδηγὸς τοῖς ἀπίστοις εἰς σωτηρίαν γίνεται, οὐ φωνῇ τινι καὶ λόγῳ τὴν θείαν δύναμιν ἀνακηρύσσων, ἀλλ᾽ οἷς ἐποίει δεικνὺς τὸν Θεὸν ὑπὸ τοῦ Γρηγορίου καταγγελλόμενον· ᾧ πᾶσα κατὰ τὸ ὁμότιμον ὑποχείριος πείθεται κτίσις, οὐχ ὅσον αἰσθητικὸν μόνον καὶ ἔμπνουν, καὶ ἔμψυχον, ἀλλ᾽ εἴ τι καὶ τούτων ἐστὶν ἐκτὸς, οὕτω δέχεται τὸ τοῦ θεράποντος ἐπίταγμα, ὡς οὐκ ἀμοιροῦντα τῆς αἰσθήσεως. Ποία γὰρ ἀκοὴ τοῦ λίθου;

Ποία τῆς τοῦ κελεύοντος ἐξουσίας αἴσθησις; Τίς δύναμις ἐν αὐτῷ μεταβατική; Ποία μελῶν τε καὶ ἄρθρων διασκευή; Ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα λίθῳ ἡ τοῦ κελεύοντος δύναμις γίνεται, πρὸς ἣν ἰδὼν ὁ νεωκόρος ἐκεῖνος, εὐθὺς τὴν γινομένην ἐπὶ πλάνῃ τῆς ἀνθρωπίνης φύσεως ἀπάτην τῶν δαιμόνων ἐνόησέ τε καὶ ἐβδελύξατο, καὶ πρὸς τὸν ἀληθινὸν Θεὸν μετετάξατο, διὰ τῶν παρὰ τοῦ δούλου γεγενημένων, τὸ ἄφραστον τῆς τοῦ Δεσπότου δυνάμεως λογισάμενος.

Εἰ γὰρ τοσαύτη τοῦ δούλου ἡ δύναμις, ὡς ῥήματι κινεῖν τὰ ἀκίνητα, καὶ προστάγματι κεχρῆσθαι κατὰ τῶν ἀναισθήτων, καὶ τοῖς ἀψύχοις διακελεύεσθαι· πόσην εἰκός ἐστι περιουσίαν δυνάμεως ἐν τῷ Δεσπότῃ τοῦ παντὸς κατανοῆσαι, οὗ τὸ θέλημα, οἷόν τις ὕλη, καὶ κατασκευὴ, καὶ δύναμις αὐτοῦ τε τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ πάντων, καὶ τῶν ὑπὲρ τοῦτον ὄντων, ἐγένετο! Ἐντεῦθεν ὁ μέγας ἐκεῖνος τῆς κατὰ τῶν δαιμόνων ἀριστείας ἀρξάμενος, καὶ οἷόν τι τρόπαιον κατὰ τῶν νικηθέντων τὸν νεωκόρον περιαγόμενος, προκαταπλήξας τε τῇ φήμῃ τὸ ἔθνος, οὕτως ἤδη μετὰ πεποιθήσεώς τε καὶ παῤῥησίας εἰς τὴν πόλιν εἰσήλαυνεν, οὐχ ἅρμασι καὶ ἵπποις, καὶ ἡμιόνοις, καὶ τῷ πλήθει τῶν παρεπομένων ἐπικομπάζων, ἀλλὰ ταῖς ἀρεταῖς ἐν κύκλῳ δορυφορούμενος, πανδημεὶ δὲ πάντων προχεθέντων τῶν οἰκητόρων τοῦ ἄστεος, ὡς ἐπί τινα καινοῦ θεάματος ἱστορίαν, καὶ πάντων ἰδεῖν προθυμουμένων, τίς ἐκεῖνός ἐστιν ὁ Γρηγόριος, ὃς ἄνθρωπος ὢν τῶν νομιζομένων παρ᾽ αὐτοῖς εἶναι θεῶν, καθάπερ τις βασιλεὺς ἐξουσίαν ἔχει, προστάγματι φέρων καὶ ἄγων, ὅπουπερ ἂν ἐθέλοι τὰ δαιμόνια, καὶ ὅθεν ἂν βούληται, πρὸς τὸ δοκοῦν ἐξοικίζων τε καὶ ἐνοικίζων, ὥσπερ τὰ ἀνδράποδα, καὶ τὸν θεραπευτὴν ἐκεῖνον φέρει, καθάπερ ἐν ἐξουσίᾳ τινὶ δουλωσάμενος, ὑπεριδόντα μὲν τῆς τιμῆς ἐν ᾗ τὸ πρότερον ἦν, τῶν δὲ προσόντων πάντων τὴν μετ᾽ αὐτοῦ διαγωγὴν ἀλλαξάμενον.

Τοιαύτῃ δὲ γνώμῃ πάντων προσδεχομένων αὐτὸν πρὸ τοῦ ἄστεος, ἐπειδὴ κατ᾽ αὐτοὺς ἐγένετο, πάντων εἰς ἐκεῖνον ἀτενῶς ἀποβλεπόντων, καθάπερ ὕλην ἄψυχον παριὼν τοὺς ἀνθρώπους, πρὸς οὐδένα τῶν ἐντυγχανόντων στρεφόμενος, καὶ κατ᾽ εὐθεῖαν ἐπὶ τὴν πόλιν βαδίζων, πολὺ μᾶλλον αὐτοὺς εἰς ἔκπληξιν ἤγαγεν, ὑπὲρ τὴν φήμην τοῖς ὁρῶσι φαινόμενος. Τὸ γὰρ πρώτως εἰσελαύνοντα πόλει μεγάλῃ, μηδεμιᾶς συνηθείας τοσαύτης προϋπαρχούσης αὐτῷ, ἔπειτα μὴ καταπλαγῆναι δῆμον τοσοῦτον ἐπ᾽ ἐκείνῳ συνειλεγμένον, ἀλλ᾽ οἷον δι᾽ ἐρήμου βαδίζοντα, πρὸς ἑαυτὸν μόνον καὶ πρὸς τὴν ὁδὸν ἀποβλέπειν, πρὸς οὐδένα τῶν περὶ αὐτὸν ἐπιστρεφόμενον ἠθροισμένων, τοῦτο ὑπὲρ τὴν ἐν τῷ λίθῳ θαυματοποιίαν τοῖς ἀνθρώποις ἐδόκει.