Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας λόγος β

Γρηγόριος ὁ Νύσσης

Θεολογικές προεκτάσεις, βιβλικά παραδείγματα και επίλογος

Στοχασμοί για την ακούσια συνέργεια των διωκτών στην ανάδειξη των μαρτύρων, παράθεση ιστορικών και βιβλικών παραδειγμάτων περί των δοκιμασιών, και κατακλείδα με προτροπή για εμπιστοσύνη στη μεσιτεία τους και παραδοσιακή δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Ταῦτα εἶπον, ἵνα πεισθῶμεν, ὅτι ζῶσιν οἱ μάρτυρες, καὶ εἰσὶ Θεοῦ δορυφόροι, καὶ πάρεδροι, οἱ σήμερον ἡμῶν τὴν Ἐκκλησίαν ὠφελήσαντες καὶ κοσμήσαντες· λαμπροτέρα δὲ καὶ μείζων αὕτη ἡ τεσσαρακοστὴ τῶν μʹ μαρτύρων τὴν μνήμην ἔχουσα, καὶ ὁ μὴν ἐπιφανέστερος τῶν μηνῶν, καὶ ὁ μοχθηρὸς χειμὼν οὐκέτι μοι δοκεῖ χαλεπός· οὐδὲ σχετλιάζω κατὰ τῆς ἐνεστῶτος καιροῦ ἀγριότητος. Οὗτος γὰρ ὅπλον τοῦ διώκτου γενόμενος, ταύτην μοι τὴν ἱερὰν ἐτελείωσε φάλαγγα. Καὶ ὥσπερ τῶν ἑπτὰ Μακκαβαίων ἡ μήτηρ, διὰ τὸ ψυχὴν ἔχειν φιλόθεον μᾶλλον ἢ φιλόσαρκον, οὔτε τὴν Ἀντιόχου τοῦ τυράννου Συρίας ὠμότητα κατεμέμψατο, οὔτε πρὸς τὰς κολάσεις καὶ τὰς συμφορὰς τῶν υἱῶν ἐδυσχέρανεν· ἐδέξατο δὲ τὴν ἐρημίαν, ὡς εὐεργεσίαν, καὶ τὴν ἀπαιδίαν, ὡς βοήθειαν· οὔτε μὴν ὁ Στέφανος λιθαζόμενος ἐνόμιζε βλάπτεσθαι, ἀλλὰ μᾶλλον ζωοποιεῖσθαι· οὕτως καὶ ἡμεῖς τοῖς θεομάχοις ὀφείλομεν χάριν ἐκ τῆς ἀγαθῆς ἀποβάσεως, ἀνθ᾽ ὧν ἡμῖν τοσούτων ἀγαθῶν κατέστησαν αἴτιοι, εἰ καὶ μὴ σκοπῷ εὐεργετούντων, ἀλλὰ πολεμούντων ἐνήργουν. Εὐεργετοῦσι γὰρ καὶ ἐχθροὶ μὴ θέλοντες, τῶν γνησίων φίλων οὐκ ἀτιμότερα.

Ὠφέλησεν ὁ διάβολος τὸν Ἰὼβ μᾶλλον, ἢ ἔβλαψεν, Εὐεργέτης ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοῦ Δανιὴλ ἐγένετο. Καὶ οἱ τρεῖς παῖδες τῇ καμίνῳ χάριν ὁμολογείτωσαν· καὶ πρισθεὶς ὁ Ἡσαΐας τοὺς Ἑβραίους ὑμνείτω. Καὶ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου σφαγεὶς τιμάτω τοὺς αὐτόχειρας· καὶ Ἰωάννης τὴν κεφαλὴν ἀποτμηθεὶς, εὐεργέτην κηρυττέτω Ἡρώδην· καὶ οἱ ἀπόστολοι τοὺς δήσαντας καὶ μαστίξαντας· καὶ πάντες μάρτυρες ἀγαπάτωσαν τοὺς διώκοντας· εἰ μὴ γὰρ ἐκεῖνοι τὸ στάδιον ἤνοιξαν, οὐκ ἂν οἱ ἀθληταὶ τὴν ἀνδρείαν ἐδημοσίευσαν. Τί δ᾽ ἄν τις πλέον ἀγασθείη τῶν προκειμένων ἡμῖν εἰς εὐφημίαν ἀνδρῶν; τὸ πλῆθος, ἢ τὴν ἀνδρείαν, ἢ τὴν ἀψευδῆ συμφωνίαν; Καὶ μὴ παρέλθωμεν ἀναισθήτως, μηδὲ ἀχαρίστως πρῶτον τὸν ἀριθμόν. Ὁ γὰρ τοσούτους ἔχων πρεσβευτὰς, οὔποτ᾽ ἂν ἄπρακτος ἀπέλθοι προσευχῆς καὶ δεήσεως, κἂν σφόδρα βεβαρημένος ὑπάρχῃ τοῖς ἁμαρτήμασι. Καὶ ταύτης τῆς διανοίας καὶ ἐλπίδος, μάρτυς ἐστὶν ὁ Θεὸς, ἐν τῇ πρὸς Ἀβραὰμ διαλέξει, ἡνίκα τὴν ὑπὲρ Σοδομιτῶν ἱκετείαν ἐδέχετο, οὐ τεσσαράκοντα δικαίους, ἀλλὰ δέκα ζητήσας εἰς παραίτησιν πόλεως μελλούσης ἐξαφανίζεσθαι.

Ἡμεῖς δὲ, κατὰ τὸν Ἀπόστολον, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, μακαρίσωμεν ἑαυτοὺς τῇ ἐλπίδι χαίροντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς μνήμαις τῶν ἁγίων κοινωνοῦντες. Τεσσαράκοντα γὰρ μάρτυρες, ἰσχυροὶ μὲν κατὰ τῶν ἐχθρῶν ὑπασπισταὶ, ἀξιόπιστοι δὲ τῆς πρὸς τὸν Δεσπότην ἱκεσίας παράκλητοι· μετὰ τῆς τούτων ἐλπίδος καταθαῤῥείτω Χριστιανὸς, καὶ τοῦ διαβόλου πειρασμοὺς ῥάπτοντος, καὶ ἀνθρώπων πονηρῶν ἐπανισταμένων, καὶ τυράννων τῷ θυμῷ ζεόντων, καὶ θαλάσσης ἀγριαινούσης, καὶ γῆς μὴ φερούσης, ἃ γεννᾷν ἀνθρώποις τέτακται, καὶ οὐρανοῦ συμφορὰς ἀπειλοῦντος. Πρὸς πᾶσαν γὰρ χρείαν, καὶ περίστασιν ἡ τούτων δύναμις ἐξαρκεῖ, καὶ πλουσίαν παρὰ Χριστοῦ λαμβάνει τὴν χάριν· ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.