Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολαί

Γρηγόριος ὁ Νύσσης

Τα προσκυνήματα και η επιστολή προς Ευστάθια, Αμβροσία και Βασίλισσα

Η κριτική της μετάβασης στους Αγίους Τόπους, η επισήμανση των ηθικών κινδύνων της οδοιπορίας και η υπογράμμιση ότι η χάρη του Θεού δεν περιορίζεται γεωγραφικά, αλλά κατοικεί στις καθαρές ψυχές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 11

Περὶ τῶν ἀπιόντων εἰς Ἱεροσόλυμα, Κηνσίτορι Ἐπειδήπερ ἠρώτησας, ὦ φίλε, διὰ τοῦ γράμματος, πρέπειν ᾠήθην περὶ πάντων σοι καθεξῆς ἀποκρίνασθαι. ἐγὼ τοὺς ἅπαξ ἀνατεθεικότας ἑαυτοὺς τῇ ὑψηλῇ πολιτείᾳ καλῶς ἔχειν φημὶ πρὸς τὰς τοῦ εὐαγγελίου διὰ παντὸς ἀποβλέπειν φωνάς, καὶ ὥσπερ οἱ τῷ κανόνι τὸ ὑποκείμενον ἀπευθύνοντες κατὰ τὴν ἐπὶ τοῦ κανόνος εὐθεῖαν τὰ σκολιὰ τοῦ ἐν χερσὶν εἰς εὐθύτητα μεταβάλλουσιν, οὕτως προσήκειν ἡγοῦμαι οἷόν τινα κανόνα ὀρθὸν καὶ ἀδιάστροφον, τὴν εὐαγγελικὴν λέγω δὴ πολιτείαν, τούτοις ἐπιβάλλοντας κατ᾽ ἐκείνην πρὸς τὸν θεὸν ἀπευθύνεσθαι. ἐπεὶ τοίνυν εἰσί τινες τῶν τὸν μονήρη καὶ ἰδιάζοντα βίον ἐπανῃρημένων, οἷς ἐν μέρει εὐσεβείας νενόμισται τὸ τοὺς ἐν Ἱεροσολύμοις τόπους ἰδεῖν, ἐν οἷς τὰ σύμβολα τῆς διὰ σαρκὸς ἐπιδημίας τοῦ κυρίου ὁρᾶται, καλῶς ἂν ἔχοι πρὸς τὸν κανόνα βλέπειν, καὶ εἰ ταῦτα βούλεται ἡ παρὰ τῶν ἐντολῶν χειραγωγία, ποιεῖν τὸ ἔργον ὡς πρόσταγμα κυρίου· εἰ δὲ ἔξω ἐστὶ τῶν ἐντολῶν τοῦ δεσπότου, οὐκ οἶδα τί θέλει [τί ἐστι] τὸ διατεταγμένον ποιεῖν, αὐτὸν ἑαυτῷ τοῦ καλοῦ νόμον γινόμενον. ὅπου προσκαλεῖται πρὸς τὴν κληρονομίαν τῆς βασιλείας τῶν οὐρανῶν ὁ κύριος τοὺς εὐλογημένους, τὸ ἀπελθεῖν εἰς Ἱεροσόλυμα ἐν τοῖς κατορθώμασιν οὐκ ἀπηρίθμησεν· ὅπου τὸν μακαρισμὸν διαγγέλλει, τὴν τοιαύτην σπουδὴν οὐ περιέλαβεν.

ὃ δὲ μήτε μακάριον ποιεῖ μήτε πρὸς τὴν βασιλείαν εὔθετον, ἀντὶ τίνος σπουδάζεται, ὁ νοῦν ἔχων ἐπισκεψάσθω. καὶ εἰ μὲν ἐπωφελὲς ἦν τὸ γινόμενον, οὐκ ἦν οὐδὲ οὕτως καλὸν παρὰ τῶν τελείων σπουδάζεσθαι· ἐπεὶ δὲ καταμανθάνομεν δι᾽ ἀκριβείας τὸ γινόμενον καὶ ψυχικὴν προστρίβεσθαι βλάβην τοῖς τὸν ἀκριβῆ βίον ἐνστησαμένοις, οὐκ ἔστι τῆς μακρᾶς σπουδῆς ἄξιον ἀλλὰ τῆς μεγίστης φυλακῆς, ὡς μηδενὶ τῶν καταβλαπτόντων ὁ κατὰ θεὸν προῃρημένος ζῆν περιπείροιτο. τί οὖν ἐστιν ἐν τούτοις τὸ βλάπτον; ἡ σεμνὴ πολιτεία πᾶσι πρόκειται καὶ ἀνδράσι καὶ γυναιξίν· ἴδιον δὲ τοῦ κατὰ φιλοσοφίαν βίου ἡ εὐσχημοσύνη, αὕτη δὲ ἐν τῷ ἀμίκτῳ καὶ ἰδιάζοντι [βίῳ] τῆς ζωῆς κατορθοῦται, ὡς ἀνεπίμικτον καὶ ἀσύγχυτον εἶναι τὴν φύσιν, μήτε τῶν γυναικῶν ἐν ἀνδράσι μήτε τῶν ἀνδρῶν ἐν γυναιξὶ πρὸς τὰ παρατετηρημένα τῆς ἀσχημοσύνης ὁρμώντων. ἀλλ᾽ ἡ τῆς ὁδοιπορίας ἀνάγκη ἀναιρεῖ τὴν ἐν τούτοις ἀκρίβειαν καὶ πρὸς ἀδιαφορίαν τῶν παρατετηρημένων ἄγει· ἀμήχανον γὰρ γυναικὶ τοσαύτην ὁδὸν διαδραμεῖν, εἰ μὴ τὸν διασῴζοντα ἔχοι καὶ διὰ τὴν φυσικὴν ἀσθένειαν ἀναγομένη ἐπὶ τὸ ὑποζύγιον κἀκεῖθεν καταγομένη καὶ ἐν ταῖς δυσχερείαις παρακρατουμένη.

ὅπερ δ᾽ ἂν ὑποθώμεθα, εἴτε γνώριμον ἔχει τὸν τὴν θεραπείαν ἀποπληροῦντα εἴτε μισθωτὸν τὸν τὴν διακονίαν παρεχόμενον, καθ᾽ ἑκάτερον μέρος οὐ διαφεύγει τὴν μέμψιν τὸ γινόμενον· οὔτε γὰρ τῷ ξένῳ ἑαυτὴν προσαναπαύουσα οὔτε τῷ ἰδίῳ τὸν τῆς σωφροσύνης φυλάττει νόμον. τῶν δὲ κατὰ τοὺς ἀνατολικοὺς τόπους πανδοχείων καὶ καταλυμάτων καὶ πόλεων πολλὴν τὴν ἄδειαν καὶ πρὸς τὸ κακὸν τὴν ἀδιαφορίαν ἐχόντων, πῶς ἔσται δυνατὸν τὸν διὰ καπνοῦ παριόντα μὴ δριμυχθῆναι τὰς ὄψεις, ὅπου μολύνεται μὲν ἀκοή, μολύνεται δὲ ὀφθαλμός, μολύνεται δὲ καρδία δι᾽ ὀφθαλμῶν καὶ ἀκοῆς δεχομένη τὰ ἄτοπα; πῶς ἔσται δυνατὸν ἀπαθῶς παρελθεῖν τοὺς ἐμπαθεῖς τόπους; τί δὲ καὶ πλέον ἕξει ὁ ἐν τοῖς τόποις ἐκείνοις γενόμενος, ὡς μέχρι τοῦ νῦν σωματικῶς τοῦ κυρίου ἐν ἐκείνοις τοῖς τόποις διάγοντος ἡμῶν δὲ ἀποφοιτῶντος, ἢ ὡς τοῦ ἁγίου πνεύματος παρὰ τοῖς Ἱεροσολυμίταις πλεονάζοντος πρὸς δὲ ἡμᾶς διαβῆναι ἀδυνατοῦντος; καὶ μὴν εἰ ἔστιν ἐκ τῶν φαινομένων θεοῦ παρουσίαν τεκμήρασθαι, μᾶλλον ἄν τις ἐν τῷ ἔθνει τῶν Καππαδοκῶν τὸν θεὸν διαιτᾶσθαι νομίσειεν ἤπερ ἐν τοῖς ἔξω τόποις· ὅσα γάρ ἐστιν ἐν τούτοις θυσιαστήρια, δι᾽ ὧν τὸ ὄνομα τοῦ κυρίου δοξάζεται, οὐκ ἄν τις τὰ πάσης σχεδὸν τῆς οἰκουμένης ἐξαριθμήσαιτο [θυσιαστήρια].

ἔπειτα καὶ εἰ ἦν πλείων ἡ χάρις ἐν τοῖς κατὰ Ἱεροσόλυμα τόποις, οὐκ ἂν ἐπεχωρίαζε τοῖς ἐκεῖ ζῶσιν ἡ ἁμαρτία· νῦν μέντοι οὐκ ἔστιν ἀκαθαρσίας εἶδος ὃ μὴ τολμᾶται παρ᾽ αὐτοῖς, καὶ πορνεῖαι καὶ μοιχεῖαι καὶ κλοπαὶ καὶ εἰδωλολατρεῖαι καὶ φαρμακεῖαι καὶ φθόνοι καὶ φόνοι· καὶ μάλιστά γε τὸ τοιοῦτον ἐπιχωριάζει κακόν, ὥστε μηδαμοῦ τοιαύτην ἑτοιμότητα εἶναι πρὸς τὸ φονεύειν ὅσην ἐν τοῖς τόποις ἐκείνοις, θηρίων δίκην τῷ αἵματι τῶν ὁμοφύλων ἐπιτρεχόντων ἀλλήλοις ψυχροῦ κέρδους χάριν. ὅπου τοίνυν ταῦτα γίνεται, ποίαν ἀπόδειξιν ἔχει τὸ πλείονα χάριν εἶναι ἐν τοῖς τόποις ἐκείνοις;

Ἀλλ᾽ οἶδα τὸ ἀντιλεγόμενον τῶν πολλῶν πρὸς τὰ παρ᾽ ἐμοῦ εἰρημένα· λέγουσι γάρ· “Διὰ τί ταῦτα καὶ ἐπὶ σεαυτὸν οὐκ ἐνομοθέτησας; εἰ γὰρ μηδὲν ἦν κέρδος τῷ κατὰ θεὸν ἐκδημήσαντι ἀντὶ τοῦ γενέσθαι ἐκεῖ, ὑπὲρ τίνος μάτην ὑπέστης τὴν τοσαύτην ὁδόν;„ ἀκουσάτωσαν οὖν τῆς ὑπὲρ τούτων παρ᾽ ἐμοῦ ἀπολογίας. ἐμοὶ διὰ τὴν ἀνάγκην ταύτην, ἐν ᾗ ζῆν ἐτάχθην παρὰ τοῦ οἰκονομοῦντος ἡμῶν τὴν ζωήν, ἐγένετο 〈πρόσταγμα〉 τῆς ἁγίας συνόδου, διορθώσεως ἕνεκεν τῆς κατὰ τὴν Ἀραβίαν ἐκκλησίας, μέχρι τῶν τόπων γενέσθαι· καὶ ἐπειδὴ ὅμορός ἐστιν ἡ Ἀραβία τοῖς κατὰ Ἱεροσόλυμα τόποις, ὑπεσχόμην ὡς καὶ συσκεψόμενος τοῖς προεστῶσι τῶν ἐν Ἱεροσολύμοις ἁγίων ἐκκλησιῶν διὰ τὸ εἶναι αὐτῶν ἐν ταραχῇ τὰ πράγματα καὶ χρῄζειν τοῦ μεσιτεύοντος. ἔπειτα δὲ καὶ τοῦ εὐσεβεστάτου βασιλέως παρασχομένου τὴν εὐκολίαν τῆς ὁδοῦ διὰ δημοσίου ὀχήματος, οὐδεμία ἡμῖν ἀνάγκη ἐγένετο ταῦτα πάσχειν ἃ καὶ ἐπὶ τῶν ἄλλων κατενοήσαμεν· τὸ γὰρ ὄχημα ἡμῖν ἀντὶ ἐκκλησίας καὶ μοναστηρίου ἦν, διὰ πάσης τῆς ὁδοῦ συμψαλλόντων πάντων καὶ συννηστευόντων τῷ κυρίῳ. τὸ οὖν ἡμέτερον μηδένα σκανδαλιζέτω, μᾶλλον δὲ πιθανὴ γενέσθω ἡ συμβουλία ἡμῶν, ὅτι περὶ ὧν τὼ ὀφθαλμὼ ὑπεβάλομεν, περὶ τούτων καὶ συμβουλεύομεν.

ἡμεῖς γὰρ τὸν ἐπιφανέντα Χριστὸν εἶναι θεὸν ἀληθινὸν ὡμολογήσαμεν καὶ πρὶν ἐπὶ τοῦ τόπου γενέσθαι καὶ μετὰ ταῦτα, οὔτε τῆς πίστεως ἐλαττουμένης οὔτε μετὰ ταῦτα προσαυξηθείσης, καὶ τὴν διὰ τῆς παρθένου ἐνανθρώπησιν καὶ πρὸ τῆς Βηθλεὲμ ἠπιστάμεθα, καὶ τὴν ἐκ νεκρῶν ἐξανάστασιν καὶ πρὸ τοῦ μνήματος ἐπιστεύσαμεν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ δίχα τοῦ τὸ ὄρος ἰδεῖν τῶν Ἐλαιῶν ἀληθῆ εἶναι ὡμολογήσαμεν· τοσοῦτον δὲ μόνον ἐκ τῆς ὁδοιπορίας ὠφελήθημεν, ὅσον ἐν συγκρίσει γνῶναι ὅτι τὰ ἡμέτερα τῶν ἔξω πολὺ ἁγιώτερά ἐστιν.

Ὅθεν Οἱ φοβούμενοι τὸν κύριον, ἐν οἷς ἐστε τόποις, αἰνέσατε αὐτόν· θεοῦ γὰρ προσεγγισμὸν τοπικὴ μετάστασις οὐ κατεργάζεται, ἀλλ᾽ ὅπουπερ ἂν ᾖς, πρὸς σὲ ἥξει ὁ θεός, ἐάν γε τὸ τῆς ψυχῆς σου καταγώγιον τοιοῦτον εὑρεθῇ, ὥστε ἐνοικῆσαι τὸν κύριον ἐν σοὶ καὶ ἐμπεριπατῆσαι. εἰ δὲ πλήρη ἔχεις τὸν ἔσω ἄνθρωπον λογισμῶν πονηρῶν, κἂν ἐπὶ τοῦ Γολγοθᾶ ᾖς κἂν ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν κἂν ὑπὸ τὸ μνῆμα τῆς Ἀναστάσεως, τοσοῦτον ἀπέχεις τοῦ τὸν Χριστὸν δέξασθαι ἐν ἑαυτῷ ὅσον οἱ μηδὲ τὴν ἀρχὴν ὁμολογήσαντες. συμβούλευσον οὖν, ἀγαπητέ, τοῖς ἀδελφοῖς ἐκδημεῖν ἀπὸ τοῦ σώματος πρὸς τὸν κύριον καὶ μὴ ἀπὸ Καππαδοκίας εἰς Παλαιστίνην. εἰ δέ τις τὴν τοῦ κυρίου φωνὴν προβάλοιτο τὴν παραγγείλασαν τοῖς μαθηταῖς μὴ χωρίζεσθαι ἀπὸ Ἱεροσολύμων, νοησάτω τὸ εἰρημένον. ἐπειδήπερ ἡ τοῦ ἁγίου πνεύματος χάρις καὶ διανομὴ οὔπω ἐπεφοίτησε τοῖς ἀποστόλοις, προσέταξεν αὐτοῖς ὁ κύριος ἐπὶ τὸ αὐτὸ μένειν, ἕως ἂν ἐνδύσωνται δύναμιν ἐξ ὕψους. εἰ μὲν οὖν ὃ ἦν ἀπ᾽ ἀρχῆς, ἐγίνετο μέχρι τοῦ νῦν, τοῦ ἁγίου πνεύματος ἐν εἴδει πυρὸς τῶν χαρισμάτων οἰκονομοῦντος ἕκαστον, ἔδει πάντας εἶναι ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἡ διανομὴ τοῦ χαρίσματος ἐγίνετο· εἰ δὲ τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ οἱ ἐνταῦθα πιστεύσαντες μέτοχοι γίνονται τοῦ χαρίσματος κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ κατὰ τὴν ἐπιδημίαν τὴν ἐν Ἱεροσολύμοις.

Ταῖς κοσμιωτάταις ἀληθῶς καὶ εὐλαβεστάταις ἀδελφαῖς Εὐσταθίᾳ καὶ Ἀμβροσίᾳ καὶ τῇ κοσμιωτάτῃ καὶ σεμνοτάτῃ θυγατρὶ Βασιλίσσῃ Γρηγόριος ἐν κυρίῳ χαίρειν. Ἡ μὲν τῶν ἀγαθῶν καὶ καταθυμίων μοι συντυχία καὶ τὰ γνωρίσματα τῆς μεγάλης τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλανθρωπίας τὰ ἐν τοῖς τόποις δεικνύμενα τῆς μεγίστης ἐγένετό μοι χαρᾶς τε καὶ εὐφροσύνης ὑπόθεσις· δι᾽ ἀμφοτέρων γὰρ ἐδηλώθη μοι ἡ κατὰ θεὸν ἑορτή, διά τε τοῦ ἰδεῖν τὰ σωτήρια σύμβολα τοῦ ζωοποιήσαντος ἡμᾶς θεοῦ καὶ διὰ τοῦ ψυχαῖς συντυχεῖν ἐν αἷς τὰ τοιαῦτα τῆς τοῦ κυρίου χάριτος σημεῖα πνευματικῶς θεωρεῖται, ὥστε πιστεύειν ὅτι ἀληθῶς ἐν τῇ καρδίᾳ ἐστὶ τοῦ τὸν θεὸν ἔχοντος ἡ Βηθλεὲμ ὁ Γολγοθᾶς ὁ Ἐλαιὼν ἡ Ἀνάστασις.

ᾧ τε γὰρ διὰ τῆς ἀγαθῆς συνειδήσεως ὁ Χριστὸς ἐμμορφωθῇ, καὶ ὁ καθηλώσας τῷ θείῳ φόβῳ τὰς σάρκας αὑτοῦ καὶ συσταυρωθεὶς τῷ Χριστῷ καὶ ἀποκυλίσας ἀφ᾽ ἑαυτοῦ τὸν βαρὺν τῆς βιωτικῆς ἀπάτης λίθον καὶ ἐξελθὼν τοῦ σωματικοῦ μνημείου ὡς ἐν καινότητι ζωῆς περιπατήσῃ, καὶ ὁ καταλιπὼν τὴν ὑλικὴν καὶ χαμαίζηλον τῶν ἀνθρώπων ζωήν, ἀναβὰς δὲ διὰ τῆς ὑψηλῆς ἐπιθυμίας εἰς τὴν ἐπουράνιον πολιτείαν καὶ τὰ ἄνω φρονῶν, οὗ ὁ Χριστός, καὶ μὴ βαρούμενος τῷ ἄχθει τοῦ σώματος ἀλλ᾽ ἐξελαφρύνας διὰ τῆς καθαρωτέρας ζωῆς, ὥστε αὐτῷ νεφέλης δίκην συμμετεωροπορεῖν ἐπὶ τὰ ἄνω τὴν σάρκα, οὗτος κατά γε τὴν ἐμὴν κρίσιν ἐκείνων ἐστὶν τῶν κατωνομασμένων, ἐν οἷς τὰ ὑπομνήματα τῆς τοῦ δεσπότου ὑπὲρ ἡμῶν φιλανθρωπίας ὁρᾶται.

Ἐπειδὴ τοίνυν εἶδον μὲν καὶ αἰσθητῶς τοὺς ἁγίους τόπους, εἶδον δὲ καὶ ἐν ὑμῖν τῶν τοιούτων τόπων ἐναργῆ τὰ σημεῖα, τοσαύτης ἐπληρώθην χαρᾶς, ὥστε ὑπὲρ λόγον εἶναι τοῦ ἀγαθοῦ τὴν διήγησιν. ἀλλ᾽ ἐπειδὴ ἔοικεν ἄνθρωπον ὄντα δύσκολον εἶναι, ἵνα μὴ εἴπω ὅτι ἀδύνατον, ἀμιγὲς τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι, διὰ τοῦτό μοι τῇ γεύσει τῶν γλυκέων συγκατεμίχθη τι καὶ τῶν πικραινόντων τὴν αἴσθησιν. ἐφ᾽ οἷς, μετὰ τὴν ἀγαθὴν τῶν εὐφραινόντων ἀπόλαυσιν, πάλιν ἐπὶ τὴν πατρίδα σκυθρωπάζων ἐπορευόμην, λογιζόμενος ὅτι ἀληθὴς ὁ τοῦ κυρίου λόγος ὁ εἰπὼν ὅλον τὸν κόσμον ἐν τῷ πονηρῷ κεῖσθαι, ὡς μηδὲν τῆς οἰκουμένης μέρος ἐλεύθερον εἶναι τῆς μοίρας τοῦ χείρονος· εἰ γὰρ ὁ τὸ ἅγιον τῆς ὄντως ζωῆς ἴχνος ὑποδεξάμενος τόπος τῆς πονηρᾶς ἀκάνθης οὐ καθαρεύει, τί χρὴ περὶ τῶν λοιπῶν ἐννοεῖν τόπων, οἷς ἡ τοῦ ἀγαθοῦ μετουσία κατεσπάρη διὰ ψιλῆς ἀκοῆς καὶ κηρύγματος; ταῦτα δὲ πρὸς ὅ τι βλέπων φημί, πάντως οὐδὲν χρὴ γυμνότερον διὰ τῶν λόγων ἐκτίθεσθαι, αὐτῶν τῶν πραγμάτων πάσης φωνῆς γνωρίμου γεγωνότερον διαβοώντων τὰ λυπηρά. μίαν ἔχθραν ἐνομοθέτησεν ἡμῖν ὁ τῆς ζωῆς ἡμῶν νομοθέτης, τὴν πρὸς τὸν ὄφιν λέγω, πρὸς οὐδὲν ἄλλο τὴν τοῦ μισεῖν δύναμιν ἐνεργεῖσθαι προστάξας εἰ μὴ πρὸς τὴν ἀποστροφὴν τῆς κακίας· Ἔχθραν γὰρ θήσω, φησίν, ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον ἐκείνου.

ἐπειδὴ δὲ ποικίλη τις καὶ πολυειδής ἐστιν ἡ κακία, διὰ τοῦ ὄφεως ὁ λόγος ταύτην αἰνίσσεται, τῇ πυκνῇ τῶν φολίδων θέσει τὸ πολύτροπον τῆς κακίας χαρακτηρίζων. ἡμεῖς δὲ πρὸς μὲν τὸν ὄφιν ἔνσπονδοι διὰ τοῦ τὰ θελήματα τοῦ ἀντικειμένου ποιεῖν ἐγενόμεθα, τὸ δὲ μῖσος κατ᾽ ἀλλήλων ἐτρέψαμεν, τάχα δὲ οὐδὲ καθ᾽ ἡμῶν ἀλλὰ κατὰ τοῦ τὴν ἐντολὴν δεδωκότος· ὁ μὲν γάρ φησιν Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου, τὸν τῆς φύσεως ἡμῶν πολέμιον μόνον ἐχθρὸν ἡγεῖσθαι προστάξας, πάντα δὲ τὸν κοινωνοῦντα τῆς φύσεως πλησίον ἑκάστου εἶναι εἰπών· ἡ δὲ βαρυκάρδιος ἡμῶν γενεὰ τοῦ πλησίον ἡμᾶς διαστήσασα θάλπειν τὸν ὄφιν ἐποίησε καὶ τοῖς τῶν φολίδων αὐτοῦ στίγμασιν ἐπιτέρπεσθαι. ἐγὼ γὰρ τὸ μὲν τοὺς ἐχθροὺς τοῦ θεοῦ μισεῖν ἔννομον εἶναί φημι καὶ ἀρέσκειν τῷ δεσπότῃ τὸ τοιοῦτον μῖσος, ἐχθροὺς δὲ λέγω τοὺς κατὰ πάντα τρόπον τὴν τοῦ δεσπότου δόξαν ἀπαρνουμένους, εἴτε τοὺς Ἰουδαίους εἴτε τοὺς φανερῶς εἰδωλολατροῦντας εἴτε τοὺς διὰ τῶν Ἀρείου δογμάτων εἰδωλοποιοῦντας τὴν κτίσιν καὶ τὴν Ἰουδαϊκὴν πλάνην ἀναλαμβάνοντας.

εἰ δὲ πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα εὐσεβῶς δοξάζοιτο καὶ προσκυνοῖτο παρὰ τῶν πεπιστευκότων ἐν ἀσυγχύτῳ καὶ διακεκριμένῃ τῇ ἁγίᾳ τριάδι μίαν εἶναι καὶ φύσιν καὶ δόξαν καὶ βασιλείαν καὶ δύναμιν καὶ τὴν εὐσεβῆ λατρείαν καὶ τὴν ἐπὶ πάντων ἐξουσίαν, ἐνταῦθα ὁ πόλεμος τίνα εὔλογον αἰτίαν ἔχει; ὅτε ἐπεκράτει τὰ τῆς αἱρέσεως δόγματα, καὶ τὸ παρακινδυνεῦσαι πρὸς τὰς ἐξουσίας, δι᾽ ὧν ἐδόκει τὸ τῶν ἀντικειμένων δόγμα κρατύνεσθαι, καλῶς εἶχεν, ὡς ἂν μὴ καταδυναστεύοιτο ταῖς ἀνθρωπίναις δυναστείαις ὁ σωτήριος λόγος· νυνὶ δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην Ἀπ᾽ ἄκρου τοῦ οὐρανοῦ καὶ ἕως ἄκρου τοῦ αὐτοῦ ἴσως κηρυσσομένης ἐν φανερῷ τῆς εὐσεβείας ὁ τοῖς κηρύσσουσι τὴν εὐσέβειαν πολεμῶν οὐκ ἐκείνοις μάχεται ἀλλὰ τῷ παρ᾽ αὐτῶν εὐσεβῶς κηρυσσομένῳ· τίς γὰρ εἶναι σκοπὸς ἄλλος ὀφείλει τῷ τὸν θεῖον ἔχοντι ζῆλον, εἰ μὴ τὸ παντὶ τρόπῳ τὴν δόξαν τοῦ θεοῦ καταγγέλλεσθαι;

ἕως ἂν οὖν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας προσκυνῆται ὁ μονογενὴς θεός, ἐκεῖνο εἶναι πεπιστευμένος ἐν πᾶσιν ὅπερ ἐστὶν ὁ πατήρ, ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐν ὁμοτίμῳ τῇ προσκυνήσει δοξάζηται, οἱ τὰ περισσὰ σοφιζόμενοι ποίαν τοῦ πολεμεῖν εὐπρόσωπον ἔχουσιν ἀφορμήν, σχίζοντες τὸν χιτῶνα τὸν ἄρρηκτον καὶ πρὸς Παῦλον καὶ Κηφᾶν τὸ ὄνομα τοῦ κυρίου καταμερίζοντες καὶ τὸν προσεγγισμὸν τῶν τὸν Χριστὸν προσκυνούντων βδελυκτὸν ἀποφαίνοντες, μόνον οὐ φανερῶς ἐκεῖνο βοῶντες τοῖς ῥήμασι, Πόρρω ἀπ᾽ ἐμοῦ· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι; δεδόσθω δὲ καὶ πλέον τι αὐτοῖς κατὰ τὴν γνῶσιν, ὑπὲρ ὧν οἴονται κατειληφέναι, προσεῖναι· μὴ πλέον τοῦ πιστεύειν ἀληθινὸν εἶναι θεὸν τὸν τοῦ θεοῦ ἀληθινὸν υἱὸν ἔχουσι; τῇ δὲ τοῦ ἀληθινοῦ θεοῦ ὁμολογίᾳ πάντα συμπεριλαμβάνεται τὰ εὐσεβῆ καὶ σῴζοντα ἡμᾶς νοήματα, ὅτι ἀγαθός, ὅτι δίκαιος, ὅτι δυνατός, ὅτι ἄτρεπτός τε καὶ ἀναλλοίωτος καὶ ἀεὶ ὁ αὐτός, οὔτε πρὸς τὸ χεῖρον οὔτε πρὸς τὸ βέλτιον τραπῆναι δυνάμενος· τὸ μὲν γὰρ οὐ πέφυκεν, τὸ δὲ οὐκ ἔχει· τί γὰρ 〈τοῦ〉 ὑψίστου ὑψηλότερον; τί τοῦ ἀγαθοῦ ἀγαθώτερον;

ὥστε ὁ ἐν πάσῃ τοῦ ἀγαθοῦ τελειότητι θεωρούμενος κατὰ πᾶν εἶδος τροπῆς τὸ ἀναλλοίωτον ἔχει, οὐ κατὰ καιρούς τινας τὸ τοιοῦτον ἐν ἑαυτῷ δεικνύς, ἀλλ᾽ ἀεὶ ὡσαύτως ἔχων καὶ πρὸ τῆς κατὰ ἄνθρωπον οἰκονομίας καὶ ἐν ἐκείνῳ καὶ μετὰ τοῦτο, οὐδὲν τῆς ἀτρέπτου καὶ ἀναλλοιώτου φύσεως ἐν ταῖς ὑπὲρ ἡμῶν ἐνεργείαις πρὸς τὸ ἀπεμφαῖνον μεθαρμοζομένης. τὸ γὰρ φύσει ἄφθαρτον καὶ ἀναλλοίωτον ἀεὶ τοιοῦτόν ἐστιν, οὐ συναλλοιούμενον τῇ ταπεινῇ φύσει ὅταν ἐν ἐκείνῃ κατ᾽ οἰκονομίαν γένηται, κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα, ὃς ὑποβαλὼν τὴν ἀκτῖνα τῷ ζόφῳ οὐ τὸ φῶς τῆς ἀκτῖνος ἠμαύρωσεν, ἀλλὰ τὸ σκότος διὰ τῆς ἀκτῖνος εἰς φῶς μετεποίησεν· οὕτως καὶ τὸ ἀληθινὸν φῶς ἐν τῇ σκοτίᾳ ἡμῶν λάμψαν οὐκ αὐτὸ ὑπὸ τοῦ σκότους κατεσκιάσθη, ἀλλὰ δι᾽ ἑαυτοῦ τὸν ζόφον ἐφώτισεν.

ἐπειδὴ τοίνυν ἐν σκότῳ τὸ ἀνθρώπινον ἦν, καθὼς γέγραπται ὅτι Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται, ὁ ἐλλάμψας τῇ ἐσκοτισμένῃ φύσει, διὰ παντὸς τοῦ συγκρίματος ἡμῶν τῆς θεότητος τὴν ἀκτῖνα διαγαγών, διὰ ψυχῆς λέγω καὶ σώματος, ὅλον τὸ ἀνθρώπινον τῷ ἰδίῳ φωτὶ προσῳκείωσε, τῇ πρὸς ἑαυτὸν ἀνακράσει ὅπερ ἐστὶν αὐτός, κἀκεῖνο ἀπεργασάμενος· καὶ ὡς οὐκ ἐφθάρη ἡ θεότης ἐν τῷ φθαρτῷ σώματι γενομένη, οὕτως οὐδὲ εἰς τροπὴν ἠλλοιώθη τὸ τρεπτὸν τῆς ψυχῆς ἡμῶν ἰασαμένη· καὶ γὰρ καὶ ἐπὶ τῆς ἰατρικῆς τέχνης ὁ θεραπεύων τὰ σώματα, ἐπειδὰν ἅψηται τοῦ πεπονθότος, οὐκ αὐτὸς ἐμπαθὴς γίνεται ἀλλὰ τὸ νοσοῦν ἐξιάσατο· μηδεὶς δὲ διὰ τοῦτο τὸ τοῦ εὐαγγελίου μὴ δεόντως ἐκλαμβάνων ἡγείσθω κατὰ προκοπήν τινα καὶ ἀκολουθίαν κατ᾽ ὀλίγον πρὸς τὸ θειότερον μεταποιεῖσθαι τὴν ἡμετέραν φύσιν ἐν τῷ Χριστῷ· τὸ γὰρ Προκόπτειν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι εἰς ἀπόδειξιν τοῦ ἀληθῶς ἐν τῷ ἡμετέρῳ φυράματι γεγενῆσθαι τὸν κύριον παρὰ τῆς γραφῆς ἱστόρηται, ὡς ἂν μή τινα χώραν ἔχοι 〈τὸ〉 τῶν ἀντὶ τῆς ἀληθοῦς θεοφανείας δόκησίν τινα γεγενῆσθαι δογματιζόντων ἐν σωματικῇ μορφῇ κατεσχηματισμένην.

διὰ τοῦτο ὅσα τῆς φύσεως ἡμῶν ἴδια, ἀνεπαισχύντως καὶ περὶ αὐτὸν ἱστορεῖ ἡ γραφή, τὴν βρῶσιν τὴν πόσιν τὸν ὕπνον τὸν κόπον τὴν τροφὴν τὴν προκοπὴν τῆς σωματικῆς ἡλικίας τὴν αὔξησιν, πάντα δι᾽ ὧν ἡ ἡμετέρα χαρακτηρίζεται φύσις, πλὴν τῆς κατὰ ἁμαρτίαν ὁρμῆς· ἡ γὰρ ἁμαρτία ἀπότευγμα φύσεώς ἐστιν, οὐκ ἰδίωμα, ὡς καὶ ἡ νόσος καὶ ἡ πήρωσις οὐκ ἐξ ἀρχῆς ἡμῖν συμπέφυκεν, ἀλλὰ παρὰ φύσιν συμβαίνει· οὕτως καὶ ἡ κατὰ κακίαν ἐνέργεια καθάπερ τις πήρωσις τοῦ ἐμπεφυκότος ἡμῖν ἀγαθοῦ νοεῖται, οὐκ ἐν τῷ αὐτὴν ὑφεστάναι καταλαμβανομένη, ἀλλ᾽ ἐν τῇ τοῦ ἀγαθοῦ ἀπουσίᾳ θεωρουμένη. ὁ οὖν τὴν φύσιν ἡμῶν πρὸς τὴν θείαν δύναμιν μεταστοιχειώσας ἄπηρον αὐτὴν καὶ ἄνοσον ἐν ἑαυτῷ διεσώσατο, τὴν ἐξ ἁμαρτίας γινομένην τῇ προαιρέσει πήρωσιν οὐ προσδεξάμενος· Ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. τοῦτο δὲ οὐ μετά τι χρονικὸν διάστημα περὶ αὐτὸν θεωροῦμεν, ἀλλ᾽ εὐθὺς ὁ ἐν Μαρίᾳ ἄνθρωπος, ἐν ᾧ ᾠκοδόμησεν ἡ σοφία τὸν ἴδιον οἶκον, τῇ μὲν ἑαυτοῦ φύσει ἐκ τοῦ ἐμπαθοῦς φυράματος ἦν, ὁμοῦ δὲ τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος καὶ τῇ ἐπισκηνώσει τῆς τοῦ ὑψίστου δυνάμεως, ὅπερ τὸ ἐπισκηνῶσαν ἦν φύσει τῇ ἰδίᾳ, εὐθὺς ἐκεῖνο ἐγένετο· Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.

ἐπεὶ οὖν ἄπειρόν τί ἐστι καὶ ἀμέτρητον ἡ τῆς θεότητος δύναμις, βραχὺ δὲ καὶ οὐτιδανὸν τὸ ἀνθρώπινον, ἅμα τε ἐπῆλθε τὸ πνεῦμα τῇ παρθένῳ καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις, τὸ διὰ τῆς τοιαύτης ἀφορμῆς πηγνύμενον σκήνωμα οὐδὲν τῆς ἀνθρωπίνης σαπρίας συνεπεσπάσατο· ἀλλ᾽ ὅπερ ἦν ἐν τῷ συστήματι, εἰ καὶ ἄνθρωπος, ἦν, πλὴν ἀλλὰ καὶ πνεῦμα καὶ χάρις καὶ δύναμις ἦν, ἐν τῇ ὑπερβολῇ τῆς θείας δυνάμεως τῆς κατὰ τὴν φύσιν ἡμῶν ἰδιότητος ἐκλαμπούσης. καὶ ἐπειδὴ δύο πέρατα τῆς ἀνθρωπίνης ἐστὶ ζωῆς, ὅθεν ἀρχόμεθα καὶ εἰς ὃ καταλήγομεν, ἀναγκαίως ὁ πᾶσαν ἡμῶν τὴν ζωὴν θεραπεύων διὰ τῶν δύο ἄκρων ἡμᾶς περιπτύσσεται, καὶ τῆς ἀρχῆς ἡμῶν καὶ τοῦ τέλους περιδρασσόμενος, ἵνα ἐξ ἀμφοτέρων ὑψώσῃ τὸν κείμενον. ὅπερ οὖν ἐπὶ τοῦ κατὰ τὸ τέλος μέρους καταλαμβάνομεν, τοῦτο καὶ περὶ τῆς ἀρχῆς λογιζόμεθα.

ὡς γὰρ ἐκεῖ τὸ μὲν σῶμα τῆς ψυχῆς διαζευχθῆναι κατ᾽ οἰκονομίαν ἐποίησεν, ἡ δὲ ἀμέριστος θεότης, ἅπαξ ἀνακραθεῖσα τῷ ὑποκειμένῳ, οὔτε τοῦ σώματος οὔτε τῆς ψυχῆς ἀπεσπάσθη, ἀλλὰ διὰ μὲν τῆς ψυχῆς ἐν τῷ παραδείσῳ γίνεται ὁδοποιοῦσα διὰ τοῦ λῃστοῦ τοῖς ἀνθρώποις τὴν εἴσοδον, διὰ δὲ τοῦ σώματος ἐν τῇ καρδίᾳ τῆς γῆς ἀναιροῦσα τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ διὰ τοῦτο καὶ τὸ σῶμα κύριος λέγεται, διὰ τὴν ἐγκειμένην θεότητα· οὕτω καὶ ἐπὶ τῆς ἀρχῆς λογιζόμεθα ὅτι ὅλῃ τῇ φύσει ἡμῶν ἡ τοῦ ὑψίστου δύναμις διὰ τῆς ἐπελεύσεως τοῦ ἁγίου πνεύματος ἐγκραθεῖσα, καὶ ἐν τῇ ψυχῇ ἡμῶν γίνεται, καθὸ εἰκὸς ἐν ψυχῇ γενέσθαι, καὶ τῷ σώματι καταμίγνυται, ὡς ἂν διὰ πάντων ὁλοτελὴς ἡμῖν ἡ σωτηρία γένηται, φυλασσομένης τῇ θεότητι καὶ ἐν τῇ ἀρχῇ τῆς ἀνθρωπίνης ζωῆς καὶ ἐν τῷ τέλει τῆς θεοπρεποῦς τε καὶ ὑψηλῆς ἀπαθείας. οὔτε γὰρ ἡ ἀρχὴ κατὰ τὴν ἡμετέραν ἀρχὴν οὔτε τὸ τέλος κατὰ τὸ ἡμέτερον τέλος, ἀλλ᾽ ἔδειξε κἀκεῖ καὶ ὧδε τὴν θεϊκὴν ἐξουσίαν, μήτε τῆς ἀρχῆς ἐν ἡδονῇ μολυνθείσης μήτε τοῦ τέλους εἰς φθορὰν καταλήξαντος.

Εἰ οὖν ταῦτα βοῶμεν καὶ διαμαρτυρόμεθα, ὅτι Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἀεὶ ἄτρεπτος ἀεὶ ἄφθαρτος, κἂν ἐν τῷ τρεπτῷ καὶ φθαρτῷ γένηται, οὐκ αὐτὸς μολυνόμενος ἀλλὰ τὸ μολυνθὲν καθαρίζων, τί ἀδικοῦμεν καὶ ὑπὲρ τίνος μισούμεθα; καὶ τί βούλεται ἡ τῶν καινῶν θυσιαστηρίων ἀντεξαγωγή; μὴ ἄλλον Ἰησοῦν καταγγέλλομεν; μὴ ἕτερον ὑποδεικνύομεν; μὴ ἄλλας γραφὰς ἐκτιθέμεθα; μὴ τὴν ἁγίαν παρθένον τὴν θεοτόκον ἐτόλμησέ τις ἡμῶν καὶ ἀνθρωποτόκον εἰπεῖν, ὅπερ ἀκούομέν τινας ἐξ αὐτῶν ἀφειδῶς λέγειν; μὴ τρεῖς ἀναστάσεις μυθοποιοῦμεν; μὴ χιλίων ἐτῶν γαστριμαργίας ἐπαγγελλόμεθα; μὴ τὴν Ἰουδαϊκὴν ζῳοθυσίαν πάλιν ἐπαναληφθήσεσθαι λέγομεν; μὴ περὶ τὴν κάτω Ἱερουσαλὴμ τὰς ἐλπίδας τῶν ἀνθρώπων κλίνομεν, ἀνοικισμὸν αὐτῆς διὰ τῆς εὐφανεστέρας τῶν λίθων ὕλης ἀναπλάσσοντες; τί τοιοῦτον ἔχοντες ἐγκαλεῖσθαι φευκτοὶ ἐνομίσθημεν, καὶ ἄλλο παρά τινων ἀντεγείρεται ἡμῖν θυσιαστήριον ὡς ἡμῶν βεβηλούντων τὰ ἅγια;

Ὑπὲρ τούτων ἐν φλεγμονῇ καὶ λύπῃ τὴν καρδίαν ἔχων, ὁμοῦ τῷ ἐπιβῆναι τῆς μητροπόλεως ἀποκενῶσαι τῆς ψυχῆς τὴν πικρίαν διὰ τοῦ γράψαι πρὸς τὴν ἀγάπην ὑμῶν προεθυμήθην. ὑμεῖς δὲ ἐφ᾽ ὅπερ ἂν ὑμᾶς χειραγωγήσῃ τὸ πνεῦμα τὸ ἅγιον, ἐν ἐκείνῳ ἴτε, ὀπίσω τοῦ θεοῦ πορευόμεναι, σαρκὶ δὲ καὶ αἵματι μὴ προσανέχουσαι μηδὲ ἀφορμὴν παρασκευάζουσαί τισι καυχήματος, ἵνα μὴ ἐν ὑμῖν καυχήσωνται διὰ τοῦ ὑμετέρου βίου τῆς φιλοδοξίας αὐτῶν ἐπαυξανομένης. ἀλλὰ ἀναμνήσθητε τῶν ἁγίων πατέρων, οἷς παρὰ τοῦ μακαρίου πατρὸς ὑμῶν ἐνεχειρίσθητε, ὧν καὶ ἡμεῖς κατὰ θεοῦ χάριν τὴν διαδοχὴν ἔχειν κατηξιώθημεν· καὶ μὴ μεταίρετε 〈τὰ〉 ὅρια, ἃ ἔθεντο οἱ πατέρες ὑμῶν, μηδὲ ἀτιμάζετε τὸν ἰδιωτισμὸν τοῦ ἁπλουστέρου κηρύγματος, μηδὲ ταῖς ποικίλαις διδαχαῖς τὸ πλέον νέμετε· ἀλλὰ στοιχεῖτε τῷ ἀρχαίῳ κανόνι τῆς πίστεως, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν. ἐρρωμένας ψυχῇ καὶ σώματι ὁ κύριος φυλάσσοι ὑμᾶς ἐν ἀφθαρσίᾳ, καθὼς εὐχόμεθα.