Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας λόγος β

Γρηγόριος ὁ Νύσσης

Η αντίσταση στο διάταγμα και το μαρτύριο του ψύχους

Η εκούσια παράδοση των μαρτύρων στα βασανιστήρια, η λεπτομερής περιγραφή της σφοδρότητας του αρμενικού χειμώνα και η καρτερία των αγίων έναντι της σωματικής φθοράς ως πνευματικό θέαμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Στρατιῶται μὲν οὖν οἱ τεσσαράκοντα, τοῦ βίου τὴν τάξιν βασιλεῖ τῶν Ῥωμαίων ὁπλιτεύειν λαχόντες, Χριστιανοὶ δὲ τὴν πίστιν, καὶ εὐσεβεῖς τὴν θρησκείαν. Ἐπειδὴ δὲ ὁ τηνικαῦτα κρατῶν, εἷς ὣν τῶν πολυθέων, δαιμόνων αὐτῷ τὸ πικρὸν ὑποθεμένων ἐκεῖνο βούλευμα, καινῷ νόμῳ καὶ γράμματι Χριστιανοὺς ἤλαυνε, κελεύσας πάντας τοὺς ὑπηκόους, ἢ τὸ λιβανωτὸν ἐναγίζειν τοῖς δαίμοσιν, ἢ τοῦτο μὴ ποιοῦντας θανάτῳ καταδικάζεσθαι, καὶ πρό γε τῆς τελευτῆς, παντὶ τῷ σώματι πολλὰς ὑπομένειν τὰς λώβας· τότε δὴ τότε, τὴν τυραννικὴν ὠμότητα, καὶ τὸν μισόθεον νόμον, ἀνδραγαθίας ἑαυτῶν οἱ μακάριοι ποιησάμενοι, καὶ τῶν ἄλλων μὲν ἀποῤῥαγέντες στρατιωτῶν, φάλαγγα ἐξαίρετον καὶ φιλόχριστον συγκροτήσαντες τῇ δυνάμει στρατηγουμένην τοῦ Πνεύματος, φανερῶς ἑαυτοὺς τοῖς μιαροῖς ἀντικατέστησαν γράμμασι· καὶ σύμφωνον πάντες, ὡς ἐκ μιᾶς γλώττης, τὴν πίστιν ἡμῶν ἐξεβόησαν, μικρὸν φροντίζειν λέγοντες τῆς προσκαίρου ταύτης ζωῆς, καὶ παρέχειν ἔκδοτα τὰ σώματα ποικίλαις κολάσεων ἰδέαις. Ὁ τοίνυν τοῦ βιαίου νόμου τυραννικώτερος ὑπηρέτης, καταμαθὼν τῶν ἁγίων τὴν ἔνστασιν, ἰσόῤῥοπον ἔσπευσε μηχανήσασθαι τῆς προθυμίας τὴν τιμωρίαν, καὶ ψυχαῖς ἀνενδότοις καινὴν καὶ παράδοξον ἐπινοήσας δειλίαν.

Ἂν τὸ ξίφος αὐτοῖς ἀπειλήσω, φησὶ, μικρὸς εἰς κατάπληξιν ὁ φόβος, καὶ οὐδαμῶς ὑποκύψουσιν· ἄνδρες γάρ εἰσιν ἐν ὅπλοις ἐκ παίδων ζήσαντες, καὶ σίδηρον φέρειν εἰθισμένοι. Ἐὰν ἄλλας αὐτοῖς προσαγάγω κολάσεις, γενναίως ἐγκαρτερήσουσιν, οὐκ ἀπείρως ἔχοντες πληγῶν, καὶ τραυμάτων· οὐδὲ τὸ πῦρ ἐστι φοβερὸν τοῖς ἐνστατικῶς, ὡς οὗτοι, διακειμένοις. Διὸ προσῆκεν ἐξευρεθῆναι τιμωρίαν, ἢ καὶ τὴν ἐνέργειαν ἕξει τῆς ἀλγηδόνος ὀδυνηρὰν, καὶ τὸν χρόνον μακρὸν, καὶ παρέλκοντα. Τί οὖν ἐπιμελῶς ἐβουλεύσατο κατὰ τῶν ἁγίων ὁ τῶν κακῶν σοφιστής; Καὶ μεριμνήσας, εὗρεν ἐναέριον κίνδυνον, ὃν πρόχειρον αὐτῷ παρεῖχεν ὁ καιρὸς, καὶ ἡ χώρα. Ὁ μὲν γὰρ καιρὸς, ἦν χειμών· ὁ δὲ τόπος, Ἀρμενία, ἡ πρόσοικος χώρα, ὡς ἴστε, δυσχείμερος· οὐδὲ τὴν τοῦ θέρους ὥραν ἀλεεινὴν τοῖς ἐνοικοῦσι παρέχουσα, ἀλλὰ τοσοῦτον ἀγαπητῶς θαλπομένη, ὅσον ἐκθρέψαι τὸν ἄσταχυν· ἀμπέλου δὲ τὸ φυτὸν παρ᾽ αὐτοῖς καὶ ἠγνόηται· καὶ ὁ μὴ μακρὰν ἐκδημήσας, βότρυν οὐκ οἶδεν· ἐρωτᾷ δὲ περὶ σταφυλῆς οὗτος, ὡς ἡμεῖς περὶ τῶν παρ᾽ Ἰνδοῖς γινομένων.

Ἐκεῖ χιόνος οὔσης ἀνατέμνει τὴν γῆν ὁ σπείρων, καὶ τὸν ἄμητον καταλαμβάνει νιφάς· καὶ τὸν θεριστὴν ἀποδύουσιν ἄνεμοι, ἂν μὴ σφόδρα καταδήσας ἑαυτὸν τοῖς ἱματίοις, πρὸς τὴν βίαν τῶν πνευμάτων διαγωνίσηται. Μετόπωρον δὲ καὶ ἔαρ σχεδὸν οὐκ εἰσὶν, ὡς παρὰ κακοῦ γείτονος τοῦ χειμῶνος πρὸς τὴν ἐκείνου δυναστείαν παρασυρόμενα.

Ἐπ᾽ ἐκείνης τοίνυν τῆς χώρας καὶ τοῦ ἐνεστῶτος μηνὸς ἀποδύσας τοὺς ἁγίους, ὑπαιθρίους ἔστησεν ἐν ὁλογύμνοις τοῖς σώμασιν ἐξ ἐναντίας τοῦ βασιλέως τῶν Ἀσσυρίων καὶ τῆς Βαβυλωνίας καμίνου, τοὺς τῆς εὐσεβείας μαθητὰς ἀμυνόμενος. Οὐδὲν δὲ παραπλήσιον εἰς ἀλγηδόνα, πῦρ φλέγον, καὶ κρυμὸς συμπηγνὺς καὶ μαραίνων· τὸ μὲν γὰρ τῷ σιδήρῳ προσῆκεν, ὀξέως ἄγον ἐπὶ τὸν θάνατον· τὸ δὲ τὴν ὀδύνην ἔχον ἰσόῤῥοπον, παρατείνει τὴν τελευτήν. Ἀργότερα γὰρ καθόλου τὰ ὑπὸ ψυχροῦ γινόμενα πάθη, οἷον τεταρταῖοι, καὶ καρκῖνοι, καὶ ἄνθρακες, καὶ ὅσα φιλοσοφοῦντες ἰατρικοὶ τὴν ψυχρὰν ὕλην ἀπεφήναντο τοῖς σώμασιν ἐμποιεῖν. Οὕτως οἱ ψυχρότεροι καὶ πιμελώδεις, νωθρότεροι καὶ δύσχρηστον ἔχοντες τὸ σωμάτιον· καὶ τὰ ἄλογα δὲ τῶν ζώων ὁμοίως. Τὰ μὲν θερμότερα, ταχέα καὶ πρὸς τὴν ἐπείγουσαν χρείαν εὐκίνητα· τὰ δὲ ἐναντίως ἔχοντα, βραδέα, καὶ νάρκῃ πεπεδημένα. Οὕτως ἵππος ταχὺς, συριγμῷ πρὸ τῆς μάστιγος διεγειρόμενος πρὸς τὸν δρόμον· βραδὺς ὁ ὄνος, καὶ μόλις διὰ τῶν ῥοπάλων τὴν ὁδοιπορίαν ἀνύων. Ὀξεῖα ἡ πάρδαλις, ξηρῷ καὶ θερμῷ τῷ σώματι διιπταμένη τὰς νάπας· ἡ ἄρκτος, τὸ ἀνάπαλιν παχυτέροις τοῖς μέλεσιν ἐμβραδύνουσα. Ταῦτα δὲ ὑμῖν οὐκ ἀπὸ καιροῦ ἐφυσιολόγησα, ἀλλ᾽ ἵνα τὴν καρτερίαν τῶν ἀνδρῶν καταμάθητε, τὸν τρόπον τῆς τιμωρίας ἐπισκεψάμενοι.

Χειμὼν ποιεῖ ποταμοὺς ναυσιπόρους πεζεύεσθαι, καὶ ὕδωρ τὸ ῥέον εἰς τὴν τῶν λίθων μεταβάλλει σκληρότητα· καὶ πέτρας διαλύει, ὅταν τοῦ βάθους καθίκηται· καὶ τοῖς ἐναντίοις σώμασιν ἐξίσης λυμαίνεται, τὰ μὲν ἁπαλὰ λιθοποιῶν, τὰ δὲ σκληρὰ διαλύων. Οὕτως ὁ οἶνος ὅταν παγῇ μορφοῦται πρὸς τὸν περιέχοντα πίθον, καὶ τὸ ἁπαλὸν ἔλαιον ἵσταται στερεὸν πρὸς τὸν τόπον τοῦ ἀγγείου σχηματισθέν· ἡ ὕελος δὲ καὶ ὄστρακον περιῤῥαγέντα τοῖς ὑγροῖς διαθρύπτεται. Ζῶα δὲ τὰ τὴν ὄρειον ζωὴν λαχόντα καὶ ὕπαιθρον, τὰ μὲν διόλλυται, τὰ δὲ τῇ ὑπερβολῇ τοῦ κακοῦ ἐπιλανθάνεται καὶ τῆς ἀγριότητος. Ἔλαφοι γὰρ καὶ δορκάδες ἐν μάνδραις αὐλίζονται· οὔτε κύνας τότε δειλιῶσαι, οὔτε τοὺς ἐγγίζοντας ἀποφεύγουσαι. Τὸ γὰρ μεῖζον ἀεὶ δεινὸν τῶν ὑποδεεστέρων φόβων τὴν δειλίαν ἐκβάλλει. Ὄρνιθες δὲ παρ᾽ ἀνθρώποις εἰσοικίζονται, καὶ μένουσιν ὑπωρόφιοι. Ἄνθρωποι δὲ πόντον ὀρύττουσι, καὶ λιθουργοῖς ὀργάνοις τὸ ὕδωρ κόπτουσι· καὶ οἱ πλησίον ἀλλήλοις οὐκ ἐπιμίγνυνται. Ὁ τοιοῦτος καιρὸς ὅπλον τῷ τυράννῳ κατὰ τῶν μαρτύρων ἐγένετο.

Ἔδει γὰρ, ὡς ἔοικε, τὴν μεγάλην καὶ σύμφωνον τῶν μακαρίων φάλαγγα καινῷ τρόπῳ τιμωρίας ἐναγωνίσασθαι, ἵνα πρὸς τοὺς πολλοὺς τῶν μαρτύρων ἀσύγκριτον κτήσωνται τῆς εὐσεβείας τὴν δόξαν. Ἔστησαν οὖν, καὶ ἐπήγνυντο τὰ μέλη τρέμοντες, καὶ τὴν γνώμην ἀκλόνητον ἔχοντες, θέαν παρέχοντες ἐναγώνιον, ἀγγέλοις, ἀνθρώποις καὶ δαίμοσι ... Ἄγγελοι μὲν τὸν χωρισμὸν τῶν ψυχῶν ἀνέμενον, ἵνα παραλαβόντες αὐτὰς πρὸς τὸν ἴδιον ἀναγάγωσι κλῆρον. Ἄνθρωποι δὲ τὸ τέλος ἐκαραδόκουν, τῆς κοινῆς φύσεως τὴν δύναμιν δοκιμάζοντες· εἰ διὰ φόβον καὶ ἐλπίδα τοῦ μέλλοντος τηλικούτων κατευμεγεθεῖν ἀλγηδόνων ἰσχύοιμεν. Δαίμονες δὲ σφόδρα προσεῖχον τοῖς γινομένοις, ἐπιθυμοῦντες ἰδεῖν τὴν πτῶσιν τῶν ἀθλητῶν, καὶ τὴν πρὸς τοὺς κινδύνους ἄνανδρον ἀπαγόρευσιν.

Ἡ δὲ ἐλπὶς αὐτῶν κατῃσχύνθη, διὰ τὸν ἐνδυναμοῦντα Θεόν. Ἔβλεπον γὰρ τοὺς ἀκρωτηριασμοὺς, καὶ τοὺς ἰδίους ἕκαστος, καὶ τοὺς ἀλλήλων οἱ πάντες. Ὁ μὲν ἔκειτο ποδὸς ἢ δακτύλων περιῤῥυέντων· ἄλλος ἔκειτο τῆς ἐμφύτου θερμότητος καταψυχθείσης εἰς τέλος.

Ὥσπερ δὲ οἱ σφοδρότατοι τῶν ἀνέμων, τόπον ἐπιπνεύσαντες σύμφυτον, εἶτα τὰ ὑψηλὰ τῶν δένδρων κατασείσαντες, εἰς γῆν καταφέρουσι πρόῤῥιζα· οὕτως ἐστορέ[σ]θη παρὰ τοῦ χειμῶνος ἡ τῶν μακαρίων παράταξις· τὰ εὐγενῆ φυτὰ τοῦ παραδείσου, τοῦ γένους τὸ ἐγκαλλώπισμα, αἱ ῥίζαι τῆς ἡμετέρας βλαστήσεως, οἱ Παύλου ὁπλῖται, οἱ Χριστοῦ δορυφόροι, οἱ τῶν βωμῶν καταλυταὶ, οἱ τῶν Ἐκκλησιῶν οἰκοδόμοι, οἱ κατὰ βαρβάρων ὁπλιτεύειν ἀπογραψάμενοι, καὶ πρὸς τὸν κοινὸν ἐχθρὸν τῆς ἀνθρωπότητος τὸν ἀγῶνα τελέσαντες.