Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας λόγος β

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και αναφορά στο εγκώμιο του Μεγάλου Βασιλείου

Εισαγωγή στην εορτή των Τεσσαράκοντα Μαρτύρων, προτροπή για πνευματική ακρόαση και αναφορά στον προηγηθέντα σχετικό λόγο του Μεγάλου Βασιλείου, με έκφραση συγγραφικού δισταγμού απέναντι στο μέγεθος του θέματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΡΗΘΕΙΣΕΝ Τῼ ΜΑΡΤΥΡΙῼ. Οἱ μὲν ὁπλῖται Ῥωμαίων κατὰ νόμον πάτριον, καὶ συνήθειαν παλαιὰν, ἣν παῖδες παρὰ προγόνων διαδεξάμενοι, καὶ μέχρι τοῦ παρόντος φυλάττουσιν, ἐν τῇ ἀρχῇ τοῦ ἐνεστῶτος μηνὸς τὴν πανοπλίαν ἐνσκευαζόμενοι, καὶ χωροῦντες ἐπί τι πεδίον ἡπλωμένον ἱκανῶς καὶ ὕπτιον, ἔνθαπερ ἔξεστι καὶ δρόμον ἵππων ἐκτεῖναι, καὶ μελετῆσαι τὰ τακτικὰ, καὶ πᾶσαν γυμνασθῆναι τὴν ἐνόπλιον ἄσκησιν, ἀνάμνησίν τε τοῦ ἔτους ποιοῦνται, καὶ τὴν ἡμέραν ἐπίσημον ἄγουσιν.

Ἐγὼ δὲ μνήμην μαρτύρων τελῶν, καὶ ταύτην τῇ προτεραίᾳ κηρύξας ὑμῖν, τοὺς τοῦ Χριστοῦ στρατιῶτας τοὺς μʹ, τοὺς πᾶσαν προθυμίαν ὑπερβαλομένους, ἐν τοῖς ἀγῶσιν ὁπλίσας διὰ τῆς μνήμης σήμερον θαυμαστοὺς τοῖς δυναμένοις βλέπειν προΐστημι· κόσμον τῆς Ἐκκλησίας, καὶ λαῶν εὐφροσύνην, καὶ Θεοῦ δόξαν τοῦ ἐνισχύσαντος. Ἄριστον δὲ πάντως, καὶ ἄγαν λυσιτελὲς τοῖς τῆς ἀρετῆς διηγήμασι, τούς τε νέους ἐντρέφεσθαι, καὶ συνακμάζειν τοὺς ἄνδρας.

Ἡ ἀκοὴ, μέρος καιριώτατόν ἐστι τῶν αἰσθήσεων, καὶ τῆς ὄψεως οὐχ ἧττον διδακτικόν. Διὰ γὰρ τῶν ὤτων ἐναργῶς ἐπεισάγει τὴν μάθησιν ταῖς ψυχαῖς· καὶ κίνδυνος οὐ μικρὸς καλὰ τυγχάνειν, ἢ φαῦλα τὰ διηγήματα. Οἷα γὰρ ἐκεῖνα λέγεται, τοιαύτην ἐπάναγκες τοῖς λογισμοῖς φαντασίαν ἐγγίνεσθαι· ἔννοια δὲ, καὶ θεωρία τοῦ νοῦ συνεχὴς, εἰς ἐπιθυμίαν ἄγει τὸν ἄνθρωπον τοῦ ποιεῖν ἃ λογίζεται. Διό μοι τὴν ἀκρόασιν γαληνῶσαν καὶ ἀμετεώριστον εὐτρεπίσατε· ἵνα καὶ οἱ μακάριοι μάρτυρες τιμηθῶσι τὰ πρέποντα, καὶ ὑμεῖς διὰ τῆς μνήμης παιδευθῆτε τὸ εὐσεβὲς καὶ φιλόθεον.

Ἐμοὶ δὲ πρόκειται διπλοῦς ἀγὼν, καὶ δέος μὴ καθυβρίσω μὲν τὴν ὑπόθεσιν τῇ ἀσθενεία τῆς ἐξηγήσεως. Εἴτε γὰρ ἐννοήσειέ τις αὐτοῦ τοῦ ἐν χερσὶ πράγματος τὴν μεγαλοπρέπειαν, κατὰ παντὸς λόγου φέρει τὰ νικητήρια· εἴτε τὸν πρὸ ἡμῶν διὰ τῆς ἑαυτοῦ σοφίας στεφανώσαντα τοὺς ἁγίους· ἀνὴρ οὗ τὸ θαῦμα τῆς οἰκουμένης κοινόν· παιδείας τῆς τε παρὰ Χριστιανοῖς, καὶ τῆς ἔξωθεν, κανὼν ἀκριβὴς, φιλοσοφίας ἄγαλμα, ἐπισκόπων τύπος καὶ κίνδυνος, διδάσκαλος ἔργων καὶ λόγων σύμφωνος· παρὰ πᾶσιν ἀνθρώποις ἀνανταγώνιστον ἔχων τὴν εὐδοκίμησιν, πλὴν εἰ μὴ παρ᾽ οἷς οὐδὲ Χριστός ἐστιν ἀβλασφήμητος.

Ὡς γὰρ οὐδεὶς ἀντιλέγει φωτίζειν καὶ θερμαίνειν τὸν ἥλιον, οὕτως οὐδὲ τὸν μέγαν Βασίλειον ἀντερεῖ τις, μὴ παντὶ τῷ κάλλει τῆς ἀρετῆς κεκοσμῆσθαι. Ὑψηλὸς μὲν οὖν τῶν ὑψηλῶν ἐπαινέτης, ἅγιος τῶν ἁγίων θεραπευτής· κατὰ τὴν προσοῦσαν δύναμιν ἀποπληρώσας τοῖς ἀριστεῦσι τὸ γέρας. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο σιωπητέον· ἐπειδήπερ τὰ θαυμαστὰ μεγάλως ὁ προλαβὼν διεκήρυξεν. Οὐ γάρ ἐστι νῦν ὁ σκοπὸς ἅμιλλα πρὸς τὸν εἰρηκότα, ἀλλ᾽ ὑμῶν τῆς τῶν ἀκουόντων ὠφελείας ἐπιμέλεια· ὠφελεῖ δὲ ἕκαστος πάντως ὡς δύναται, τῆς ἀπολαύσεως τῶν μειζόνων παρὰ τῶν πλουσιωτέρων χορηγουμένης.