Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Γρηγόριος ὁ Νύσσης

Λόγος Β΄: Η αναίρεση της πτώσης και η απόρριψη των εγκοσμίων

Θεολογική αντιπαραβολή της υπομονής των μαρτύρων με την πτώση του Αδάμ και της Εύας, προβάλλοντας την περιφρόνηση των φυσικών δεσμών και των ορατών αγαθών χάριν του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 6

Ὡς ἀπεναντίον τῇ πρώτῃ πάλῃ τὴν σύστασιν ἔσχεν, ὅτε ὁ ὄφις τὸν Ἀδὰμ κατεπάλαισεν! Οὐκ ἤνεγκε τότε ἄνθρωπος μίαν τοῦ Πονηροῦ προσβολὴν, διά τινος εὐχροίας καὶ δελεάσματος αὐτῷ προσαχθεῖσαν· ἀλλ᾽ ὁμοῦ τε προσέπεσε, καὶ ἀνετράπη τῷ πτώματι.

Ἐπὶ τούτων δὲ πάντων ἦν ἀργὰ καὶ ἄπρακτα τοῦ Ἐχθροῦ τὰ παλαίσματα. Ἐλπίδας προέτεινεν, οἱ δὲ κατεπάτουν· φόβους ἠπείλει, οἱ δὲ κατεγέλων. Ἓν φοβερὸν ἦν μόνον αὐτοῖς, τὸ τοῦ Χριστοῦ χωρισθῆναι· ἓν ἀγαθὸν, τὸ μετὰ Χριστοῦ εἶναι μόνου· τὰ δὲ ἄλλα πάντα, γέλως καὶ σκιὰ, καὶ φλυαρία καὶ ὀνειρώδη φαντάσματα. Διὰ ταῦτα κατατολμᾶ τῶν ἀθεάτων ὁ λόγος, καί φησιν ἐπαγάλλεσθαι πᾶσαν τὴν ὑπερκόσμιον δύναμιν τῷ τῶν ἀθλητῶν κατορθώματι. Ἔτι ὁ λόγος κατὰ τῶν ἀτολμήτων θρασύνεται· ἔτι τολμᾷ διηγεῖσθαι τὰ ὑπερκόσμια, ὅτι τούτων ἐνταῦθα κατορθουμένων, ἐν τῇ πρὸς τοὺς ἐναντίους συμπλοκῇ ὁ δίκαιος ἀγωνοθέτης τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους προέτεινεν, καὶ ὁ ἀρχιστράτηγος τῆς θείας δυνάμεως τὰ ἀριστεῖα τοῖς νικηταῖς παρεσκεύαζεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς παντοδαποῖς ἐδεξιοῦτο χαρίσμασιν.

Ἐπειδὴ γὰρ εἰς τὴν Τριάδα ἡ πίστις ὡμολογεῖτο, διὰ τοῦτο καὶ ἡ χάρις αὐτοῖς παρὰ τῆς Τριάδος ἀντεμετρεῖτο. Τίς δὲ ἡ χάρις ἦν; Αὐτὸ τοῦτο τὸ ὑψηλοτέρους ἐπιδειχθῆναι τῶν πρώτων ἀγωνιστῶν, τοῦ Ἀδὰμ λέγω, καὶ τῆς Εὔας. Ἐκεῖνοι ἑστῶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἁμαρτίας κατήνεγκαν· οὗτοι κειμένην ἐν τῷ πτώματι τῶν προλαβόντων διὰ τῆς ὑπομονῆς πάλιν ἀνώρθωσαν. Ἐκεῖνοι ἐκ τοῦ παραδείσου ἐπὶ τὴν γῆν ἀπώσθησαν· οὗτοι ἐντεῦθεν ἐπὶ τὸν παράδεισον ἀνῳκίσθησαν· ἐκεῖνοι καθ᾽ ἑαυτῶν τὸν θάνατον ὥπλισαν (ὅπλον γὰρ θανάτου ἡ ἁμαρτία, φησίν)· οὗτοι καθωπλισμένον τῇ ἁμαρτίᾳ τὸν θάνατον διὰ τῆς ἑαυτῶν ἀνδρείας ἠχρείωσαν, τῇ ὑπομονῇ τῶν παθημάτων τοῦ κέντρου τὴν ἀκμὴν ἀπαμβλύναντες· ὥστε εἰπεῖν καλῶς, Ποῦ σου, θάνατε, τὸ κέντρον;

Ποῦ σου, ᾅδη, τὸ νῖκος; Καρποῦ ξύλου τί ἀθλιώτερον; Τί εὐτελέστερον ξύλου; Καρπὸς εὐχροίᾳ τινὶ καὶ ἡδονῇ γεύσεως ἐπικεχρωσμένος, ἀτιμασθῆναι τοῦ παραδείσου τὴν χάριν ἐποίησεν. Τοῖς δὲ μεγάλοις τούτοις ἀγωνισταῖς οὐδὲ αὐτὸς ὁ ἥλιος ἐφάνη γλυκύς· ἀλλὰ καὶ τούτου ἐκουσίως ἠλλοτριοῦντο, ἵνα μὴ τοῦ ἀληθινοῦ φωτὸς ἀποπέσωσι.

Τί λέγει περὶ τῆς Εὔας ὁ λόγος (προάγομαι γὰρ καὶ πέρα τοῦ δέοντος καταδραμεῖν τῶν πρωτογόνων); Εἶδεν, φησὶν, ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς καὶ ὡραῖον εἰς γεῦσιν. Εἶτα τὴν ἐν τούτοις χάριν ἀντὶ τοῦ παραδείσου ἠλλάξαντο. Τούτοις δὲ ἄρα καταγεύσεως ἡδονὴν τὰ ὁρώμενα ἦν· οὐρανὸς, ἥλιος, γῆ, ἄνθρωποι· πατρὶς, μητέρες, ἀδελφοὶ, φίλοι, συγγενεῖς, ἡλικιῶται· ὧν τί μὲν ὀφθῆναι γλυκύτερον; τί δὲ εἰς γεῦσιν ἐλθεῖν τιμιώτερον; Οἴδατε, οἱ παῖδες, τὴν εἰς τοὺς γονέας στοργήν. Οἴδατε, οἱ πατέρες, τὴν πρὸς τὰ τέκνα διάθεσιν. Οἶδας, ὁ βλέπων τὸ ἐν ἡλίῳ γλυκύ· οὐκ ἀγνοεῖς, ὁ φιλάδελφος, τὴν φυσικὴν πρὸς τὴν ἀδελφότητα σχέσιν· ἐπίστασαι, ὁ νέος, τὴν ἐκ τῶν ἡλικιωτῶν χάριν, ὅσον σοι τὸν βίον ἡδύνουσιν.