Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς μακαρισμούς

Γρηγόριος ὁ Νύσσης

Λόγος Ε': Η ελεημοσύνη και η ελευθερία της ανθρώπινης προαίρεσης

Το έλεος ως θεία ιδιότητα και πηγή κοινωνικής ειρήνης, το αυτεξούσιο του ανθρώπου στην επιλογή του αγαθού, και η εσχατολογική κρίση έναντι της πλεονεξίας και των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

ΛΟΓΟΣ Εʹ. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τάχα τι τοιοῦτόν ἐστιν, ὃ διά τινος ὀπτασίας ὁ Ἰακὼβ δι᾽ αἰνίγματος ἐπαιδεύθη, κλίμακα ἰδὼν ἀπὸ γῆς ἐπὶ τὸ οὐράνιον ὕψος διήκουσαν, καὶ τὸν Θεὸν ἐπ᾽ αὐτῆς ἐστηριγμένον, οἷον δὴ νῦν καὶ ἡμῖν ἡ διὰ τῶν μακαρισμῶν διδασκαλία ποιεῖ, ἀεὶ πρὸς τὰ ὑψηλότερα τῶν νοημάτων τοὺς δι᾽ αὐτῆς ἀνιόντας ἐπαίρουσα.

Καὶ γὰρ ἐκεῖ τῷ πατριάρχῃ τὸν κατ᾽ ἀρετὴν οἶμαι βίον τῷ εἴδει τῆς κλίμακος διατυποῦσθαι, ὡς ἂν αὐτός τε μάθοι καὶ τοῖς μετ᾽ αὐτὸν ὑφηγήσαιτο, ὅτι οὐκ ἔστιν ἄλλως πρὸς τὸν Θεὸν ὑψωθῆναι, μὴ ἀεὶ πρὸς τὰ ἄνω βλέποντα, καὶ τὴν τῶν ὑψηλῶν ἐπιθυμίαν ἄληκτον ἔχοντα, ὡς μὴ ἀγαπᾷν ἐπὶ τῶν ἤδη κατορθωθέντων μένειν, ἀλλὰ ζημίαν ποιεῖσθαι, εἰ τοῦ ὑπερκειμένου μὴ ἅψαιτο. Καὶ ἐνταῦθα οὖν ὕψος τῶν ἐπ᾽ ἀλλήλων μακαρισμῶν αὐτῷ προσεγγίζειν τῷ Θεῷ παρασκευάζει, τῷ ἀληθῶς μακαρίῳ, καὶ πάσης ἐπεστηριγμένῳ μακαριότητος. Πάντως δὲ, ὡς τῷ σοφῷ διὰ σοφίας, καὶ διὰ καθαρότητος τῷ καθαρῷ προσεγγίζομεν, οὕτω καὶ τῷ μακαρίῳ διὰ τῆς ὁδοῦ τῶν μακαρισμῶν οἰκειούμεθα. Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν· διὸ καὶ ἐπεστηρίχθαι τῇ τοιαύτῃ κλίμακι ὁ Ἰακὼβ τὸν Θεὸν διηγήσατο. Ἡ οὖν τῶν μακαρισμῶν μετουσία οὐδὲν ἄλλο, εἰ μὴ θεότητος κοινωνία ἐστὶ, πρὸς ἣν ἡμᾶς ἀνάγει διὰ τῶν λεγομένων ὁ Κύριος.

Δοκεῖ οὖν μοι θεοποιεῖν τρόπον τινὰ διὰ τῆς εἰς τὸ ἀκόλουθον προκειμένης τοῦ μακαρισμοῦ ὑφηγήσεως, τὸν ἀκούοντά τε καὶ συνιέντα τοῦ λόγου. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Οἶδα πολλαχοῦ τῆς θείας Γραφῆς, τῷ ὀνόματι τοῦ ἐλεήμονος τοὺς ἁγίους ἄνδρας τὴν θείαν δύναμιν προσκαλουμένους· οὕτως ὁ Δαβὶδ ἐν ταῖς ὑμνῳδίαις· οὕτως Ἰωνᾶς ἐν τῇ καθ᾽ ἑαυτὸν προφητείᾳ· οὕτως ὁ μέγας Μωϋσῆς ἐν πολλοῖς τῆς νομοθεσίας κατανομάζει τὸ Θεῖον. Εἰ οὖν πρέπουσα τῷ Θεῷ ἡ προσηγορία τοῦ ἐλεήμονος· τί ἄλλο καὶ οὐχὶ θεόν σε προσκαλεῖται γενέσθαι ὁ λόγος, οἱονεὶ μορφωθέντα τῷ τῆς θεότητος ἰδιώματι; Εἰ γὰρ ἐλεήμων ὁ Θεὸς παρὰ τῆς θεοπνεύστου Γραφῆς ὀνομάζεται· τὸ δὲ ἀληθῶς μακαριστὸν, ἡ θεότης ἐστί· φανερὸν ἂν εἴη τὸ ἐκ τοῦ ἀκολούθου νοούμενον, ὅτι κἂν ἄνθρωπός τις ὢν ἐλεήμων γένηται, τῆς θείας ἀξιοῦται μακαριότητος, ἐν ἐκείνῳ γενόμενος, ᾧ τὸ Θεῖον κατονομάζεται. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Πῶς οὖν οὐ μακάριον ἐκεῖνο κληθῆναι καὶ γενέσθαι τὸν ἄνθρωπον, ᾧπερ ὁ Θεὸς ἐκ ποῦ ποιεῖν ὀνομάζεται;

ἀλλὰ τὸ μὲν ζηλοῦν τὰ μείζονα τῶν χαρισμάτων, συμβουλεύει διὰ τῶν ἰδίων λόγων καὶ ὁ θεῖος Ἀπόστολος· ἡμῖν δὲ σκοπός ἐστιν, οὐχ ὅπως ἀναπεισθείημεν τῶν καλῶν ὀρέγεσθαι (τοῦτο γὰρ αὐτομάτως ἔγκειται τῇ ἀνθρωπίνῃ φύσει, τὸ πρὸς τὸ καλὸν ἐπιῤῥεπῶς ἔχειν)· ἀλλ᾽ ὅπως ἂν μὴ ἁμάρτοιμεν τῆς τοῦ καλοῦ κρίσεως. Ἐν τούτῳ γὰρ μάλιστα τῷ μέρει πλημμελεῖται ἡμῶν ἡ ζωὴ, ἐν τῷ μὴ δύνασθαι ἀκριβῶς συνιέναι τί τὸ φύσει καλὸν, καὶ τί τὸ δι᾽ ἀπάτης τοιοῦτον ὑπονοούμενον.

Εἰ γὰρ γυμνὴ προέκειτο ἡ κακία τῷ βίῳ, καὶ μή τινι καλοῦ φαντασίᾳ προσκεχρωσμένη, οὐκ ἂν ηὐτομόλησε πρὸς αὐτὴν τὸ ἀνθρώπινον. Οὐκοῦν συνέσεως ἡμῖν χρεία, πρὸς τὴν τοῦ προκειμένου ῥητοῦ κατανόησιν, ὡς ἂν διδαχθέντες τὸ ἀληθινὸν τοῦ ἐγκειμένου νοήματος κάλλος, κατ᾽ αὐτὸ μορφωθείημεν. Ὥσπερ γὰρ ἡ περὶ τὸ Θεῖον ὑπόληψις, ἔγκειται μὲν πᾶσι φυσικῶς τοῖς ἀνθρώποις· ἐν δὲ τῇ ἀγνοίᾳ τοῦ ἀληθῶς ὄντος Θεοῦ, ἡ περὶ τὸ σπουδαζόμενον γίνεται διαμαρτία (οἷς μὲν γὰρ ἡ ἀληθὴς θεότης ἐστὶ σεβάσμιος, ἡ ἐν Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι θεωρουμένη· οἱ δὲ πρὸς ἀτόπους ὑπονοίας ἐπλανήθησαν, ἐν τῇ κτίσει τοιοῦτον ὑπονοοῦντες· καὶ διὰ τοῦτο ἡ ἐν ὀλίγῳ τῆς ἀληθείας παρατροπὴ, τῇ ἀσεβείᾳ τὴν πάροδον δέδωκεν)· οὕτω καὶ ἐπὶ τοῦ προκειμένου νοήματος, εἰ μὴ καταλάβοιμεν τὴν ἀληθῆ διάνοιαν, οὐκ ἐν ὀλίγῳ γένοιτο ἂν ἡμῖν ἡ ζημία τῆς ἀληθείας παρασφαλεῖσιν.

Τί τοίνυν ἐστὶν ὁ ἔλεος, καὶ περὶ τί ἐνεργούμενος; Καὶ πῶς μακάριος ὁ ἀντιλαμβάνων, ὃ δίδωσιν; Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Ἡ μὲν οὖν πρόχειρος τοῦ ῥητοῦ διάνοια, πρὸς τὸ φιλάλληλόν τε καὶ συμπαθὲς προσκαλεῖται τὸν ἄνθρωπον, διὰ τὸ ἄνισόν τε καὶ ἀνώμαλον τῶν τοῦ βίου πραγμάτων οὐ πάντων ἐν τοῖς ὁμοίοις βιοτευόντων, οὔτε κατὰ τὴν ἀξίαν, οὔτε κατὰ τὴν τοῦ σώματος κατασκευὴν, οὔτε κατὰ τὴν λοιπὴν περιουσίαν.

Μεμέρισται γὰρ ὡς τὰ πολλὰ, διὰ τῶν ἐναντίων ὁ βίος, δουλείᾳ καὶ κυριότητι, πλούτῳ καὶ πενίᾳ, δόξῃ καὶ ἀτιμίᾳ, σαθρότητι σώματος καὶ εὐεξίᾳ, καὶ πᾶσι τοῖς τοιούτοις διασχιζόμενος. Ὡς ἂν οὖν εἰς ἴσον ἔλθοι τῷ πλεονεκτοῦντι τὸ ὑστερούμενον, καὶ ἀναπληρωθείη τὸ λειπόμενον τῷ περισσεύοντι, νομοθετεῖ τοῖς ἀνθρώποις ἐπὶ τῶν καταδεεστέρων τὸ ἔλεον. Οὐ γάρ ἐστιν ἄλλως πρὸς θεραπείαν τῆς συμφορᾶς τοῦ πέλας ὁρμῆσαι, μὴ ἐλέου τὴν ψυχὴν πρὸς τὴν τοιαύτην ὁρμὴν ἐκμαλάξαντος· ἐκ γὰρ τοῦ ἐναντίου τῇ ἀπηνείᾳ νοεῖται ὁ ἔλεος. Ὡς οὖν ὁ ἀπηνής τε καὶ ἄγριος, ἀπροσπέλαστός ἐστι τοῖς ἐγγίζουσιν οὕτως ὁ συμπαθής τε καὶ ἐλεήμων, κατακιρνᾶταί πως τῇ διαθέσει πρὸς τὸ δεόμενον, ἐκείνῳ τῷ λυπουμένῳ γενόμενος, ὃ ἐπιζητεῖ ἡ ἀνιωμένη διάνοια. Καὶ ἔστιν ὁ ἔλεος, ὡς ἄν τις ὅρῳ περιλαβὼν ἑρμηνεύσειεν, ἑκούσιος λύπη ἐπ᾽ ἀλλοτρίοις κακοῖς συνισταμένη.

Εἰ δὲ οὐκ ἀκριβῶς τὴν διάνοιαν αὐτοῦ παρεστήσαμεν· τάχα ἄν ἄλλῳ λόγῳ διερμηνευθείη σαφέστερον. Ἔλεός ἐστιν ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητικὴ συνδιάθεσις. Ὥσπερ γὰρ τὸ ἀπηνές τε καὶ θηριῶδες, ἀπὸ τοῦ μίσους τὰς ἀφορμὰς ἔχει· οὕτως ἐκφύεταί πως τῆς ἀγάπης ὁ ἔλεος, οὐκ ἂν γενόμενος, εἰ μὴ ἐκ ταύτης. Καὶ εἴ τις ἀκριβῶς ἐξετάσειε τὸ τοῦ ἐλέου ἰδίωμα, ἐπίτασιν εὑρήσει τῆς ἀγαπητικῆς διαθέσεως, τῷ κατὰ τὴν λύπην πάθει συμμεμιγμένην. Ἡ μὲν γὰρ τῶν καλῶν κοινωνία πᾶσιν ὁμοίως, καὶ ἐχθροῖς, καὶ φίλοις σπουδάζεται· τὸ δὲ τῶν ἀνιαρῶν κοινωνεῖν ἐθέλειν, μόνον ἴδιον τῶν τῇ ἀγάπῃ κεκρατημένων ἐστίν. Ἀλλὰ μὴν πάντων ὡμολόγηται τῶν κατὰ τὸν βίον τοῦτον ἐπιτηδευομένων ἡ ἀγάπη τὸ κράτιστον εἶναι. Ἐπίτασις δὲ ἀγάπης ὁ ἔλεος. Κυρίως ἄρα μακαριστὸς, ὁ ἐν τῇ τοιαύτῃ διαθέσει τὴν ψυχὴν ἔχων, ὡς τοῦ ἀκροτάτου κατὰ τὴν ἀρετὴν ἐφαπτόμενος· καὶ μηδεὶς ἐν μόναις ταῖς ὕλαις τὴν ἀρετὴν θεωρείτω· οὕτω γὰρ ἂν οὐ πάντως εἴη κατόρθωμα τὸ τοιοῦτον, πλὴν τοῦ δύναμίν τινα πρὸς εὐποιΐαν ἔχοντος· ἀλλά μοι δοκεῖ δικαιότερον ἐν προαιρέσει τὸ τοιοῦτον βλέπειν. Ὁ γὰρ θελήσας τὸ ἀγαθὸν μόνον, κωλυθεὶς δὲ πρὸς τὸ καλὸν, τῷ μὴ δύνασθαι, κατ᾽ οὐδὲν ἐλαττοῦται τῆς ψυχῆς διαθέσει, τοῦ διὰ τῶν ἔργων τὴν γνώμην δείξαντος.

Ὅσον μὲν οὖν κέρδος ἐστὶ τῷ βίῳ, εἰ πρὸς τοῦτό τις ἐκλαμβάνει τοῦ μακαρισμοῦ τὴν διάνοιαν, περιττὸν ἂν εἴη διεξιέναι, φανερῶν ὄντων καὶ τοῖς κομιδῆ νηπίοις, τῶν ἐκ τῆς συμβουλῆς ταύτης τῷ βίῳ κατορθουμένων.

Εἰ γὰρ πᾶσι καθ᾽ ὑπόθεσιν ἡ τοιαύτη τῆς ψυχῆς ἐγγένοιτο πρὸς τὸ ἐλαττούμενον σχέσις, οὐκέτ᾽ ἂν εἴη τὸ ὑπερέχον, καὶ ἐλαττούμενον· οὐκέτι πρὸς τὰ ἐναντία τῶν ὀνομάτων ὁ βίος διενεχθήσεται· οὐκ ἀνιάσει πενία τὸν ἄνθρωπον· οὐ ταπεινώσει δουλεία· οὐ λυπήσει ἀτιμία· πάντα γὰρ ἔσται πᾶσι κοινά· καὶ ἰσονομία καὶ ἰσηγορία τῷ βίῳ τῶν ἀνθρώπων ἐμπολιτεύεται· ἑκουσίως τοῦ πολιτεύοντος πρὸς τὸ λεῖπον ἐξισουμένου. Εἰ δὲ τοῦτο γένοιτο, οὐκέτ᾽ ἂν ὑπολειφθείη τις ἀπεχθείας ὑπόθεσις· ἀργὸς ὁ φθόνος· νεκρὸν τὸ μῖσος· ὑπερόριος ἡ μνησικακία, τὸ ψεῦδος, ἡ ἀπάτη, ὁ πόλεμος· (ἅπερ ἔγγονα πάντα τῇ τοῦ πλείονος ἐπιθυμίᾳ ἐστίν.) Ἐκείνης δὲ τῆς ἀσυμπαθοῦς διαθέσεως ἐξορισθείσης, συνεκβάλλεται πάντως, οἷόν τινι πονηρᾷ ῥίζῃ, τὰ τῆς κακίας βλαστήματα.

Τῇ. δὲ τῶν πονηρῶν ὑπεξαιρέσει ὁ τῶν ἀγαθῶν κατάλογος ἀντεισέρχεται, εἰρήνη καὶ δικαιοσύνη, καὶ πᾶσα τῶν πρὸς τὸ κρεῖττον νοουμένων ἀκολουθία. Τί τοίνυν ἂν εἴη μακαριστότερον, τὸ οὕτω τὸν βίον ἔχειν, οὐκέτι μοχλοῖς καὶ λίθοις τὴν ἀσφάλειαν τῆς ζωῆς ἡμῶν πιστευόντων, ἀλλ᾽ ἐν ἀλλήλοις ἠσφαλισμένων;

Ὥσπερ γὰρ ὁ ἀπηνής τε καὶ θηριώδης, δυσμενεῖς ἑαυτῷ τοὺς τῆς ἀγριότητος πεπειραμένους ποιεῖ· οὕτως ἐκ τοῦ ἐναντίου, εὔνοι ἅπαντες τῷ ἐλεοῦντι γινόμεθα, φυσικῶς τοῖς μετέχουσι τοῦ ἐλέου τὴν ἀγάπην ἐντίκτοντος. Οὐκοῦν ἐστιν ὁ ἔλεος, ὥς γε ὁ λόγος ὑπέδειξεν, εὐνοίας πατὴρ, ἀγάπης ἐνέχυρον, σύνδεσμος πάσης φιλικῆς διαθέσεως· τῆς δὲ ἀσφαλείας ταύτης, τί ἂν ἐπινοηθείη κατὰ τὴν ζωὴν ὀχυρώτερον;

Ὥστε εἰκότως ὁ Λόγος μακαρίζει τὸν ἐλεήμονα, τοσούτων ἀγαθῶν τῷ ὀνόματι τούτῳ ἐμφαινομένων. Ἀλλὰ τὸ μὲν βιωφελῆ τὴν τοιαύτην συμβουλὴν εἶναι, παντός ἐστι μὴ ἀγνοῆσαι· ἐμοὶ δὲ δοκεῖ πλέον τι τῶν ἐκ τοῦ προχείρου νοουμένων, τῇ τοῦ μέλλοντος ἐκλήψει δι᾽ ἀποῤῥήτων παραδηλοῦν ἡ διάνοια. Μακάριοι γὰρ, φησὶν, οἱ ἐλεήμονες· ὅτι αὐτοὶ ἐλεηθήσονται· ὡς ὕστερον ἀποκειμένης τοῖς ἐλεοῦσι τῆς κατὰ τὸν ἔλεον ἀντιδόσεως.

Οὐκοῦν ὡς ἂν οἷοί τε ὦμεν τὴν εὔληπτον ταύτην καὶ ἐκ τοῦ προχείρου τοῖς πολλοῖς εὑρισκομένην καταλιπόντες διάνοιαν, πρὸς τὸ ἐσώτερον τοῦ καταπετάσματος διακύψαι, τῷ λόγῳ κατὰ τὸ δυνατὸν ἐγχειρήσωμεν. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Ἔστι μὲν οὖν τι καὶ δογμάτων ὑψηλότερον ἐν τῷ λόγῳ μαθεῖν· ὅτι πάντων ἀγαθῶν τὰς ἀφορμὰς ὁ κατ᾽ εἰκόνα ἑαυτοῦ ποιήσας τὸν ἄνθρωπον, τῇ φύσει τοῦ πλάσματος ἐναπέθετο, ὡς μηδὲν ἡμῖν τῶν καλῶν ἔξωθεν ἐπεισκρίνεσθαι, ἀλλ᾽ ἐφ᾽ ἡμῖν εἶναι ὅπερ βουλόμεθα, οἷον ἐκ ταμείου τινὸς προχειριζομένους τὸ ἀγαθὸν ἐκ τῆς φύσεως· ἀπὸ μέρους γὰρ περὶ τοῦ παντὸς διδασκόμεθα, ὅτι οὐκ ἔστιν ἄλλως τινὰ τῶν κατ᾽ ἐπιθυμίαν τυχεῖν, μὴ αὐτὸν ἑαυτῷ τὸ ἀγαθὸν χαριζόμενον· διό φησί που πρὸς τοὺς ἀκούοντας ὁ Κύριος, ὅτι Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν· καὶ, ὅτι Πᾶς ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται· ὡς καὶ τὸ λαβεῖν τὸ ποθούμενον, καὶ τὸ εὑρεῖν τὸ ζητούμενον, καὶ τὸ ἐντὸς τῶν ἐπιθυμουμένων γενέσθαι, ἐφ᾽ ἡμῖν εἶναι ὅταν βουλώμεθα, καὶ τῆς ἡμετέρας ἐξηρτῆσθαι γνώμης. ᾯ κατὰ τὸ ἀκόλουθον συγκατασκευάζεται, καὶ τὸ ἐξ ἐναντίου νοούμενον, ὅτι καὶ ἡ πρὸς τὸ χεῖρον ῥοπὴ, μηδεμιᾶς ἔξωθεν βιαζομένης ἀνάγκης ἐγγίνεται, ἀλλ᾽ ὁμοῦ τὸ ἑλέσθαι τὸ κακὸν, ὑφίσταται, τότε εἰς γένεσιν παραγενόμενον, ὅταν ἑλώμεθα· αὐτὸ δὲ ἐφ᾽ ἑαυτοῦ κατ᾽ ἰδίαν ὑπόστασιν ἔξω προαιρέσεως, οὐδαμοῦ τὸ κακὸν εὑρίσκεται κείμενον.

Ἐκ δὲ τούτων ἡ αὐτοκρατής τε καὶ αὐτεξούσιος δύναμις, ἣν ἐνετεκτήνατο τῇ φύσει τῶν ἀνθρώπων ὁ τῆς φύσεως Κύριος, σαφῶς ἐπιδείκνυται, διὰ τοῦ πάντα τῆς προαιρέσεως τῆς ἡμετέρας ἠρτῆσθαι, εἴτε ἀγαθὰ, εἴτε χείρονα· τὴν δὲ θείαν κρίσιν ἀδεκάστῳ καὶ δικαίῳ. ψήφῳ τῆς κατὰ τὴν ἡμετέραν πρόθεσιν ἑπομένην, ἐκεῖνο νέμειν ἑκάστῳ, ὅπερ ἂν ἑαυτῷ τις παρεχόμενος τύχῃ· τοῖς μὲν, καθώς φησιν ὁ Ἀπόστολος, καθ᾽ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ, ὀργὴν καὶ θλίψιν, καὶ πάντα ὅσα τῆς σκυθρωπῆς ἀντιδόσεώς ἐστιν ὀνόματα. Ὥσπερ γὰρ τὰ ἀκριβῆ τῶν κατόπτρων τοιαύτας δείκνυσι τὰς τῶν προσώπων ἐμφάσεις, οἷά περ ἂν τὰ πρόσωπα ᾖ, φαιδρὰ μὲν τῶν φαιδρυνομένων, κατηφῆ δὲ τῶν σκυθρωπαζόντων· καὶ οὐκ ἄν τις αἰτιάσαιτο τὴν τοῦ κατόπτρου φύσιν, εἰ σκυθρωπὸν ἐμφανείη τὸ ἀπεικόνισμα τοῦ πρωτοτύπου διὰ κατηφείας συμπεπτωκότος· οὕτω καὶ ἡ δικαία τοῦ Θεοῦ κρίσις ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, οἷά περ ἂν τὰ παρ᾽ ἡμῶν ᾖ, τοιαῦτα ἡμῖν ἐκ τῶν ἰδίων παρέχουσα. Δεῦτε, φησὶν, οἱ εὐλογημένοι· καὶ, Πορεύεσθε, οἱ κατηραμένοι, Μή τις ἀνάγκη τῶν ἔξωθεν ἐπὶ τούτων ἐστὶν, τοῖς δεξιοῖς μὲν τὴν γλυκεῖαν φωνὴν, τοῖς δὲ ἀριστεροῖς τὴν σκυθρωπὴν ἀποκληροῦσα;

Οὐχ οὗτοι μὲν δι᾽ ὧν ἐποίησαν, ἔσχον τὸν ἔλεον, οἱ δὲ τῷ πρὸς τοὺς ὁμοφύλους ἀπηνῶς ἔχειν, ἀπηνὲς ἑαυτοῖς τὸ Θεῖον ἐποίησαν; Οὐκ ἠλέησε τὸν τῷ πυλῶνι προσταλαιπωροῦντα πτωχὸν, ὁ ταῖς τρυφαῖς διακεχυμένος πλούσιος, διὰ τοῦτο ἑαυτῷ ἀποκόπτει τὸν ἔλεον, ἐλεηθῆναι δεόμενος, καὶ οὐκ ἀκουόμενος· οὐχ ὅτι ζημίαν ἔφερε μία ῥανὶς εἰς τὴν μεγάλην τοῦ παραδείσου πηγὴν, ἀλλ᾽ ὅτι ἡ τῆς ἐλεημοσύνης σταγὼν ἀμίκτως ἔχει πρὸς τὴν ἀπήνειαν. Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος; Οἷα, φησὶν, ἂν σπείρῃ ὁ ἄνθρωπος, τοιαῦτα καὶ θερίσει· ὅτι ὁ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. Σπορὰν οἶμαι τὴν ἀνθρωπίνην εἶναι προαίρεσιν· θέρος δὲ τὴν ἐπὶ τῇ προαιρέσει ἀντίδοσιν.

Πολύχους ὁ τῶν ἀγαθῶν στάχυς, τοῖς τοιαύτην ἑλομένοις σποράν· ἐπίπονος ἡ ἀκανθολογία τοῖς ἀκανθώδη σπέρματα καταβαλλομένοις τῷ βίῳ. Χρὴ γὰρ πάντως αὐτὸ θερίσαι τινὰ, ὅπερ ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως.

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τίς ἂν διεξέλθοι λόγος ἀνθρώπινος τὸ βάθος τῶν ἐγκειμένων νοημάτων τῷ λόγῳ; Τὸ γὰρ ἀπόλυτόν τε καὶ ἀόριστον τῆς φωνῆς δίδωσί τι καὶ πλέον τῶν εἰρημένων περιεργάζεσθαι, τὸ μὴ προσθεῖναι τίνες εἰσὶν εἰς οὓς ἐνεργὸν εἶναι προσήκει τὸν ἔλεον· ἀλλ᾽ ἁπλῶς εἰπεῖν ὅτι Μακάριοι οἱ ἐλεήμονες. Τάχα γὰρ ἡμῖν τοιοῦτόν τι διὰ τῶν εἰρημένων ὁ λόγος αἰνίττεται, ὡς ἀκολουθεῖν τῷ μακαρίῳ πένθει τὴν τοῦ ἐλέους διάνοιαν. Καὶ γὰρ ἐκεῖ μακαριστὸς ἦν, ὁ τὸν τῇδε βίον ἐν πένθει· ποιούμενος, καὶ ἔνθα μοι δοκεῖ τὴν ἴσην ὁ λόγος ὑποσημαίνειν διδασκαλίαν. Ὡς γὰρ ἐπὶ τῶν ἀλλοτρίων διατιθέμεθα συμφορῶν, ὅταν τινὲς τῶν ἐπιτηδείων ἡμῖν ἀβουλήτοις τισὶ συνενεχθῶσι λύπαις, ἢ πατρῴας οἰκίας ἐκπεπτωκότες, ἢ ναυαγίου περισωθέντες γυμνοὶ, ἢ πειραταῖς, ἢ λῃσταῖς ὑποχείριοι γεγονότες, ἢ δοῦλοι ἐξ ἐλευθέρων, ἣ αἰχμάλωτοι ἐξ εὐδαιμόνων, ἢ ἄλλο τι τοιοῦτον ἀντιλαβόντες κακὸν, οἱ τέως ἐν εὐκληρίᾳ τινὶ τὸν βίον ἐξεταζόμενοι. Ὡς τοίνυν ἐπὶ τούτων ἀλγεινή τις γίνεται ταῖς ψυχαῖς ἡμῶν ἡ συνδιάθεσις· τάχα πολὺ μᾶλλον ἐφ᾽ ἡμῶν αὐτῶν εὔκαιρον ἂν εἴη τὴν τοιαύτην ἀνακεῖσθαι διάνοιαν ἐπὶ τῇ παρ᾽ ἀξίαν τοῦ βίου βολῇ.

Ὅταν γὰρ λογισώμεθα, τίς ἡ λαμπρὰ ἡμῶν οἰκία ἧς ἐκπεπτώκαμεν· πῶς ὑπὸ τοῖς λῃσταῖς γεγόναμεν· πῶς τῷ βυθῷ τοῦ τῇδε βίου καταβυθισθέντες ἀπεγυμνώθημεν· οἵους καὶ ὅσους δεσπότας ἀντὶ τῆς ἐλευθερίας τε καὶ αὐτονόμου διαγωγῆς ἐπεσπασάμεθα· πῶς τὸ μακαριστὸν τῆς ζωῆς θανάτῳ καὶ φθορᾷ διεκόψαμεν· ἆρα δυνατὸν, εἰ ταύτας λάβοιμεν ἐννοίας, ἀλλοτρίαις συμφοραῖς προσασχολεῖσθαι τὸν ἔλεον, καὶ οὐκ αὐτὴν ἐλεεινῶς τὴν ψυχὴν διατίθεσθαι, λογιζομένην ἅ τε εἶχεν, ὧν τε ἐκπέπτωκεν; Τί γὰρ τῆς αἰχμαλωσίας ταύτης ἐλεεινότερον; Ἀντὶ τῆς ἐν τῷ παραδείσῳ τρυφῆς, τὸ νοσῶδες τοῦτο καὶ ἐπίπονον χωρίον ἐν τῇ ζωῇ κεκληρώμεθα· ἀντὶ τῆς ἀπαθείας ἐκείνης, τὰς μυρίας τῶν παθημάτων ἀντειλήφαμεν κῆρας· ἀντὶ τῆς ὑψηλῆς ἐκείνης διαγωγῆς, καὶ τῆς μετὰ τῶν ἀγγέλων ζωῆς, τοῖς θηρίοις τῆς γῆς συνοικεῖν κατεκρίθημεν· τοῦ ἀγγελικοῦ τε καὶ ἀπαθοῦς τὸν κτηνώδη βίον ἀνταλλαξάμενοι, τοὺς πικροὺς τῆς ζωῆς ἡμῶν τυράννους, τοὺς λυσσῶντας καὶ ἀγριαίνοντας δεσπότας, τίς ἂν ῥᾳδίως ἀριθμῷ περιλάβοι; Πικρὸς δεσπότης ὁ θυμός· τοιοῦτος ἄλλος ὁ φθόνος· τὸ μῖσος, τὸ καθ᾽ ὑπερηφανίαν πάθος, λυσσώδης τις καὶ ἄγριος τύραννος· ὡς ἀργυρωνήτων κατατρυφῶν ὁ ἀκόλαστός ἐστι λογισμὸς, ὁ πρὸς τὰς ἐμπαθεῖς τε καὶ ἀκαθάρτους ὑπηρεσίας ἐξανδραποδίζων τὴν φύσιν· ἡ δὲ τῆς πλεονεξίας τυραννὶς, τίνα οὐ παρέρχεται πικρίας ὑπερβολήν;

Ἡ τὴν ἀθλίαν δουλωσαμένη ψυχὴν, ἀεὶ τὰς ἀπλήστους αὐτῆς ἐπιθυμίας πληροῦν ἀναγκάζει, πάντοτε δεχομένη καὶ οὐδέποτε πληρουμένη· οἷόν τι πολυκέφαλον θηρίον, μυρίοις στόμασι τῇ ἀπληρώτῳ γαστρὶ τὴν τροφὴν παραπέμπον· ᾗ οὐδείς ποτε τοῦ κερδαίνειν γίνεται κόρος· ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον, ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας καθίσταται. Τίς τοίνυν τὸν δύστηνον τοῦτον βίον κατανοήσας ἀνηλεῶς καὶ ἀπηνῶς πρὸς τὰς τοιαύτας συμφορὰς διατίθεται; Ἀλλ᾽ αἴτιον τὸ μὴ ἐλεεῖν ἡμᾶς αὐτοὺς ἐν ἀναισθησίᾳ τῶν κακῶν εἶναι· οἷόν τι πάσχουσιν οἱ ἐκ μανίας παράφοροι, ὧν ἡ ὑπερβολὴ τοῦ κακοῦ, καὶ τὴν αἴσθησιν ὧν πάσχουσι προσαφῄρηται. Εἰ τοίνυν τις ἑαυτὸν ἐπιγνοίη, οἷός τε πρότερον ἦν, καὶ οἷος ἐπὶ τοῦ παρόντος ἐστίν· φησὶ δέ που καὶ ὁ Σολομῶν, ὅτι Οἱ ἑαυτῶν ἐπιγνώμονες σοφοί· οὐδέποτε ἐλεῶν ὁ τοιοῦτος παύσεται, τῇ δὲ τοιαύτῃ τῆς ψυχῆς διαθέσει καὶ ὁ θεῖος ἔλεος κατὰ τὸ εἰκὸς ἀκολουθήσει. Διό φησιν· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Αὐτοὶ οὐχὶ ἕτεροι· ἐν τούτῳ γὰρ σαφηνίζει τὸ ὄνομα, ὡς ἂν εἴ τις λέγει, Μακάριόν ἐστι τὸ ἐπιμελεῖσθαι τῆς σωματικῆς ὑγιείας. Ὁ γὰρ ἐπιμελούμενος, αὐτὸς ἐν ὑγιείᾳ βιώσεται· οὕτως ὁ ἐλεήμων ἐστὶ μακαριστὸς, ὅτι ὁ καρπὸς τοῦ ἐλέου ἴδιον κτῆμα τοῦ ἐλεοῦντος γίνεται· εἴτε κατὰ τὸν νῦν ἡμῖν εὑρεθέντα λόγον· εἴτε κατὰ τὸν προεξητασμένον, τὸν ἐπὶ τῶν ἀλλοτρίων λέγω συμφορῶν δεικνύντα τῆς ψυχῆς τὴν συμπάθειαν· ἀγαθὸν γὰρ ὁμοίως ἑκάτερον, τό τε ἑαυτὸν ἐλεεῖν κατὰ τὸν εἰρημένον τρόπον, καὶ τὸ συμπάσχειν ταῖς δυσπραγίαις τῶν πέλας· διότι τὸ δίκαιον τῆς θείας κρίσεως, τὴν ἐπὶ τῶν καταδεεστέρων τοῦ ἀνθρώπου προαίρεσιν, ἐπὶ τῆς ὑπερεχούσης δείκνυται ἐξουσίας· ὥστε τρόπον τινὰ ἑαυτοῦ δικαστὴν εἶναι τὸν ἄνθρωπον, ἑαυτῷ τὴν ψῆφον ἐν τῇ τῶν ὑπηκόων φέροντα κρίσει. Ἐπειδὴ τοίνυν πεπίστευται, καὶ ἀληθῶς πεπίστευται, πᾶσαν παραστήσασθαι τὴν ἀνθρωπίνην φύσιν τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον· τάχα καὶ τολμηρὸν εἰπεῖν· εἰ δυνατόν ἐστι τὰ ἀπόῤῥητα καὶ ἀθέατα λογισμῷ λαβεῖν, καὶ ἤδη τὸ μακάριον τῆς ἀντιδόσεως τῶν ἐλεουμένων κατανοῆσαι. Ἡ γὰρ ἐγγινομένη ταῖς ψυχαῖς εὔνοια, πρὸς τοὺς τὸν ἔλεον ἐπιδεικνυμένους, παρὰ τὸν βίον ἐν τῇ ζωῇ εἰσαεὶ κατὰ τὸ εἰκὸς παραμένει τοῖς μετεσχηκόσι τῆς χάριτος.

Τί οὖν εἰκὸς ἐν τῷ καιρῷ τῆς ἐξετάσεως, εἰ ἐπιγνωσθείη παρὰ τῶν εὖ πεπονθότων ὁ εὐεργέτης, ὅπως διατεθήσεται τὴν ψυχὴν ἐπὶ ταῖς εὐχαρίστοις φωναῖς ἐπὶ Θεοῦ πάσης τῆς κτίσεως εὐφημούμενος;

Ἆρά τινος ἄλλου μακαρισμοῦ προσδεηθήσεται, ὁ ἐν τοσούτῳ θεάτρῳ ἐπὶ τοῖς ἀρίστοις ἀνακηρυττόμενος; Τὸ γὰρ παρεῖναι τοὺς εὖ πεπονθότας, ἡ τοῦ Εὐαγγελίου διδάσκει φωνὴ, ἐν τῇ πρὸς τοὺς δικαίους καὶ τῇ πρὸς τοὺς ἁμαρτωλοὺς τοῦ βασιλέως κρίσει. Πρὸς ἀμφοτέρους γὰρ τῷ δεικτικῷ χρῆται, οἱονεὶ δακτύλῳ τὸ ὑπερκείμενον γνωρίσας· Ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων. Τὸ γὰρ Τούτων εἰπεῖν, τὴν τῶν εὐπεπονθότων παρουσίαν ἐνδείκνυται.

Νῦν μοι λεγέτω ὁ τὴν ἄψυχον ὕλην τῶν χρημάτων προτιμῶν τῆς μελλούσης μακαριότητος· Ποία χρυσίου λαμπρότης τοιαύτη; Τίνες τῶν πολυτιμήτων λίθων αὐγαί; Τίς ἐξ ἐνδυμάτων κόσμος τοιοῦτος, οἷον ἐκεῖνο τὸ ἀγαθὸν ἡ ἐλπὶς ὑποτίθεται; Ὅταν ὁ βασιλεύων τῆς κτίσεως ἑαυτὸν ἀνακαλύψῃ τῇ ἀνθρωπίνῃ φύσει, ἐπὶ τοῦ ὑψηλοῦ θρόνου μεγαλοπρεπῶς προκαθήμενος, ὅταν ὀφθῶσι περὶ αὐτὸν αἱ ἀναρίθμητοι μυριάδες τῶν ἀγγέλων, καὶ δὴ ὅταν ἐν ὀφθαλμοῖς γένηται πάντων ἀπόῤῥητος τῶν οὐρανῶν βασιλεία, καὶ ἀναδειχθῇ πάλιν ἐκ τοῦ ἐναντίου τὰ φοβερὰ κολαστήρια· ἐν μέσῳ δὲ τούτων πᾶσα ἡ ἀνθρωπίνη φύσις, τῶν ἀπὸ πρώτης κτίσεως καὶ μέχρι τῆς τοῦ παντὸς συμπληρώσεως γεγονότων, φόβῳ τε καὶ ἐλπίδι τῶν μελλόντων ἑστήκῃ μετέωρος, τῇ ἐφ᾽ ἑκάτερα τῶν προσδοκωμένων ἐκβάσει κραδαινομένη πολλάκις· καὶ τῶν ἀγαθῇ συνειδήσει συνεζηκότων ἀπιστούντων τῷ μέλλοντι, ὅταν ἑτέρους ἴδωσιν, ὑπὸ τοῦ πονηροῦ συνειδότος, εἰς τὸ σκυθρωπὸν ἐκεῖνο σκότος, ὥσπερ ὑπό τινος δημίου καθελκομένους; Ἐὰν οὗτος ἐν εὐφήμοις τε καὶ εὐχαρίστοις ταῖς παρὰ τῶν εὐπεπονθότων φωναῖς, λαμπρὸς τῇ παῤῥησία τῷ κριτῇ παρὰ τῶν ἔργων προσαγάγηται· ἆρα κατὰ τὸν ὑλώδη πλοῦτον εὐκληρίαν ἐκείνην εἶναι λογίσεται; Ἆρα δέξεται ἀντὶ τῶν ἀγαθῶν ἐκείνων ὄρη πάντα καὶ πεδία, καὶ νάπας, καὶ θάλασσαν, εἰς χρυσὸν αὐτῷ μεταποιηθέντα γενέσθαι;

Ὁ δὲ ἀκριβῶς σφραγίσι καὶ κλείθροις, καὶ σιδηροδέτοις πύλαις, καὶ ὀχυροῖς κρυπτηρίοις τὸν μαμωνὰν κατακρύψας, καὶ πάσης ἐντολῆς τὸ ἀποκεῖσθαι αὐτῷ συγκεχωσμένην ἐν τῷ κρυπτῷ τὴν ὕλην προτιμότερον κρίνας, ἐὰν ἐπὶ τὸ σκοτεινὸν πῦρ ἐπὶ κεφαλὴν κατασύρηται· πάντων αὐτῷ τὸ ἀπεινὲς καὶ ἀνήμερον προφερόντων, τῶν κατὰ τὴν ζωὴν ταύτην πεπειραμένων, καὶ λεγόντων· Μνήσθητι ὅτι ἀπέλαβες ἀγαθά σου ἐν τῇ ζωῇ σου· συναπέκλεισας ἐν τοῖς ὀχυρώμασι τοῦ πλούτου τὸν ἔλεον, καὶ κατέλιπες ὑπὲρ γῆς τὴν εὐσπλαγχνίαν· οὐκ ἐκομίσω πρὸς τὸν τῇδε βίον τὴν φιλανθρωπίαν· οὐκ ἔχεις ὃ μὴ ἔσχες· οὐχ εὑρίσκεις ὃ μὴ ἀπέθου· οὐ συνάγεις ὃ μὴ ἐσκόρπισας· οὐ θεριεῖς ὧν οὐ κατεβάλου τὰ σπέρματα· ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος· πικρίαν ἔσπειρας, δρέπου τὰ δράγματα· τὸ ἀνηλεὲς ἐτίμησας, ἔχε ὅπερ ἠγάπησας· οὐκ εἶδες συμπαθῶς· οὐκ ὀφθήσῃ ἐλεεινῶς. Περιεῖδες θλιβόμενον, περιοφθήσῃ ἀπολλύμενος. Ἔφυγες τὸν ἔλεον, φεύξεταί σε ὁ ἔλεος· ἐβδελύξω τὸν πτωχὸν, βδελύξεταί σε ὁ διὰ σὲ πτωχεύσας.

Εἰ ταῦτα καὶ τὰ τοιαῦτα λέγοιτο, ποῦ τὸ χρυσίον; Ποῦ τὰ λαμπρὰ σκεύη; Ποῦ ἡ ἐπιβεβλημένη τοῖς θησαυροῖς διὰ τῶν σφραγίδων ἀσφάλεια; Ποῦ οἱ ταῖς νυκτεριναῖς φυλακαῖς ἐπιτετευγμένοι κύνες, καὶ πρὸς τοὺς ἐπιβουλεύοντας τῶν ὅπλων παρασκευή; Ἡ ἐν τοῖς βιβλίοις ἀναγεγραμμένη σημείωσις; Τί ταῦτα πρὸς τὸν κλαυθμὸν καὶ τὸν βρυγμὸν τῶν ὀδόντων; Τίς καταυγάσει τὸ σκότος;

Τίς κατασβέσει τὴν φλόγα; Τίς ἀποστρέψει τὸν ἀτελεύτητον σκώληκα; Οὐκοῦν νοήσωμεν, ἀδελφοὶ, τὴν τοῦ Κυρίου φωνὴν, ἐν ὀλίγῳ τοσαῦτα περὶ τῶν μελλόντων παιδεύουσαν· καὶ γενώμεθα ἐλεήμονες, ἵνα γενώμεθα διὰ τοῦτο μακάριοι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.