Τὸ μὲν οὖν ἔπαθλον τηλικοῦτον· ὁ δὲ ἆθλος τίς; Ἐὰν εἰρηνοποιήσῃ, φησὶ, τῇ τῆς ὑποθεσίας χάριτι στεφανωθήσῃ. Ἐμοὶ δοκεῖ καὶ τὸ ἔργον ἐφ᾽ ᾧ τὸν τοσοῦτον μισθὸν ἐπαγγέλλεται ἕτερον δῶρον εἶναι. Τί γὰρ εἰς ἀπόλαυσιν τῶν κατὰ τὸν βίον σπουδαζομένων τῆς εἰρηνικῆς ἐστι τοῖς ἀνθρώποις γλυκύτερον ζωῆς; ὅτιπερ ἂν εἴπῃς τῶν ἡδέων κατὰ τὴν ζωὴν, εἰρήνης χρῄζει τὸ εἶναι ἡδύ. Εἰ γὰρ πάντα εἴη, ὅσα κατὰ τὸν βίον τετίμηται, πλοῦτος, εὐεξία, γαμετὴ, παῖδες, οἰκία, γονεῖς, ὑπηρέται, φίλοι· γῆ, θάλασσα, τοῖς οἰκείοις ἑκατέρα πλουτίζουσα· παράδεισοι, θῆραι, λουτρὰ, παλαῖστραι, γυμνάσια· τρυφητήριά τε καὶ ἡβητήρια· καὶ πάντα, ὅσα ἐστὶ τῆς ἡδονῆς ἐφευρήματα· προσκείσθω τούτοις τὰ ἡδέα θεάματα, καὶ τὰ μουσικὰ ἀκροάματα· καὶ εἴ τι ἄλλο δι᾽ οὗ τοῖς τρυφῶσιν ὁ βίος ἡδύνεται. Εἰ ταῦτα μὲν εἴη πάντα, τὸ δὲ τῆς εἰρήνης ἀγαθὸν μὴ παρῇ, τί κέρδος ἐκείνων, πολέμου τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἐπικόπτοντος; οὐκοῦν ἡ εἰρήνη αὕτη τε ἡδεῖά ἐστι τοῖς μετέχουσι, καὶ πάντα καταγλυκαίνει τὰ ἐν τῷ βίῳ τιμώμενα. Ἀλλὰ κἄν τινα συμφορὰν κατὰ τὸ ἀνθρώπινον ἐν εἰρήνῃ πάθωμεν, ἀγαθῷ τὸ κακὸν συγκεκραμένον ῥᾷον τοῖς πεπονθόσι γίνεται· πολέμου δὲ τὴν ζωὴν συνέχοντος, ἀναισθητοῦμεν τρόπον τινὰ πρὸς τὰς τοιαύτας τῶν λυπηρῶν ἀφορμάς. Ὑπερβάλλει γὰρ ταῖς ἀλγηδόσι τὰ καθ᾽ ἕκαστον ἡ κοινὴ συμφορά.