Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς μακαρισμούς

Γρηγόριος ὁ Νύσσης

Λόγος Ζ': Η ειρηνοποιία και η δωρεά της θείας υιοθεσίας

Το υπερβάλλον μεγαλείο της θείας υιοθεσίας, η ειρήνη ως ύψιστο αγαθό σε αντίθεση με τα πάθη του θυμού και του φθόνου, και η εσωτερική ειρήνευση μεταξύ σαρκός και πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

ΛΟΓΟΣ Ζʹ. Μακάριοι οἱ εἰρηνοποιοί· ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνοπηγίας, ἣν κατὰ τὸν ἐν τῷ ὄρει παρὰ τοῦ Θεοῦ δειχθέντα τύπον ὁ νομοθέτης τοῖς Ἰσραηλίταις κατεσκευάσατο, πάντα μὲν ἅγιά τε καὶ ἱερὰ καθ᾽ ἕκαστον ἦν, ὅσα τῷ περισχοινίσματι κατὰ τὸ ἐντὸς περιείληπτο· τὸ δὲ ἐνδότατον ἐν τούτοις ἄδυτόν τε καὶ ἄβατον ἦν, Ἅγιον ἁγίων λεγόμενον· δεικνύσης, οἶμαι, τῆς ἐπιτατικῆς ταύτης ὀνοματοποιΐας, τὸ μὴ κατὰ τὸ ὁμότιμον τοῖς ἄλλοις μετέχειν κἀκεῖνο τῆς ἁγιότητος· ἀλλ᾽ ὅσον διέφερεν τοῦ κοινοῦ καὶ βεβήλου τὸ ἀφιερωμένον καὶ ἅγιον, τοσοῦτον ἐκεῖνο τὸ ἄδυτον τῶν περὶ αὐτὸ ἁγίων ἱερώτερόν τε καὶ καθαρώτερον εἶναι. Οἶμαι τοίνυν ἐγὼ κατὰ τὸν αὐτὸν τρόπον, τῶν ἐν τῷ ὄρει τούτῳ προδειχθέντων ἡμῖν μακαρισμῶν, πάντα μὲν ἱερά τε καὶ ἅγια καθ᾽ ἕκαστον εἶναι. ὅσα προλαβὼν ὁ θεῖος κατεσκεύασε λόγος· τὸ δὲ νῦν τῇ θεωρίᾳ προκείμενον, ἄδυτον ὡς ἀληθῶς καὶ Ἅγιον ἁγίων εἶναι. Εἰ γὰρ τὸ ἰδεῖν τὸν Θεὸν ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ πᾶσαν εὐκληρίαν πάντως ἐστίν· ποία γὰρ ῥημάτων ἐπίνοια; τίς ἐξ ὀνομάτων σημασία τῆς τηλικαύτης ἐπαγγελίας τὴν δωρεὰν περιλήψεται;

Ὅπερ ἄν τις τῇ διανοίᾳ νοήσῃ, ὑπὲρ ἐκεῖνο πάντως ἐστὶ τὸ δηλούμενον· ἐὰν ἀγαθὸν, ἢ τίμιον, ἢ ὑψηλὸν ὀνομάσῃς τὸ κατὰ τὸν μακαρισμὸν τοῦτον δι᾽ ἐπαγγελίας προκείμενον, πλέον ἢ κατὰ τὴν ἔμφασιν τῶν ὀνομάτων ἐστὶ τὸ δηλούμενον· ὑπὲρ εὐχὴν ἡ ἐπιτυχία, ὑπὲρ ἐλπίδα τὸ δῶρον, ὑπὲρ τὴν φύσιν ἡ χάρις. Τί ἐστιν ἄνθρωπος ὡς πρὸς τὴν θείαν φύσιν κρινόμενος; Τίνος εἴπω τῶν ἁγίων φωνὴν, δι᾽ ἧς ἐξευτελίζεται τὸ ἀνθρώπινον; κατὰ τὸν Ἀβραὰμ γῆ καὶ σποδός· κατὰ τὸν Ἡσαΐαν χόρτος· κατὰ τὸν Δαβὶδ οὐδὲ χόρτος, ἀλλ᾽ ἐοικὸς χόρτῳ. Ὁ μὲν γὰρ λέγει, Πᾶσα σὰρξ χόρτος· οὗτος δέ φησι· Ἄνθρωπος ὡσεὶ χόρτος· κατὰ τὸν Ἐκκλησιαστὴν ματαιότης· κατὰ τὸν Παῦλον, ταλαιπωρία. Οἷς γὰρ ἑαυτὸν ὁ Ἀπόστολος κατωνόμασεν, τούτοις ἅπαν κατοικτίζεται τὸ ἀνθρώπινον. Ταῦτα ὁ ἄνθρωπος· ὁ δὲ Θεὸς τί; Πῶς εἴπω τὸ τί, ὃ μήτε ἰδεῖν δυνατὸν, μήτε ἀκοῇ χωρῆσαι, μήτε καρδίᾳ λαβεῖν; Ποίαις φωναῖς ἐξαγγείλω τὴν φύσιν; Τί εὕρω τοῦ ἀγαθοῦ τούτου ἐν τοῖς γινωσκομένοις ὑπόδειγμα; Ποίας καινοτομήσω φωνὰς, πρὸς τὴν τοῦ ἀφράστου τε καὶ ἀνεκφωνήτου σημασίαν;

Ἤκουσα τῆς θεοπνεύστου Γραφῆς μεγάλα περὶ τῆς ὑπερκειμένης φύσεως διεξιούσης· ἀλλὰ τί ταῦτα πρὸς αὐτὴν τὴν φύσιν; Ὅσον γὰρ ἐγὼ ἐχώρουν δέξασθαι, τοσοῦτον εἶπεν ὁ λόγος, οὐχ ὅσον ἐστὶ τὸ δηλούμενον. Ὡς γὰρ οἱ ἀναπνέοντες τὸν ἀέρα κατὰ τὴν ἐν ἑαυτῷ ἕκαστος εὐρυχωρίαν, ὁ μὲν πλεῖον, ὁ δὲ ἔλαττον τοῦ ἀέρος ἀνέλαβεν· οὐ μὴν ὁ πολὺν ἐν ἑαυτῷ κατασχὼν τὸν ἀέρα, ἅπαν τὸ στοιχεῖον ἐντὸς ἑαυτοῦ πεποίηται, ἀλλὰ καὶ οὗτος ἔλαβεν ἐκ τοῦ ὅλου ὅσον ἠδύνατο, καὶ τὸ ὅλον ἐστίν· οὕτως καὶ αἱ τῆς ἁγίας Γραφῆς θεολογίαι, αἱ παρὰ τῶν τῷ ἁγίῳ Πνεύματι θεοφορουμένων ἡμῖν ἐκτεθεῖσαι, πρὸς μὲν τὸ ἡμέτερον τῆς διανοίας μέτρον, ὑψηλαὶ καὶ μεγάλαι καὶ ὑπὲρ πᾶν εἰσι μέγεθος· τοῦ τε ἀληθινοῦ μεγέθους οὐ προσαπτόμεναι. Τίς ἐμέτρησε, φησὶ, τὸν οὐρανὸν σπιθαμῇ, καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ πᾶσαν τὴν γῆν δρακί; Ὁρᾷς τὴν μεγαλοφυΐαν τοῦ τὴν ἄφραστον διαγράφοντος δύναμιν; ἀλλὰ τί ταῦτα πρὸς τὸ ὄντως ὄν; Μέρος γάρ τοι τῆς θείας ἐνεργείας ἐν ταῖς τοιαύταις μεγαληγορίαις, ὁ προφητικὸς ἐνεδείξατο λόγος· αὐτὴν δὲ τὴν δύναμιν ἀφ᾽ ἧς ἡ ἐνέργεια, ἵνα μὴ εἴπω τὴν φύσιν, ἀφ᾽ ἧς ἡ δύναμις, οὔτε εἶπεν, οὔτε ἐμέλλησεν· ἀλλὰ καὶ καθάπτεται τῷ λόγῳ τῶν στοχασμοῖς τισι τὸ Θεῖον ἀπεικονιζόντων, ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ τοιοῦτον διεξιών· Τίνι με ὁμοιώσατε; λέγει Κύριος.

Τὴν ἴσην δὲ συμβουλὴν καὶ ὁ Ἐκκλησιαστὴς τοῖς ἰδίοις ἐγκατατίθεται λόγοις, Μὴ σπεύσῃς ἐξενεγκεῖν ῥῆμα πρὸ προσώπου τοῦ Θεοῦ· ὅτι ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ τῆς γῆς κάτω· δεικνὺς, οἶμαι, διὰ τῆς τῶν στοιχείων πρὸς ἄλληλα διαστάσεως, ὅσῳ τῷ μέτρῳ ἡ θεία φύσις τῶν λογισμῶν γηΐνων ὑπερανέστηκεν. Τούτῳ μέν τοι τῷ τοιούτῳ καὶ τοσούτῳ πράγματι, ὃ οὔτε ἰδεῖν ἔστιν, οὔτε ἀκοῦσαι, οὔτε λογίσασθαι, ὁ ἀντ᾽ οὐδενὸς ἐν τοῖς οὖσι λελογισμένος ἄνθρωπος, ἡ σποδὸς, ὁ χόρτος, ἡ ματαιότης, οἰκειοῦται, εἰς υἱοῦ τάξιν παρὰ τοῦ Θεοῦ τῶν ὅλων προσλαμβανόμενος. Τί τῆς χάριτος ταύτης ἔστιν εὑρεῖν εἰς εὐχαριστίαν ἐπάξιον; Ποίαν φωνὴν, ποίαν διάνοιαν, ποίαν ἐνθυμήσεως κίνησιν, δι᾽ ἣν τὴν τῆς χάριτος ὑπερβολὴν ἀνυμνήσει; ἐκβαίνει τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος, ἀθάνατος ἐκ θνητοῦ, καὶ ἐξ ἐπικήρου ἀκήρατος, καὶ ἐξ ἐφημέρου ἀΐδιος, καὶ τὸ ὅλον θεὸς ἐξ ἀνθρώπου γινόμενος. Ὁ γὰρ Θεοῦ υἱὸς γενέσθαι ἀξιωθεὶς, ἕξει πάντως ἐν ἑαυτῷ τοῦ πατρὸς τὸ ἀξίωμα, καὶ πάντων γίνεται τῶν πατρικῶν ἀγαθῶν κληρονόμος· ὢ τῆς μεγαλοδωρεᾶς τοῦ πλουσίου Δεσπότου! ὢ τῆς πλατείας παλάμης! ὢ τῆς μεγάλης χειρός! ἡλίκα τῶν ἀποῤῥήτων θησαυρῶν τὰ χαρίσματα!

Εἰς τὸ ὁμότιμον ἑαυτῷ σχεδὸν τὴν ἐξ ἁμαρτίας ἀτιμωθεῖσαν φύσιν ὑπὸ φιλανθρωπίας ἄγει. Εἰ γὰρ ὅπερ αὐτός ἐστι κατὰ τὴν φύσιν, τούτου τὴν οἰκειότητα τοῖς ἀνθρώποις χαρίζεται· τί ἄλλο, ἢ οὐχὶ ὁμοτιμίαν τινὰ διὰ τῆς συγγενείας κατεπαγγέλλεται;

Τὸ μὲν οὖν ἔπαθλον τηλικοῦτον· ὁ δὲ ἆθλος τίς; Ἐὰν εἰρηνοποιήσῃ, φησὶ, τῇ τῆς ὑποθεσίας χάριτι στεφανωθήσῃ. Ἐμοὶ δοκεῖ καὶ τὸ ἔργον ἐφ᾽ ᾧ τὸν τοσοῦτον μισθὸν ἐπαγγέλλεται ἕτερον δῶρον εἶναι. Τί γὰρ εἰς ἀπόλαυσιν τῶν κατὰ τὸν βίον σπουδαζομένων τῆς εἰρηνικῆς ἐστι τοῖς ἀνθρώποις γλυκύτερον ζωῆς; ὅτιπερ ἂν εἴπῃς τῶν ἡδέων κατὰ τὴν ζωὴν, εἰρήνης χρῄζει τὸ εἶναι ἡδύ. Εἰ γὰρ πάντα εἴη, ὅσα κατὰ τὸν βίον τετίμηται, πλοῦτος, εὐεξία, γαμετὴ, παῖδες, οἰκία, γονεῖς, ὑπηρέται, φίλοι· γῆ, θάλασσα, τοῖς οἰκείοις ἑκατέρα πλουτίζουσα· παράδεισοι, θῆραι, λουτρὰ, παλαῖστραι, γυμνάσια· τρυφητήριά τε καὶ ἡβητήρια· καὶ πάντα, ὅσα ἐστὶ τῆς ἡδονῆς ἐφευρήματα· προσκείσθω τούτοις τὰ ἡδέα θεάματα, καὶ τὰ μουσικὰ ἀκροάματα· καὶ εἴ τι ἄλλο δι᾽ οὗ τοῖς τρυφῶσιν ὁ βίος ἡδύνεται. Εἰ ταῦτα μὲν εἴη πάντα, τὸ δὲ τῆς εἰρήνης ἀγαθὸν μὴ παρῇ, τί κέρδος ἐκείνων, πολέμου τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν ἐπικόπτοντος; οὐκοῦν ἡ εἰρήνη αὕτη τε ἡδεῖά ἐστι τοῖς μετέχουσι, καὶ πάντα καταγλυκαίνει τὰ ἐν τῷ βίῳ τιμώμενα. Ἀλλὰ κἄν τινα συμφορὰν κατὰ τὸ ἀνθρώπινον ἐν εἰρήνῃ πάθωμεν, ἀγαθῷ τὸ κακὸν συγκεκραμένον ῥᾷον τοῖς πεπονθόσι γίνεται· πολέμου δὲ τὴν ζωὴν συνέχοντος, ἀναισθητοῦμεν τρόπον τινὰ πρὸς τὰς τοιαύτας τῶν λυπηρῶν ἀφορμάς. Ὑπερβάλλει γὰρ ταῖς ἀλγηδόσι τὰ καθ᾽ ἕκαστον ἡ κοινὴ συμφορά.

Καὶ ὥσπερ οἱ ἰατροὶ περὶ τῶν σωματικῶν λέγουσι παθημάτων, εἰ δύο κατ᾽ αὐτὸν ἐν ἑνὶ σώματι πόνοι συμπέσοιεν, τοῦ ὑπερβάλλοντος μόνου τὴν αἴσθησιν γίνεσθαι· λανθάνειν δέ πως τοῦ ἐλάττονος κακοῦ τὴν ἀλγηδόνα, τῇ ἐπιβολῇ τοῦ ἐπικρατοῦντος ἐκκλεπτομένην· οὕτω τὰ τοῦ πολέμου κακὰ τοῖς ἀλγεινοῖς ὑπερβάλλοντα, πρὸς τὰς ἰδίας συμφορὰς ἀναισθήτως ἔχειν τοὺς καθ᾽ ἕκαστον παρασκευάζει. Εἰ δὲ πρὸς τὴν τῶν κακῶν τῶν ἰδίων αἴσθησιν ἀποναρκᾷ πως ἡ ψυχὴ, τοῖς κοινοῖς τοῦ πολέμου κακοῖς ἐκπεπληγμένῃ, πῶς τῶν ἡδέων αἴσθησιν ἕξει; Ποῦ ὅπλα καὶ ἵπποι, καὶ τεθηγμένος σίδηρος, καὶ σάλπιγξ ἠχοῦσα; καὶ φάλαγγες τοῖς δόρασι φρίσσουσαι, καὶ ἀσπίδες συνερειδόμεναι, καὶ κράνη τοῖς λόφοις φοβερῶς ἐπινεύοντα, συμπτώσεις, ὠθισμοὶ, συμπλοκαὶ, μάχαι, ἀνδροκτασίαι, φυγαὶ, διώξεις, οἰμωγαὶ, ἀλαλαγμοὶ, γῆ τοῖς αἵμασιν ὑγραινομένη, νεκροὶ πατούμενοι, τραυματίαι καταλειπόμενοι, καὶ πάντα ὅσα ἐν τοῖς πικροῖς ἐστι τοῦ πολέμου συμπτώμασιν; ἆρα ὁ ἐν τούτοις ὢν σχέσει ποτὲ πρὸς τὴν τοῦ εὐφραίνοντος μνήμην τὸν λογισμὸν ὑποκλίναι;

Εἰ δέ που καὶ ὑποδράμοι τὴν ψυχὴν μνήμη τῶν ἡδίστων τινός· οὐχὶ προσθήκη γίνεται συμφορᾶς ἐν τῷ τῶν κινδύνων καιρῷ ἡ τῶν φιλτάτων ὑπόμνησις τὸν λογισμὸν ὑπελθοῦσα; Οὐκοῦν ὁ μισθόν σοι διδοὺς, εἰ τῶν κατὰ πόλεμον κακῶν χωρισθείης, δύο σοι κεχάρισται δωρεάς. Ἓν μὲν γάρ ἐστι δῶρον τὸ ἔπαθλον· ἕτερον δὲ δῶρον αὐτὸς ὁ ἆθλος. Ὥστε καὶ εἰ μηδὲν τῷ τοιούτῳ κατ᾽ ἐλπίδα πρόσκειτο, αὐτὴ δι᾽ ἑαυτὴν ἡ εἰρήνη πάσης ἂν ἦν τοῖς γε νοῦν ἔχουσι προτιμοτέρα σπουδῆς. Ἐν τούτῳ τοίνυν ἔστι τὴν τῆς φιλανθρωπίας ὑπερβολὴν ἐπιγνῶναι, ὅτι τὰς ἀγαθὰς ἀντιδόσεις, οὐ πόνοις καὶ ἱδρῶσιν, ἀλλ᾽ εὐπαθείαις τρόπον τινὰ καὶ θυμηδίαις κεχάρισται· εἴπερ τὸ κεφάλαιον τῶν εὐφραινόντων ἡ εἰρήνη ἐστὶν, ἣν τοσαύτην ἑκάστῳ παρεῖναι βούλεται, ὡς μὴ μόνον αὐτὸν ἕκαστον ἔχειν, ἀλλ᾽ ἐκ πολλοῦ τοῦ περιόντος καὶ τοῖς μὴ ἔχουσι νέμειν.

Μακάριοι γὰρ, φησὶν, οἱ εἰρηνοποιοί. Εἰρηνοποιὸς δέ ἐστιν ὁ εἰρήνην διδοὺς ἄλλῳ· οὐκ ἂν δέ τις ἑτέρῳ παράσχοιτο, ὃ μὴ αὐτὸς ἔχει. Βούλεται τοίνυν πρότερον εἶναί σε πλήρη τῶν τῆς εἰρήνης καλῶν, εἶθ᾽ οὕτως ὀρέγειν τοῖς ἐνδεῶς ἔχουσι τοῦ τοιούτου κτήματος.

Καὶ μὴ λίαν τὴν διὰ βάθους θεωρίαν περιεργαζέσθω ὁ λόγος· αὔταρκες γὰρ ἡμῖν εἰς ἀγαθοῦ κτῆσιν, καὶ τὸ πρόχειρον νόημα. Μακάριοι οἱ εἰρηνοποιοί. Πολλῶν ἀῤῥωστημάτων θεραπείαν ὁ λόγος ἐν ὀλίγῳ χαρίζεται, διὰ τῆς περιλήψεως ταύτης καὶ γενικωτέρας φωνῆς ἐκπεριλαβὼν τὰ καθ᾽ ἕκαστον, Τί ἐστιν ἡ εἰρήνη πρῶτον νοήσωμεν. Τί ἄλλο, ἢ ἀγαπητική τις πρὸς τὸ ὁμόφυλον συνδιάθεσις; τί οὖν ἐστι ἐξ ἐναντίου τῇ ἀγάπῃ νοούμενον; Μῖσος, ὀργὴ, θυμὸς, φθόνος, μνησικακία, ὑπόκρισις, ἡ κατὰ πόλεμον συμφορά. Ὁρᾷς ὅσων καὶ οἴων ἀῤῥωστημάτων ἀντιφάρμακόν ἐστιν ἡ μία φωνή; Ἡ γὰρ εἰρήνη κατὰ τὸ ἴσον ἑκάστῳ τῶν εἰρημένων ἀντικαθίσταται, καὶ ἀφανισμὸν ποιεῖ τοῦ κακοῦ τῇ ἑαυτῆς παρουσίᾳ, Ὡς γὰρ ὑγιείας ἐπιλαβούσης ἡ νόσος ἐξαφανίζεται, καὶ φωτὸς φανέντος οὐχ ὑπολείπεται σκότος· οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης, λύεται πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Τοῦτο δὲ ὅσον ἐστὶν ἀγαθὸν, οὐδὲν οἶμαι χρῆναι διεξιέναι τῷ λόγῳ αὐτός· σὺ κατὰ σεαυτὸν ἐπιλελόγισαι, οἷος ὁ βίος τῶν ἀλλήλους δι᾽ ὑποψίας καὶ μίσους ἐχόντων, ὧν δυσάντητοι μὲν αἱ συντυχίαι, βδελυκτὰ δὲ αὐτοῖς τὰ ἀλλήλων πάντα· ἄφθογγα δὲ τὰ στόματα, καὶ ἀπεστραμμένα τὰ βλέμματα· καὶ ἀκοὴ πεφραγμένη τῇ τοῦ μισοῦντος καὶ μισουμένου φωνῇ.

Πᾶν δὲ φίλον ἑκατέρῳ αὐτῶν, ὃ τῷ ἑτέρῳ μὴ φίλον· καὶ ἐκ τοῦ ἐναντίου πᾶν ἐχθρὸν, καὶ πολέμιον, ὃ τῷ δυσμενεῖ καταθύμιον. Ὥσπερ τοίνυν τὰ εὐώδη τῶν ἀρωμάτων, τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ· οὕτω σοι βούλεται κατὰ περιουσίαν πλεονάζειν τῆς εἰρήνης τὴν χάριν, ὥστε τὸν σὸν βίον θεραπείαν εἶναι τῆς ἀλλοτρίας νόσου. Ὅσον δὲ τὸ τοιοῦτόν ἐστιν ἀγαθὸν, ἀκριβέστερον ἂν ἐπιγνοίης, ἑκάστου τῶν ἐκ τῆς δυσμενοῦς προαιρέσεως ἐγγινομένων τῇ ψυχῇ παθημάτων τὰς συμφορὰς λογιζόμενος. Τίς ἂν διεξέλθοι πρὸς ἀξίαν τῆς ὀργῆς τὰ πάθη; Τίς ὑπογράψει λόγος τὴν ἀσχημοσύνην τῆς τοιαύτης νόσου; Ὁρᾷς τὰ τῶν δαιμονώντων πάθη τοῖς ὑπὸ θυμοῦ κεκρατημένοις ἐπιφαινόμενα.

Λόγισαι παράλληλα τοῦ τε δαίμονος καὶ τοῦ θυμοῦ τὰ συμπτώματα, καὶ τίς ἐν τούτοις ἡ διαφορά. Ὕφαιμος καὶ διάστροφος τῶν δαιμονώντων ὀφθαλμὸς, παράφορος ἡ γλῶσσα, τραχὺ τὸ φθέγμα, ὀξεῖα καὶ ὑλακώδης ἡ φωνή. Κοινὰ ταῦτα καὶ τοῦ θυμοῦ καὶ τοῦ δαίμονος, κλόνος κεφαλῆς, χειρῶν ἔμπληκτοι κινήσεις, βρασμὸς ὅλου τοῦ σώματος, ἄστατοι πόδες, μία τῶν δύο νοσημάτων ἡ διὰ τῶν. τοιούτων ὑπογραφή. Τοσοῦτον μόνον παρήλλακται τοῦ ἑτέρου τὸ ἕτερον, ὅσον τὸ μὲν ἑκούσιον εἶναι κακὸν, τὸ δὲ ἀβουλήτως προσπίπτειν οἷς ἂν ἐγγίνεται.

Τὸ δὲ κατ᾽ ἰδίαν ὁρμὴν ἐν συμφορᾷ γενέσθαι, τοῦ παρὰ γνώμην παθεῖν, ὅσον ἐλεεινότερον; Καὶ τὴν μὲν ἐκ δαίμονος νόσον ὁ ἰδὼν πάντως ἠλέησε· τὴν δὲ ἐκ θυμοῦ παραφορὰν, ὁμοῦ τε εἶδεν καὶ ἐμιμήσατο, ζημίαν ἐκκρίνων τὸ μὴ ὑπερβάλλεσθαι τῷ καθ᾽ ἑαυτὸν πάθει τὸν προνοσήσαντα. Καὶ ὁ μὲν δαίμων στρεβλῶν τοῦ ἐμπαθοῦς τὸ σῶμα, μέχρις ἐκείνου τὸ κακὸν ἵστησι, κατὰ τοῦ ἀέρος εἰκῆ διαῤῥίπτων τοῦ μεμηνότος τὰς χεῖρας· ὁ δὲ τοῦ θυμοῦ δαίμων οὐκ ἀργὰς ποιεῖ τὰς κινήσεις τοῦ σώματος. Ἐπειδὰν γὰρ ἐπικρατήσῃ τὸ πάθος, καὶ ὑπερζέσῃ τὸ περικάρδιον αἷμα τῆς μελαίνης χολῆς, ὥς φασιν, ἐκ τῆς θυμώδους διαθέσεως ἁπανταχῇ κατασπαρείσης τῷ σώματι, τότε ὑπὸ τῶν ἔνδοθεν συνθλιβομένων ἀτμῶν, στενοχωρεῖται πάντα τὰ περὶ τὴν κεφαλὴν αἰσθητήρια· ὀφθαλμοὶ μὲν ὑπὸ τὴν τῶν βλεφάρων περιγραφὴν ἐξωθοῦνται, ὕφαιμόν τι καὶ δρακοντῶδες πρὸς τὸ λυποῦν ἀτενίζοντες· ἄσθματι δὲ τὰ σπλάγχνα συνέχεται· διοίσουσι δὲ κατὰ τοῦ αὐχένος αἱ φλέβες, καὶ ἡ γλῶσσα παχύνεται· καὶ ἡ φωνὴ στενουμένης τῆς ἀρτηρίας ἑκουσίως ὀξύνεται· καὶ τὰ χείλη τῇ ὑποσπορᾷ τῆς ψυχρᾶς ἐκείνης χολῆς πήγνυται καὶ περιμελαίνεται, καὶ δυσκίνητα γίνεται πρὸς τὴν κατὰ φύσιν διαστολὴν καὶ ἐπίμυσιν, ὡς μηδὲ τὸν πτύελον ἐν τῷ στόματι πλεονάζοντα περικρατεῖν δύνασθαι, ἀλλὰ συνεκβαλεῖν τοῖς ῥήμασι, τοῦ βεβιασμένου φθόγγου τὸν ἀφρὸν παραπτύοντος.

Τότε τοίνυν καὶ τὰς χεῖρας ἔστιν ἰδεῖν ἀνακινουμένας ὑπὸ τῆς νόσου, καὶ τοὺς πόδας ὡσαύτως· κινεῖται δὲ τὰ μέλη ταῦτα, οὐκέτι μάτην, καθάπερ ἐπὶ τῶν δαιμονώντων γίνεται, ἀλλ᾽ ἐπὶ κακῷ τῶν ἀλλήλοις διὰ τῆς νόσου συμπλεκομένων.

Εὐθὺς γὰρ πρὸς τὰ καίρια τῶν αἰσθητηρίων αἱ ὁρμαὶ τῶν ἀλλήλους πληττόντων γίνονται. Εἰ δέ που προσεγγίσει ἐν τῇ συμπλοκῇ τὸ στόμα τῷ σώματι, οὐδὲ οἱ ὀδόντες ἄπρακτοι μένουσιν, ἀλλ᾽ ἐμφύονται θηρίου δίκην οἷς ἂν ἐμπελάσωσι. Καὶ τίς ἂν τὰ καθ᾽ ἕκαστον εἴποι κακὰ, ὅσα ἐκ τοῦ θυμοῦ τὴν γένεσιν ἔχει; Ὁ τοίνυν κωλύων τὴν τοιαύτην ἀσχημοσύνην, εἰκότως ἂν μακαριστός τε καὶ τίμιος, ἐκ τῆς μεγίστης εὐεργεσίας ὀνομάζοιτο. Εἰ γὰρ ὁ σωματικῆς τινος ἀηδίας χωρίσας τὸν ἄνθρωπον, τίμιος διὰ τῆς τοιαύτης εὐποιΐας ἐστί· πόσῳ μᾶλλον ὁ τὴν ψυχὴν τῆς νόσου ταύτης ἐλευθερώσας, ὡς εὐεργέτης τοῦ βίου παρὰ τοῖς νοῦν ἔχουσι νομισθήσεται;

Ὅσον γὰρ κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος. Καὶ μηδεὶς οἰέσθω τῶν ἐκ τοῦ μίσους ἐνεργουμένων κακῶν, τὴν κατὰ τὸν θυμὸν ἀηδίαν οἴεσθαί με χαλεπωτάτην εἶναι. Δοκεῖ μοι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος πολλῷ χαλεπώτερον τοῦ μνημονευθέντος εἶναι· ὅσῳ καὶ δεινότερον τοῦ προδήλου τὸ κεκρυμμένον. Καὶ γὰρ τῶν κυνῶν τούτους πλέον διευλαβούμεθα, ὧν οὔτε ὑλακὴ τὸν θυμὸν προμηνύει, οὔτε κατὰ τὸ πρόσωπον ἔφοδος ἀλλ᾽ εὐπράῳ τε καὶ ἡμέρῳ τῷ σχήματι τὸ ἀπροόρατόν τε καὶ ἀπερίσκεπτον ἡμῶν ἐπιφυλάττουσι· τοιοῦτόν ἐστι τὸ κατὰ τὸν φθόνον καὶ τὴν ὑπόκρισιν πάθος, οἷς ἔνδοθεν μὲν ἐν τῷ βάθει τῆς καρδίας τὸ μῖσος, οἷόν τι πῦρ κατὰ τὸ λεληθὸς ὑποτρέφεται, τὸ δὲ φαινόμενον τῇ ὑποκρίσει κατασχηματίζεται πρὸς τὸ φίλον.

Ὥσπερ δὲ εἰ πῦρ ἀχύροις ὑποκρυφθείη, τέως μὲν ἔνδοθεν διασμύχει τῇ καύσει τὰ παρακείμενα, φλὸξ δὲ κατὰ τὸ φαινόμενον οὐκ ἐκδίδοται, ἀλλὰ δριμύς τις καπνὸς βιαίως ἔνδοθεν συνθλιβόμενος διεξέρχεται· εἰ δέ τινος τύχῃ διαπνοῆς, τότε εἰς λαμπράν τε καὶ ἔκδηλον ἀναῤῥιπίζεται φλόγα· οὕτω καὶ ὁ φθόνος διεσθίει μὲν ἔνδοθεν τὴν καρδίαν, πυρὸς δίκην οἷον ἀχύρων πεπιλημένον τινὰ χημῶνα· καὶ κρύπτει μὲν ὑπ᾽ αἰσχύνης τὴν νόσον, οὐ μὴν δυνατός ἐστιν εἰς τὸ παντελὲς ἐπικρύψασθαι· ἀλλ᾽ οἷόν τις καπνὸς δριμὺς ἐκ τοῦ φθόνου πικρία τοῖς περὶ τὸ σχῆμα συμπτώμασιν ἐνδιαφαίνεται. Εἰ δέ τις συμφορὰ τοῦ φθονουμένου προσάψαιτο, τότε φανεροῖ τὴν νόσον, ἐν εὐφροσύνῃ τε καὶ ἡδονῇ τὴν ἐκείνου λύπην ποιούμενος. Κατηγορεῖται δὲ τὰ κρυπτὰ τοῦ πάθους, ἕως ἂν λανθάνειν δοκῇ, διὰ τῶν φανερῶν τεκμηρίων περὶ τὸ πρόσωπον. Τὰ γὰρ ἐπιθανάτια τῶν ἀπεγνωσμένων σημεῖα, ταῦτα τοῦ διὰ φθόνου ἐκτετηκότος πολλάκις γίνεται, ὀφθαλμοὶ ξηροὶ, κατεσκληκόσι τοῖς βλεφάροις ἐγκοιλαινόμενοι, ὀφρὺς συμπεπτωκυῖα, ὀστέα τῶν σαρκῶν ἐν τόπῳ διαφαινόμενα.

Ἡ δὲ αἰτία τῆς νόσου τίς; Τὸ ἐν ἀθυμίᾳ ζῇν ἀδελφὸν, ἢ οἰκεῖον, ἢ γείτονα. Ὢ καινῶν ἀδικημάτων! Ἔγκλημα ποιεῖσθαι τὸ μὴ δυστυχεῖν ἐκεῖνον, οὗ ταῖς εὐπραγίαις ἀλγύνεται· οὐκ ἐξ ὧν αὐτός τι πέπονθε παρ᾽ αὐτοῦ κακὸν τὴν ἀδικίαν κρίνων, ἀλλ᾽ ἐξ ὧν ἐκεῖνος ἀδικῶν οὐδὲν, ἐν τοῖς καταθυμίοις ἐστί. Τί πέπονθας, ὦ δείλαιε; πρὸς αὐτὸν εἴποιμι ἄν· ἀντὶ τίνος ἐκτέτηκας, πικρῷ τῷ ὀφθαλμῷ τὰς εὐπραγίας ὑποβλέπων τοῦ γείτονος; Τί ἐγκαλεῖν ἔχεις; Εἰ εὐπρεπὴς ἐκεῖνος τῷ σώματι; Εἰ λόγῳ κεκόσμηται; Εἰ τῷ γένει τὸ πλέον ἔχει; Εἴ τινος ἀρχῆς ἐπιβὰς λαμπρὸς ἐπὶ τῆς ἀξίας ὁρᾶται; Εἰ χρημάτων αὐτῷ τις εὐπορία προσγέγονεν; Εἰ σεμνὸς ἐν λόγοις διὰ τὴν φρόνησιν;

Εἰ περίβλεπτος τοῖς πολλοῖς ἐξ εὐεργεσίας ἐστίν; Εἰ παισὶν ἐπαγάλλεται; Εἰ γαμετῇ εὐφραίνεται; Εἰ ταῖς τοῦ οἴκου προσόδοις λαμπρύνεται; Διὰ τί σοι ταῦτα καθάπερ ἀκίδες βελῶν κατὰ τῆς καρδίας ἐμπίπτουσι; Συγκροτεῖς τὰς παλάμας· τοὺς δακτύλους συμπλέκεις· ἀδημονεῖς τοῖς λογισμοῖς· βύθιόν τι καὶ ὀδυνηρὸν ὑποστένεις· ἀηδής σοι ἡ τῶν προσόντων ἀπόλαυσις· πικρὰ ἡ τράπεζα· κατηφὴς ἡ αἰτία· ἕτοιμον τὸ οὖς πρὸς τὴν τοῦ εὐπράττοντος διαβολήν. Εἰ δέ τι τῶν δεξιῶν λέγοιτο, βέβυσται ἡ ἀκοὴ πρὸς τὸν λόγον. Καὶ οὕτω τὴν ψυχὴν διακείμενος, τί περιστέλλεις τῇ ὑποκρίσει τὴν νόσον; Πῶς σοι τὸ τῆς φιλίας προσωπεῖον διὰ τῆς κατεσχηματισμένης εὐνοίας ἐπιμορφίζεται; Τί δεξιοῖς ταῖς εὐφήμοις προσηγορίαις, χαίρειν καὶ ὑγιαίνειν ἐγκελευόμενος, τὰ ἐναντία δι᾽ ἀποῤῥήτων κατὰ ψυχὴν ἐπαρώμενος;

Τοιοῦτος ὁ Κάϊν, ὁ τῇ εὐδοκιμήσει τοῦ Ἄβελ ἐπιλυσσήσας· ὁ φθόνος μὲν ἔνδοθεν τὸν φόνον ἐνεκελεύετο, ἡ δὲ ὑπόθεσις δήμιος γίνεται· φίλον γάρ τι καὶ προσήγορον ὑπελθὼν σχῆμα, τῆς τῶν γονέων συμμαχίας πόῤῥωθεν αὐτὸν ἐπὶ τὸ πεδίον προήγαγεν· εἶθ᾽ οὕτως ἐξεκάλυψε τῷ φόνῳ τὸν φθόνον. Ὁ τοίνυν τὴν τοιαύτην νόσον ἐκβάλλων τῆς ἀνθρωπίνης ζωῆς, καὶ εὐνοίᾳ τε καὶ εἰρήνῃ, συνδεσμῶν τὸ ὁμόφυλον, καὶ εἰς φιλικὴν ὁμοφωνίαν τοὺς ἀνθρώπους ἄγων, ἆρ᾽ οὐχὶ θείας ὄντως δυνάμεως ἔργον ποιεῖ, τὰ μὲν κακὰ τῆς ἀνθρωπίνης φύσεως περιορίζων, ἀντεισάγων δὲ τὴν τῶν ἀγαθῶν κοινωνίαν; Διὰ τοῦτο υἱὸν Θεοῦ τὸν εἰρηνοποιὸν ὀνομάζει, ὅτι μιμητὴς γίνεται τοῦ ἀληθινοῦ Θεοῦ, ὁ ταῦτα τῇ ζωῇ τῶν ἀνθρώπων χαριζόμενος.

Μακάριοι τοίνυν οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Τίνες οὗτοι; Οἱ μιμηταὶ τῆς θείας φιλανθρωπίας, οἱ τὸ ἴδιον τῆς θείας ἐνεργείας ἐπὶ τοῦ ἰδίου δεικνύντες βίου. Ἀναιρεῖ καθόλου καὶ εἰς τὸ μὴ ὂν περιίστησιν, ὁ τῶν ἀγαθῶν εὐεργέτης καὶ Κύριος, πᾶν ὅσον ἐστὶ τοῦ ἀγαθοῦ ἔκφυλόν τε καὶ ἀλλότριον. Ταύτην νομοθετεῖ καὶ σοὶ τὴν ἐνέργειαν, ἐκβάλλειν τὸ μῖσος, καταλύειν τὸν πόλεμον, ἀφανίζειν τὸν φθόνον, ἐξορίζειν τὴν μάχην, ἀναιρεῖν τὴν ὑπόκρισιν, κατασβεννύειν ἔνδοθεν τὴν ὑποσμύχουσαν ἐν τῇ καρδίᾳ μνησικακίαν· ἀντεισάγειν δὲ ἀντὶ τούτων, ὅσα τῇ ὑπεξαιρέσει τῶν ἐναντίων ἀντικάθηται. Ὡς γὰρ τῇ τοῦ σκότους ὑποχωρήσει τὸ φῶς ἐπιγίνεται, οὕτω καὶ ἀνθ᾽ ἑκάστου τούτων, ὁ τοῦ πνεύματος καρπὸς ἀντεισέρχεται, ἀγάπη, χαρὰ, εἰρήνη, χρηστότης, μακροθυμία, ἅπας ὁ τῷ Ἀποστόλῳ κατειλεγμένος τῶν ἀγαθῶν ἀριθμός. Πῶς οὖν οὐ μακάριος ὁ τῶν θείων δωρεῶν διανομεύς; Ὁ μιμητὴς τῶν τοῦ Θεοῦ χαρισμάτων; Ὁ τῇ θείᾳ μεγαλοδωρεᾷ τὰς ἰδίας ἐξομοιῶν εὐποιίας;

Τάχα δὲ οὐ πρὸς τὸ ἀλλότριον ἀγαθὸν μόνον ὁ μακαρισμὸς βλέπει· ἀλλ᾽ οἶμαι κυρίως εἰρηνοποιὸν χρηματίζειν, τὸν τὴν ἐν ἑαυτῷ στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος, καὶ τὸν ἐμφύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν συμφωνίαν ἄγοντα, ὅταν μηκέτι ἐνεργὸς ᾖ ὁ τοῦ σώματος νόμος, ὁ ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς, ἀλλ᾽ ὑποζευχθεὶς τῇ κρείττονι βασιλείᾳ ὑπηρέτης γίνεται τῶν θείων ἐπιταγμάτων. Μᾶλλον δὲ μὴ τοῦτο νομίσωμεν συμβουλεύειν τὸν λόγον, τὸ ἐν δυάδι νοεῖσθαι τῶν κατωρθωκότων τὸν βίον· ἀλλ᾽ ἐπειδὰν ἐξαιρεθῇ τοῦ ἐν ἡμῖν φραγμοῦ τὸ μεσότοιχον τῆς κακίας, εἷς οἱ δύο τῇ πρὸς τὸ κρεῖττον ἀνακρίσει συμφυέντες γίνονται.

Ἐπειδὴ τοίνυν ἁπλοῦν τὸ θεῖον καὶ ἀσύνθετον, καὶ ἀσχημάτιστον εἶναι πεπίστευται, ὅταν καὶ [ἐπὶ] τὸ ἀνθρώπινον διὰ τῆς τοιαύτης εἰρηνοποιΐας, ἔξω τῆς κατὰ τὴν διπλῆν συνθέσεως γένηται, καὶ ἀκριβῶς εἰς τὸ ἀγαθὸν ἐπανέλθῃ, ἁπλοῦν τε καὶ ἀσχημάτιστον, καὶ ὡς ἀληθῶς ἓν γενόμενον, ὡς ταὐτὸν εἶναι τῷ κρυπτῷ τὸ φαινόμενον, καὶ τῷ φαινομένῳ τὸ κεκρυμμένον· τότε ἀληθῶς κυροῦται ὁ μακαρισμὸς, καὶ λέγονται κυρίως οἱ τοιοῦτοι υἱοὶ Θεοῦ, μακαρισθέντες κατὰ τὴν ἐπαγγελίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.