Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸν βίον τοῦ Γρηγορίου τοῦ Θαυματουργοῦ

Γρηγόριος ὁ Νύσσης

Θαυματουργική καθυπόταξη της φύσης και εκλογή του επισκόπου Αλεξάνδρου

Η κατάπαυση των καταστροφικών πλημμυρών του ποταμού Λύκου, η μετάβαση του αγίου στα Κόμανα και η εκλογή και χειροτονία του Αλεξάνδρου του ανθρακέως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 9

Τὰ μὲν δὴ κατὰ τὴν λίμνην λεγόμενά τε καὶ δεικνύμενα τοῦτον ἔχει τὸν τρόπον. Ἕτερον δὲ μετὰ τοῦτο θαῦμα τοιοῦτον παρ᾽ αὐτοῦ δείκνυταί τε καὶ μνημονεύεται. Ποταμός τις παρ᾽ αὐτοῖς διαῤῥεῖ τὸν χῶρον, αὐτῷ τῷ ὀνόματι τὸ τραχὺ καὶ ἀνήμερον ἐπισημαίνων τοῦ ῥεύματος· Λύκος γὰρ, διὰ τὸ βλαπτικὸν εἶναι, παρὰ τῶν προσοικούντων ἐπονομάζεται. Οὕτως πολὺς μὲν καὶ ἐκ τῶν πηγῶν καταφέρεται τῆς Ἀρμενίας, τῆς χώρας αὐτῷ διὰ τῶν ὑπερκειμένων ὀρῶν δαψιλὲς ἐπιχορηγούσης τὸ ῥεῖθρον. Κοῖλος δὲ πανταχοῦ τὰς ὑπωρείας τῶν κρημνῶν ὑποῤῥέων πολὺ μᾶλλον ταῖς χειμερίαις χαράδραις ἀποτραχύνεται, πάσας εἰς ἑαυτὸν τὰς ἐκ τῶν ὀρῶν συῤῥοίας ὑπολαμβάνων. Ἐν δὲ τῷ ὑπτίῳ τῆς χώρας, δι᾽ ἧς διεξέρχεται, πολλάκις ταῖς ἑκατέρωθεν κρηπῖσι στενοχωρούμενος, κατά τι μέρος ὑπερχεῖται τῆς ὄχθης, κατὰ τὸ πλάγιον, ἅπαν ἐπικλύζων τῷ ῥείθρῳ τὸ ὑπερκείμενον· ὥστε συνεχεῖς κατὰ τὸ ἀπροσδόκητον τοῖς παροικοῦσι τῷ τόπῳ τοὺς κινδύνους ἐπάγεσθαι, ἀωρὶ τῶν νυκτῶν ἢ καὶ μεθ᾽ ἡμέραν πολλάκις τοῦ ποταμοῦ τοῖς ἀγροῖς ἐπεμβαίνοντος.

Ὅθεν οὐ φυτὰ μόνον καὶ σπέρματα καὶ βοσκήματα τῇ τῶν ὑδάτων φορᾷ διεφθείρετο, ἀλλὰ καὶ αὐτῶν ἥπτετο τῶν οἰκητόρων ὁ κίνδυνος, ἀπροόπτως ἐν τῇ ἐπικλύσει τοῦ ὕδατος ἐν ταῖς οἰκίαις ναυαγούντων. Τῶν τοίνυν προκατορθωθέντων τῷ μεγάλῳ θαυμάτων εἰς ἅπαν διαπεφοιτηκότων τὸ ἔθνος, ἀναστάντες οἱ κατὰ τὸ μέρος ἐκεῖνο τῷ ποταμῷ προσοικοῦντες, ἄνδρες καὶ γυναῖκες καὶ παῖδες πανδημεὶ πάντες ἱκέται τοῦ μεγάλου γίνονται, δεόμενοι λύσιν αὐτοῖς τινα τῶν κακῶν ἐξ ἀνελπίστων πορίσασθαι.

Ἅπαντα γὰρ ἐν αὐτῷ τὸν Θεὸν ἔλεγε δύνασθαι, ὅσα ταῖς ἀνθρωπίναις ἐπινοίαις καὶ διανοίαις ἐστὶν ἀμήχανα. Μηδὲν γὰρ τῶν εἰς βουλήν τε καὶ δύναμιν ἀνθρωπίνην ἡκόντων παρ᾽ αὐτῶν ἐλλειφθῆναι, λίθοις καὶ χώμασι, καὶ εἴ τι ἄλλο πρὸς τὰ τοιαῦτα τῶν κακῶν εἴωθεν ἐπινοεῖσθαι, πάντα πεποιηκότων, καὶ ἀντισχεῖν πρὸς τὴν τοῦ κακοῦ μὴ δυνηθέντων φοράν.

Καὶ ὡς ἂν μάλιστα παρ᾽ αὐτῶν ἐναχθείη πρὸς ἔλεον, αὐτόπτην ἠξίουν γενέσθαι τῆς συμφορᾶς, καὶ μαθεῖν ὡς οὔτε δυνατῶς εἶχον μεταθεῖναι τὴν οἴκησιν, καὶ ὅτι πάντοτε αὐτοῖς ὁ θάνατος ἐπὶ τῇ ὁρμῇ κεῖται τοῦ ὕδατος. Γενόμενος τοίνυν κατὰ τὸν τόπον (οὐδεὶς γὰρ ὄκνος αὐτῷ τὴν πρὸς τὸ ἀγαθὸν σπουδὴν διεκώλυεν)· οὔτε ὀχήματος, οὔτε ἵππων, οὔτε ἄλλου τινὸς τῶν διαγαγεῖν αὐτὸν δυναμένων προσδεηθεὶς, ἀλλὰ βακτηρίᾳ τινὶ στηριζόμενος, πᾶσαν διήνυσε τὴν ὁδὸν, καὶ ἅμα προσφιλοσοφῶν τοῖς τῆς ὁδοῦ κοινωνοῦσιν αὐτῷ περὶ τῆς ὑψηλοτέρας ἐλπίδος, ἐν οἷς ἀεὶ κατὰ τὸ προηγούμενον διατρίβων, τὰ ἄλλα πάρεργα τῆς προτιμοτέρας ἐποιεῖτο σπουδῆς· ὡς οὖν ὑπεδείχθη παρά τε τῶν προκαθηγησαμένων ἡ τοῦ ῥείθρου παρατροπὴ, καὶ αὐτὸ τὸ φαινόμενον τὴν συμφορὰν διεμήνυεν, εἰς βαθεῖαν χαραδρωθέντος τοῦ τόπου φαράγγα διὰ τῆς τῶν ὑδάτων ἐμπτώσεως· ταῦτά φησι πρὸς τοὺς συνειλεγμένους· Οὐκ ἔστιν ἀνθρώπων, ἀδελφοὶ, τὸ διαλαμβάνειν ὅροις τὴν τοῦ ὕδατος κίνησιν· μόνης τῆς θείας δυνάμεως ἔργον τὸ τοιοῦτόν ἐστιν, ἐντὸς ὅρων κατακλείειν τὴν τῶν ὑδάτων φοράν.

Οὕτως γάρ φησι πρὸς τὸν Θεὸν ὁ Προφήτης· ὅτι «Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται.» Μόνῳ τῷ Δεσπότῃ τῆς κτίσεως Χριστῷ ἡ τῶν στοιχείων φύσις ἐστὶν ὑποχείριος, ἐν οἷς ἂν ταχθῇ τόποις, εἰς τὸ διηνεκὲς παραμένουσα. Ἐπειδὴ τοίνυν ὁ Θεός ἐστιν ὁ νομοθετῶν τοὺς ὅρους τοῖς ὕδασι, μόνος ἂν ἐκεῖνος τῇ ἰδίᾳ δυνάμει καὶ τοῦ ποταμοῦ τούτου τὴν ἀταξίαν πεδήσειεν.

Εἶπεν, καὶ οἷον ἔνθους ἐξ ἐπινοίας θειοτέρας γενόμενος, καὶ μεγάλῃ τῇ φωνῇ τὸν Χριστὸν αὐτῷ σύμμαχον πρὸς τὸ προκείμενον ἐλθεῖν ἐπευξάμενος, καταπήγνυσι τὴν βακτηρίαν, ἣν διὰ χειρὸς ἔφερεν, κατὰ τὸν διεφθορότα τόπον τῆς ὄχθης. Διάβροχος δὲ οὖσα κατ᾽ ἐκεῖνο ἡ γῆ καὶ σομφώδης, ῥᾳδίως ὑπενόστησε κατὰ τὸ βάθος, τῷ τε βάρει τῆς βακτηρίας ἅμα καὶ τῇ χειρὶ τοῦ πηγνύντος ὑπείξασα. Εἶτα τοῦτο καθάπερ τι κλεῖθρον γενέσθαι καὶ κώλυμα τῆς τῶν ὑδάτων ἀταξίας τῷ Θεῷ ἐπευξάμενος, πάλιν ὑπέστρεφεν, ἔργῳ δείξας ὅτι πᾶν τὸ παρ᾽ ἐκείνου γινόμενον ὑπὸ θείας ἐνηργεῖτο δυνάμεως. Εὐθὺς γὰρ οὐ μετὰ πολὺν χρόνον ἡ μὲν βακτηρία, ταῖς ὄχθαις ἐῤῥιζωθεῖσα, δένδρον ἐγένετο. Τῷ δὲ ῥείθρῳ τὸ φυτὸν ὅρος ἐπάγη, καὶ μέχρι τοῦ νῦν τοῖς ἐπιχωρίοις θέαμα γίνεται τὸ φυτὸν καὶ διήγημα. Ὅταν γὰρ ἐξ ἐπομβρίας τε καὶ χειμάῤῥων ὁ Λύκος ἐκεῖνος πλημμυρῶν κατὰ τὸ σύνηθες καὶ τραχυνόμενος φέρηται, φοβερὸς ἐπικαχλάζων τῷ ῥεύματι, τότε περὶ τὸν πυθμένα τοῦ δένδρου κατὰ τὸ ἄκρον ἐπιφαύσας τῷ ὕδατι, πάλιν ὀγκωθεὶς κατὰ τὸ μέσον συστέλλει τὸ ῥεῖθρον, καὶ οἷον φοβούμενος ἐμπελάσαι τῷ δένδρῳ, κυρτῷ τῷ κύματι παραμείβει τὸν χῶρον. Τοιαύτη τοῦ μεγάλου Γρηγορίου ἡ δύναμις, μᾶλλον δὲ τοῦ Θεοῦ τοῦ ἐνεργοῦντος ἐν ἐκείνῳ τὰ θαύματα.

Καθάπερ γὰρ ὑποχειρία τις οὖσα τῶν στοιχείων ἡ φύσις ἐδείκνυτο πρὸς τὸ δοκοῦν ἀλλασσομένη τοῖς ἐπιτάγμασιν, ὥστε λίμνην μὲν εἰς πυροφόρον χώραν μετατεθῆναι, τὰς δὲ χαράδρας τοῦ ὕδατος οἰκισθῆναι, τῆς βακτηρίας ᾠκειωμένης τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν. Ὄνομα δὲ μέχρι τοῦ νῦν ἐστι τῷ δένδρῳ, ἡ βακτηρία, μνημόσυνον τῆς Γρηγορίου χάριτος καὶ δυνάμεως τοῖς ἐγχωρίοις ἐν παντὶ τῷ χρόνῳ σωζόμενον. Τί βούλει τούτοις τῶν προφητικῶν θαυμάτων ἀντιπαρατεθῆναι διὰ συγκρίσεως;

Εἴπω τὴν τοῦ Ἰορδάνου τομὴν, ἣν τῇ πληγῇ τῆς μηλωτῆς ὁ Ἠλίας πρὸ τῆς ἀνόδου πεποίηται, καὶ μετ᾽ αὐτὸν Ἐλισσαῖος ὁ κληρονόμος τῆς μηλωτῆς καὶ τοῦ πνεύματος; Ἀλλ᾽ ἐπὶ τούτων, μόνοις τοῖς προφήταις ἐπὶ τοῦ καιροῦ τῆς χρείας σχισθέντος τοῦ ὕδατος, διὰ τοῦ ῥεύματος διαβατὸς ὁ Ἰορδάνης ἐγένετο, τοσοῦτον διασχὼν ἐν ἑαυτῷ τὸ ῥεῖθρον, ὅσον τοῖς ποσὶ παρασχεῖν τῶν προφητῶν διὰ ξηροῦ τοῦ πυθμένος ἐνδιοδεῦσαι, τῷ δὲ ἐφεξῆς χρόνῳ καὶ τοῖς λοιποῖς τῶν ἀνθρώπων τοιοῦτος ἦν, οἷος καὶ πρόσθεν ἦν. Λύκος ἐκεῖνος ἅπαξ ἀπωσθεὶς τῆς ἀτάκτου φορᾶς, εἰς τὸ ἀεὶ τὸ θαῦμα τοῦ Γρηγορίου ποιεῖ, παντὶ τῷ ἐφεξῆς χρόνῳ τοιοῦτος μένων, οἷον αὐτὸν ἡ τοῦ μεγάλου πίστις ἐν τῷ καιρῷ τῆς θαυματουργίας ἐποίησεν. Ὁ σκοπὸς δὲ τῶν γινομένων οὐχὶ ἡ τῶν ὁρώντων ἔκπληξις ἦν, ἀλλ᾽ ἡ τῶν προσοικούντων τῷ ποταμῷ σωτηρία. Ὥστε τοῦ θαύματος τὸ ἴσον ἔχοντος (ὑποχωρεῖ γὰρ καὶ τοῖς προφήταις καὶ τῷ μιμητῇ τῶν προφητῶν κατὰ τὸ ἴσον ἡ τοῦ ὕδατος φύσις), εἰ χρὴ μετὰ παῤῥησίας εἰπεῖν, πλεονεκτεῖ τῷ φιλανθρώπῳ τὸ παρὰ τούτου γενόμενον, δι᾽ οὗ τῶν προσοικούντων ἡ σωτηρία κατησφαλίσθη, τοῦ ὕδατος πεδηθέντος ἅπαξ κατ᾽ ἐκεῖνο τοῦ ῥεύματος, καὶ ἀκινήτου πρὸς τὸ ἐφεξῆς διαμένοντος.

Ἐπειδὴ, πανταχοῦ τῆς χώρας τῶν τοιούτων θαυμάτων διαφοιτώντων, τῇ δυνάμει τῆς εἰς Χριστὸν πίστεως ἐνεργεῖσθαι πεπιστευμένων, καὶ πάντες μετέχειν ἐπεθύμουν ἐκείνης τῆς πίστεως τῆς ὑπὸ τῶν τοιούτων μαρτυρουμένης θαυμάτων, καὶ πανταχοῦ προῄει τὸ κήρυγμα, καὶ ἐνεργὸν ἦν τὸ μυστήριον καὶ ἡ σπουδὴ πρὸς τὸ ἀγαθὸν ἐπετείνετο, τῆς ἱερωσύνης παρὰ πᾶσι καθισταμένης, ὡς ἂν διὰ πάντων ἡ πίστις πλεονάζοι καὶ αὔξοιτο· γίνεται οὖν πρεσβεία πρὸς αὐτὸν ἐκ πόλεώς τινος ἀστυγείτονος, ἐλθεῖν πρὸς αὐτοὺς, καὶ τὴν παρ᾽ αὐτοῖς ἐκκλησίαν διὰ τῆς ἱερωσύνης συστήσασθαι. Κώμανα δὲ τῇ πόλει τοὔνομα, ᾗ ἐπιξενωθῆναι τὸν μέγαν ἠξίουν πανδημεὶ πάντες τὴν χάριν αἰτούμενοι.

Γενόμενος τοίνυν παρ᾽ αὐτοῖς καὶ συνδιαγαγὼν ἡμέρας τινὰς, καὶ μᾶλλον αὐτοῖς τὴν περὶ τὸ μυστήριον ἐπιθυμίαν ἐξάψας οἷς ἐποίει τε καὶ ἐφθέγγετο· ἐπειδὴ καιρὸς ἦν καὶ τὴν πρεσβείαν αὐτῶν εἰς πέρας ἐλθεῖν, καὶ ἀναδειχθῆναί τινα τῆς παρ᾽ αὐτοῖς Ἐκκλησίας ἀρχιερέα· τότε τῶν μὲν ἐν τέλει πάντων αἱ γνῶμαι τοὺς προέχειν δοκοῦντας λόγῳ τε καὶ γένει, καὶ τῇ λοιπῇ περιφανείᾳ περιειργάζοντο. ᾬοντο γὰρ, ἐπειδὴ καὶ ταῦτα περὶ τὸν μέγαν Γρηγόριον ἦν, μηδὲ τούτων δεῖν ἄμοιρον εἶναι, τὸν ἐπὶ τὴν χάριν ταύτην ἐρχόμενον.

Πολλαχῆ δὲ ταῖς ψήφοις μεριζομένων, καὶ ἄλλων ἄλλον προαιρουμένων, ἀνέμενεν ὁ μέγας θεόθεν αὐτῷ γενέσθαι τινὰ πρὸς τὸ προκείμενον συμβουλήν. Καὶ καθὼς ὁ Σαμουὴλ μνημονεύεται, μὴ καταπλαγῆναι κάλλος σωμάτων καὶ μέγεθος ἐν τῇ τῆς βασιλείας κρίσει, ἀλλὰ ψυχὴν ἐπιζητεῖν βασιλικὴν, κἂν ἐν καταφρονουμένῳ σώματι τύχῃ· τὸν αὐτὸν τρόπον κἀκεῖνος, τὰς περὶ ἑκάστου τῶν ἐψηφισμένων σπουδὰς παραβλέπων, πρὸς ἓν ἀφεώρα μόνον, εἴ τις καὶ πρὸ τῆς ἀνακηρύξεως, δι᾽ ἐπιμελείας βίου καὶ ἀρετῆς, ἐν τῷ τρόπῳ τὴν ἱερωσύνην φέροι.

Ὡς δὲ οἱ μὲν παρῆγον τοὺς ὑπεψηφισμένους μετ᾽ ἐγκωμίων, ἕκαστος τὸν παρ᾽ αὐτοῦ προβαλλόμενος, ὁ δὲ καὶ πρὸς τοὺς εὐτελεστέρους κατὰ τὸ τοῦ βίου σχῆμα βλέπειν ἐκελεύετο (δυνατὸν γὰρ εἶναι καὶ ἐν τοῖς τοιούτοις εὑρεθῆναί τινα τῶν περιφανεστέρων τῷ βίῳ κατὰ τὸν πλοῦτον τῆς ψυχῆς ὑψηλότερον), ὕβριν ᾠήθη τις τῶν προεστηκότων τῆς ψήφου καὶ χλευασμὸν τὴν τοιαύτην τοῦ μεγάλου κρίσιν, εἰ, τῷ λόγῳ καὶ τῷ ἀξιώματι καὶ τῇ φαινομένῃ τοῦ βίου μαρτυρίᾳ κεκριμένων τῶν ἄλλων, μηδενὸς ἐπὶ τὴν ἱερωσύνην παραδεχθέντος, ἐκ τῶν βαναύσων πρὸς τοιαύτην χάριν νομίζοιντό τινες ἀξιώτεροι· καὶ ἅμα κατειρωνευόμενος προσελθὼν πρὸς αὐτὸν, Εἰ ταῦτα κελεύεις, φησὶ, τούτους μὲν τοιούτους ὄντας περιοφθῆναι τοὺς πάσης ἐξειλεγμένους τῆς πόλεως, ἐκ δὲ τῶν συρφετῶν εἰς προστασίαν τῆς ἱερωσύνης ἀναληφθῆναί τινα, ὥρα σοι λοιπὸν τὸν ἀνθρακέα καλεῖν ἐπὶ τὴν ἱερωσύνην Ἀλέξανδρον· καὶ μεταβάντες ἐπὶ τοῦτον, εἰ δοκεῖ, συμφωνήσωμεν πρὸς ἀλλήλους ταῖς ψήφοις ἡ πόλις πᾶσα. Ὁ μὲν οὖν ταῦτα ἐφθέγγετο τὴν γνώμην διαβάλλων αὐτοῦ, καὶ διὰ τῆς εἰρωνικῆς ταύτης ψήφου τὴν ἐπὶ τοῖς προλαβοῦσιν ἀκρίβειαν καταμεμφόμενος. Τῷ δὲ μεγάλῳ γίνεται διὰ τῶν εἰρημένων ἐνθύμιον, μὴ ἀθεεὶ τὸν Ἀλέξανδρον ἐν μνήμῃ τῶν ψηφιζομένων καὶ εἰρημένων γενέσθαι. Καὶ τίς οὗτος, φησὶν, ὁ Ἀλέξανδρος, οὗ τὴν μνήμην πεποίησθε;

Εἶτά τινος τῶν συμπαρόντων ἐν γέλωτι παραγαγόντος εἰς μέσον τὸν μνημονευθέντα, ῥακίοις πιναροῖς ἠμφιεσμένον, οὐδὲ ὅλῳ τῷ σώματι, καὶ ἅμα δεικνύντα τῷ φαινομένῳ τὴν ἐργασίαν χερσί τε καὶ προσώπῳ, καὶ τῷ λοιπῷ σώματι κατεῤῥυπωμένον τῇ ἐργασίᾳ τῶν ἀνθράκων, τοῖς μὲν λοιποῖς γέλωτος ἦν ὑπόθεσις, ἐν μέσοις τοιοῦτος ἑστὼς ὁ Ἀλέξανδρος, τῷ δὲ διορατικῷ ἐκείνῳ ὀφθαλμῷ πολλὴν παρεῖχεν ἔκπληξιν τὸ γινόμενόν τε καὶ ὁρώμενον· ἀνὴρ ἐν ἐσχάτῃ πενίᾳ, καὶ ἀπημελημένῳ τῷ σώματι πρὸς ἑαυτὸν βλέπων, καὶ οἷον ἐπαγαλλόμενος τούτῳ τῷ σχήματι, ὃ τοῖς ἀπαιδεύτοις ὀφθαλμοῖς ἦν ἐπιγέλαστον. Καὶ γὰρ οὕτως ἔχει. Καὶ οὐκ ἀνάγκῃ πενίας ἐπὶ τὸν τοιοῦτον ἐληλύθει βίον, ἀλλὰ καὶ φιλόσοφός τις ἦν ὁ ἀνὴρ, ὡς ὁ μετὰ ταῦτα βίος ἐγνώρισε, καὶ τῶν λοιπῶν ὑψηλότερος, ὡς καὶ μέχρι μαρτυρίου φθάσαι, διὰ πυρὸς τελειώσας τὸν δρόμον. Τὸ δὲ λανθάνειν ἐπεχείρησεν, ἢ μᾶλλον ἐπετήδευσε, κρείττων ὑπάρχων τῆς ἐσπουδασμένης παρὰ τῶν πολλῶν εὐκληρίας, καὶ ἀντ᾽ οὐδενὸς τὸν βίον ποιούμενος, τῆς ὑψηλοτέρας τε καὶ ἀληθοῦς ζωῆς τὴν ἐπιθυμίαν ἔχων. Καὶ ὡς ἂν μάλιστα τὸν πρὸς ἀρετὴν σκοπὸν κατορθώσειε, λανθάνειν ἐμηχανᾶτο τοιοῦτος ὢν, τῷ ἀτιμοτέρῳ τῶν ἐπιτηδευμάτων οἷον εἰδεχθεῖ προσωπείῳ ὑποκρυπτόμενος.

Ἄλλως δὲ, καὶ ὑπερανθῶν τῇ νεότητι, σφαλερὸν ἡγεῖτο τῷ τῆς σωφροσύνης σκοπῷ, φανερὸν ποιεῖν τὸ κάλλος τοῦ σώματος αὐτοῦ, ὥσπερ ἐμπομπεύων τῇ εὐκληρίᾳ τῆς φύσεως· ᾔδει γὰρ χαλεπῶν καταπτωμάτων ἀφορμὴν τοῖς πολλοῖς τὸ τοιοῦτον γινόμενον.

Ὡς ἂν οὖν μήτε πάθοι τι τῶν ἀβουλήτων, μήτε πάθους ὑπόθεσις ἀλλοτρίοις ὀφθαλμοῖς κατασταίη, διὰ τοῦτο καθάπερ τι προσωπεῖον εἰδεχθὲς τὴν ἀνθρακοποιίαν ἑκουσίως ἑαυτῷ περιτίθησι, δι᾽ ἧς τὸ σῶμα τοῖς πόνοις πρὸς ἀρετὴν ἐγυμνάζετο, καὶ τὸ κάλλος τῷ ῥύπῳ τῶν ἀνθράκων ἐπεκαλύπτετο, καὶ ἅμα τὸ ἐκ τῶν πόνων αὐτῷ προσγινόμενον εἰς ἐντολῶν ὑπηρεσίαν ᾠκονόμητο. Ἐπειδὴ τοίνυν μεταστήσας αὐτὸν τοῦ συνεδρίου, καὶ πάντα τὰ κατ᾽ αὐτὸν μετὰ ἀκριβείας ἐπύθετο, τὸν μὲν δίδωσι τοῖς περὶ αὐτὸν ἐντειλάμενος ἃ πράττειν ἐχρῆν· αὐτὸς δὲ πάλιν καταλαβὼν τὸ συνέδριον, ἐκ τῶν ἐν χερσὶ τοὺς συνειλεγμένους ἐπαίδευε, τοὺς περὶ τῆς ἱερωσύνης αὐτοῖς λόγους παρατιθέμενος, καὶ διὰ τούτων τὸν κατ᾽ ἀρετὴν ὑπογράφων βίον. Καὶ διῆγεν ἐν τοῖς τοιούτοις λόγοις παρακατέχων τὸν σύλλογον, ἕως ἐκπληρώσαντες οἱ ὑπηρετοῦντες αὐτῷ τὸ προστεταγμένον ἐπέστησαν, ἔχοντες μεθ᾽ ἑαυτῶν τὸν Ἀλέξανδρον, λουτρῷ τε τὴν ἐκ τῶν ἀσβόλων ἀηδίαν ἀποκλυσάμενον, καὶ τοῖς τοῦ μεγάλου ἱματίοις ἐστολισμένον. Ταῦτα γὰρ ἦν αὐτοῖς ἐντειλάμενος ποιῆσαι. Πάντων δὲ πρὸς τὸν Ἀλέξανδρον ἐπιστραφέντων, καὶ θαυμαστικῶς πρὸς τὸ φαινόμενον διακειμένων, Οὐδὲν καινὸν πεπόνθατε, φησὶ πρὸς αὐτοὺς ὁ διδάσκαλος, ὀφθαλμοῖς ἀπατηθέντες, καὶ τῇ αἰσθήσει μόνῃ τὴν κρίσιν τοῦ κάλλους ἐπιτρέψαντες.

Σφαλερὸν γὰρ κριτήριον τῆς τῶν ὄντων ἀληθείας ἡ αἴσθησις, τὴν πρὸς τὸ βάθος τῆς διανοίας εἴσοδον δι᾽ ἑαυτῆς ἀποκλείουσα.

Ἅμα δὲ καὶ αὐτῷ τῷ τῆς εὐσεβείας ἐχθρῷ δαίμονι τοῦτο φίλον ἦν πάντως ἀργῆσαι τὸ τῆς ἐκλογῆς σκεῦος τῇ ἀγνοίᾳ συγκαλυπτόμενον, μηδὲ παρελθεῖν εἰς μέσον ἄνδρα, τῆς ἐκείνου δυναστείας καθαιρέτην ἐσόμενον. Ταῦτα εἰπὼν προσάγει τῷ Θεῷ διὰ τῆς ἱερωσύνης τὸν ἄνδρα κατὰ τὸν νενομισμένον τρόπον τελειώσας τῇ χάριτι. Πάντων δὲ πρὸς τὸν νέον ἱερέα ἀποβλεπόντων, προτραπείς τινα πρὸς τὴν ἐκκλησίαν λόγον ποιήσασθαι, ἔδειξεν εὐθὺς ἐν προοιμίοις τῆς ἀρχῆς ὁ Ἀλέξανδρος ἄψευστον ἐπ᾽ αὐτῷ τοῦ μεγάλου Γρηγορίου τὴν κρίσιν.

Ἦν γὰρ αὐτῷ πλήρης διανοίας ὁ λόγος, ἧττον τῷ ἄνθει κεκαλλωπισμένος τῆς λέξεως. Ὅθεν τις τῶν νέων ἀγέρωχος ἐκ τῆς Ἀτθίδος αὐτοῖς ἐπιχωριάζων, τὸ ἀκαλλὲς τῆς λέξεως ὑπεγέλασεν, ὅτι μὴ τῇ περιεργίᾳ τῇ Ἀττικῇ κεκαλλώπιστο· ὅν φασιν ἐκ θειοτέρας ὄψεως σωφρονισθῆναι, ἰδόντα περιστερῶν ἀγέλην ἀμηχάνῳ τινὶ διαλάμπουσαν κάλλει, καί τινος ἀκηκοέναι λέγοντος, Ἀλεξάνδρου τὰς περιστερὰς εἶναι ταύτας, ἃς ἐν γέλωτι ἐκεῖνος πεποίηται. Τί τούτων ἄν τις πρὸ τοῦ ἑτέρου θαυμάσειε; τὸ μὴ δυσωπηθῆναι τὸν ἄνδρα τῶν ἀξιωμάτων τὴν ψῆφον, καὶ μὴ συναρπασθῆναι πρὸς τὰς μαρτυρίας τῶν προεχόντων· ἢ μᾶλλον τὸ θαυμάσαι τὸν ἐγκεκρυμμένον τοῖς ἄνθραξι πλοῦτον, ᾧ παραχρῆμα παρὰ τοῦ Θεοῦ ἡ τῆς ὀρθῆς κρίσεως μαρτυρία διὰ τῆς τοῦ ῥήτορος ἐπηκολούθησεν ὄψεως; Ἐμοὶ μὲν γὰρ ἐφ᾽ ἑαυτοῦ τούτων ἑκάτερον τοιοῦτον εἶναι δοκεῖ, ὡς πρὸς ἄλληλα μὲν ἔχειν τὴν ἅμιλλαν· πάντων δὲ μικροῦ δεῖν τῶν ἐπὶ θαύματι μνημονευομένων πρωτεύειν.

Τό τε γὰρ ἀντιβῆναι τῇ τῶν προεχόντων ὁρμῇ, τῆς ἀτρέπτου καὶ ὑψηλῆς διανοίας ἐναργέστατον ἐγίνετο γνώρισμα· ᾧ πάντα τὰ κατὰ τὸν κόσμον φαινόμενα ἐν τῷ ὁμοίῳ καθεωρᾶτο, εἴτε πρὸς τὸ μεῖζόν τε καὶ περιφανέστερον, εἴτε καὶ πρὸς τὸ ταπεινόν τε καὶ ἀφανὲς οἰκείως εἶχε· μόνῃ δὲ νέμων τῇ ἀρετῇ τὴν προτίμησιν, καὶ μόνην τὴν ἐν κακίᾳ ζωὴν κρίνων ἀπόβλητον, ἀντ᾽ οὐδενὸς ἑώρα τὰ πάντα, ὅσα κατὰ τὸν βίον ἢ σπουδῆς τινος, ἢ ἀτιμίας ἄξια κρίνεται.

Ὃ δὴ καὶ τότε πεποιηκὼς ἐπιδείκνυται. Ζητῶν γὰρ τὸν τῷ Θεῷ κεχαρισμένον καὶ ἄξιον εὑρεῖν, οὐκ ἀξιόπιστον εἰς μαρτυρίαν ᾠήθη πλοῦτον παραλαβεῖν καὶ ἀξίωμα, καὶ τὰς κατὰ τὸν κόσμον τοῦτον περιφανείας, ὧν οὐδὲν ἐν τοῖς τῶν ἀγαθῶν καταλόγοις ὁ θεῖος ἀπηριθμήσατο λόγος. Οὐ τοῦτο μόνον τοίνυν ἐστὶν ἐπαίνου τε καὶ θαύματος ἄξιον, τὸ μὴ προέσθαι τὰς τῶν δυναστευόντων σπουδάς· ἀλλὰ καὶ διὰ τῶν ἐφεξῆς αὐτὸς ἑαυτὸν ὑπερβάλλειν. Ὁ γὰρ μόνον τὴν ἀναξίαν ἀπωσάμενος ψῆφον, μὴ προσθεὶς δὲ τῇ χρείᾳ τὸ λεῖπον, τὸ μὲν κακὸν ἐκώλυσε, τὸ δὲ ἀγαθὸν οὐκ ἐποίησεν. Ὁ δὲ πρὸς τῷ μὴ συνθέσθαι τῷ χείρονι καὶ τὸ καλὸν ἐξευρὼν, δι᾽ ἀμφοτέρων ἐτελείωσε τὸ ἀγαθὸν, οὔτε τῷ κακῷ συγχωρήσας τὴν πάροδον, καὶ τὸ καλὸν προσαγαγὼν εἰς ἐνέργειαν· ὡς κατὰ ἀμφότερα γενέσθαι τὴν εὐεργεσίαν τοῦ μεγάλου Γρηγορίου ἐν τῇ πόλει, τό τε κατὰ ἄγνοιαν παρ᾽ αὐτῶν πλημμελούμενον ἐπιστρέψαντος, καὶ τὸ κεκρυμμένον παρ᾽ αὐτοῖς ἀγαθὸν δι᾽ ἑαυτοῦ φανερώσαντος.