Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Γρηγόριος ὁ Νύσσης

Λόγος Α΄: Η τιμή των λειψάνων και η διακοπή της ομιλίας

Αναφορά στην αδιαίρετη χάρη των ιερών λειψάνων, διακοπή και αναβολή της διηγήσεως του μαρτυρίου λόγω του θορύβου του πλήθους, και καταληκτική δοξολογία του πρώτου λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 6

Οἵαν ἐφύτευσε φυτείαν ἐν ἐμοὶ ὁ Κύριος! Ὅθεν καὶ πᾶσα σχεδὸν ἡ οἰκουμένη ταῖς παραφυάσι τῶν ἐντεῦθεν κλημάτων καταπεφύτευται, καθάπερ τις ἄμπελος εὐθηνοῦσα, καὶ ἄλλας δι᾽ ἑαυτῆς ἀμπέλους ἐργάζεται, καὶ αὕτη διαμένει ἀνέκλειπτος. Ταῦτά τοι καὶ τὰ τοιαῦτα δοκεῖ τῆς ἡμέρας ἡ χάρις εὐαγγελίζεσθαι, καὶ ὁ τοῦ συλλόγου τόπος τοιαῦτα ἕτερα. Ἀλλὰ τί πάθω πρὸς λαὸν τοσοῦτον, ἰσχνόφωνός τις ὢν ἐγὼ καὶ βραδύγλωσσος, καὶ μόγις τοῖς παρεστῶσιν ἐν ἐπηκόῳ φθεγγόμενος, ὑπερηχοῦντος τοῦ ἤχου τὸν λόγον;

Ἦ γὰρ ἂν ἐνδιέτριψα τοῖς ἀγαθοῖς διηγήμασιν, ὅπως ἡ καλὴ συσκηνία τῶν τεσσαράκοντα, κοινὴν μὲν τὴν ἄθλησιν, κοινὴν δὲ πανταχοῦ τὴν ἀποικίαν πεποίηνται, καὶ πανταχοῦ καταμερίζονται, καὶ μετ᾽ ἀλλήλων ἐπιξενοῦνται τοῖς τόποις. Οὐκοῦν οὐδεὶς μερικὴν τῶν λειψάνων χάριν ὑποδεξάμενος, οὐκ ἐκ τοῦ παντὸς τὴν ἐπιφάνειαν τῶν μαρτύρων ἐδέξατο. Εἷς γὰρ ἐν Κυρίῳ γεγονότες οἱ πάντες, δι᾽ ἑνὸς μετὰ παντὸς τοῦ πληρώματος ἑαυτῶν εἰσοικίζονται. Ἀλλὰ πῶς ἔστι μὴ ἀδικῆσαι τὸν λόγον, τὴν ἀρχὴν τῶν κατ᾽ αὐτοὺς διηγημάτων σιγήσαντα; Τίς οὖν ἐστιν ἡ ἀρχή;

Νεότης ἀγαθὴ καὶ περίβλεπτος, πίστις ἀρίστη, δι᾽ ἣν οἱ πάντες ἐξειλεγμένοι, κάλλει διαπρεπεῖς, ἔρνεσι τὸ μέγεθος παραπλήσιοι ἐν ἄνθει τῆς ὥρας. Ὁρᾶτε τὴν φωνὴν τῷ θορύβῳ ταρασσομένην, καὶ τὸν λόγον τῷ ἤχῳ διακοπτόμενον, ὥστε ἡμᾶς οἷόν τινι πελάγει κυμαινομένῳ ταῖς φωναῖς τοῦ λαοῦ χειμασθέντας, ἀναγκαίως ἐπὶ τὸν ἀκύμαντον τῆς σιωπῆς καταφεύγειν λιμένα; Εἰ δὲ γένοιτο ἡμῖν κατὰ Θεοῦ χάριν, καὶ τὰ δεύτερα τοῦ λόγου σχολὴ ἐν ἡσυχίᾳ τῆς ἀκροάσεως, τὰ νῦν ἐλλειφθέντα συνεργίᾳ τοῦ Θεοῦ πληρωθήσεται.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.