Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολαί

Γρηγόριος ὁ Νύσσης

Δογματικές και εορταστικές επιστολές προς Ευσέβιο και τους εν Σεβαστεία

Πνευματικός συμβολισμός του εορτασμού του Πάσχα και της Ενανθρωπήσεως του Χριστού, σε συνδυασμό με την απόκρουση συκοφαντιών και την ομολογία της τριαδικής ορθοδοξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 11

Εὐσεβίῳ Ὅτε πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον κατὰ τὴν χειμέριον ὥραν τοῦ ἡλίου πρὸς τὸν ἄνω δρόμον ἀναποδίζοντος, τὴν τοῦ ἀληθινοῦ φωτὸς θεοφάνειαν τοῦ διὰ σαρκὸς ἐπιλάμψαντος τῇ ἀνθρωπίνῃ ζωῇ ἑορτάζομεν· νυνὶ δὲ μεσουρανήσαντος ἤδη τοῦ φωστῆρος κατὰ τὸν κύκλον, ὡς νύκτα τε καὶ ἡμέραν πρὸς ἴσον ἀλλήλαις ἀντιμετρεῖσθαι διάστημα, ἡ ἐκ τοῦ θανάτου πρὸς τὴν ζωὴν ἐπάνοδος τῆς ἀνθρωπίνης φύσεως ὑπόθεσις ἡμῖν γίνεται τῆς μεγάλης ταύτης καὶ καθολικῆς ἑορτῆς, ἣν σύμπασα κατὰ ταὐτὸν ἑορτάζει ἡ τῶν ἀνθρώπων ζωὴ τῶν τὸ μυστήριον ἀναδεξαμένων τῆς ἀναστάσεως. τί μοι βούλεται τῆς ἐπιστολῆς ἡ ὑπόθεσις; ἐπειδὴ σύνηθές ἐστιν ἐν ταῖς πανδήμοις ταύταις ἱερομηνίαις διὰ πάντων ἡμᾶς ἐπιδείκνυσθαι τὴν ἐγκειμένην ταῖς ψυχαῖς ἡμῶν διάθεσιν, καί πού τινες τοῖς ἰδίοις δώροις δωροφοροῦντες τὴν εὐφροσύνην ἐπισημαίνουσι, καλῶς ἔχειν ἐνομίσαμεν μὴ παραδραμεῖν σε τῶν ἡμετέρων δώρων ἀγέραστον, ἀλλά σου τὴν ψυχὴν τὴν ὑψηλήν τε καὶ μεγαλόφρονα τοῖς πενιχροῖς ξενίοις ἐκ τῆς πτωχείας ἡμῶν δεξιώσασθαι.

ξένιον δὲ ἡμέτερον τὸ διὰ τοῦ γράμματός σοι προσαγόμενον αὐτὸ τὸ γράμμα ἐστίν, ἐν ᾧ λόγος μέν τις περιηνθισμένος ταῖς καλλιφώνοις τε καὶ εὐσυνθέτοις τῶν λέξεων ἔστιν οὐδείς, ὡς διὰ τοῦτο δῶρον τὴν ἐπιστολὴν τοῖς φιλολόγοις νομίζεσθαι, ἀλλ᾽ ὁ μυστικὸς χρυσὸς ὁ τῇ πίστει τῶν Χριστιανῶν οἷόν τινι ἀποδέσμῳ ἐνειλημμένος γένοιτο ἄν σοι δῶρον, ἐξαπλωθεὶς ὡς οἷόν τε διὰ τῶν γραμμάτων καὶ τὴν κεκρυμμένην λαμπηδόνα προδείξας.

Οὐκοῦν ἐπανακλητέον ἡμῖν τὸ προοίμιον. τί δήποτε προελθούσης μὲν πρὸς τὸ ἀκρότατον τῆς νυκτός, ὅτε οὐκέτι προσθήκην ἡ νυκτερινὴ ἐπαύξησις δέχεται, τότε ἡμῖν διὰ σαρκὸς ἐπιφαίνεται ὁ τοῦ παντὸς περιδεδραγμένος καὶ κρατῶν ἐν τῇ ἰδίᾳ δυνάμει τὸ πᾶν, ὁ μηδὲ ὑπὸ πάντων τῶν ὄντων χωρούμενος, ἀλλὰ τὸ πᾶν περιέχων καὶ τῷ βραχυτάτῳ εἰσοικιζόμενος, οὕτω τῆς μεγάλης δυνάμεως τῷ ἀγαθῷ θελήματι συνδιεξιούσης καὶ κατὰ τὸ ἴσον, ὅπου περ ἂν ῥέψῃ τὸ θέλημα, ἐκεῖ ἑαυτὴν δεικνυούσης, ὡς μήτε ἐν τῇ κτίσει τῶν ὄντων ἀτονωτέραν τῆς βουλήσεως εὑρεθῆναι τὴν δύναμιν, μήτε ὁρμήσαντα τῷ ταπεινῷ τῆς φύσεως ἡμῶν ἐπ᾽ εὐεργεσίᾳ τῶν ἀνθρώπων συγκαταβῆναι, πρὸς αὐτὸ τοῦτο ἀδυνατῆσαι, ἀλλὰ καὶ ἐν τούτῳ γενέσθαι καὶ μὴ διαφεῖναι τὸ πᾶν ἀκυβέρνητον; ἐπεὶ οὖν πάντως τις λόγος ἐπ᾽ ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, πῶς τότε μὲν διὰ σαρκὸς ἐπιφαίνεται, τῇ δὲ ἰσημερίᾳ τὸν εἰς γῆν ἀναλυθέντα διὰ τῆς ἁμαρτίας ἄνθρωπον τῇ ζωῇ πάλιν ἀποκαθίστησι, ταῦτα διὰ βραχέων ὡς ἂν οἷός τε ὦ παραστήσας τῷ λόγῳ, δῶρον τὸ γράμμα ποιήσομαι.

Ἦ πάντως προέλαβες ἀπὸ ἀγχινοίας τὸ ὑποπτευόμενον ἐν τούτοις μυστήριον, ὅτι ἐγκόπτεται τῆς νυκτὸς ἡ πρόοδος τῇ τοῦ φωτὸς προσθήκῃ καὶ συστέλλεσθαι τὸ σκότος ἄρχεται αὐξομένου ταῖς προσθήκαις τοῦ ἡμερινοῦ διαστήματος. τοῦτο γὰρ καὶ τοῖς πολλοῖς ἴσως ἂν γένοιτο φανερόν, ὅτι συγγενῶς ἔχει πρὸς τὴν ἁμαρτίαν τὸ σκότος, καὶ οὕτω τὸ κακὸν παρὰ τῆς γραφῆς ὀνομάζεται. οὐκοῦν ἑρμηνεία τίς ἐστι τῆς ὑπὲρ τῶν ψυχῶν ἡμῶν οἰκονομίας ὁ καιρὸς ἐν ᾧ τὸ μυστήριον [ἡμῶν] ἄρχεται· ἔδει γὰρ πρὸς ἄπειρον ἤδη τῆς κακίας ἐκχυθείσης τὴν διὰ τῶν ἀρετῶν ἡμῖν λαμπομένην ἡμέραν παρὰ τοῦ τὸ τοιοῦτον φῶς ταῖς ψυχαῖς ἡμῶν ἐντιθέντος 〈ἐπιφανῆναι〉, ὥστε τὸν μὲν φωτεινὸν βίον εἰς ὅτι μήκιστον παρατείνεσθαι ταῖς ἀγαθαῖς προσθήκαις αὐξανόμενον, τὴν δὲ ἐν τῇ κακίᾳ ζωὴν διὰ τῆς κατ᾽ ὀλίγον ὑφαιρέσεως εἰς ἐλάχιστον συσταλῆναι· ἡ γὰρ τῶν ἀγαθῶν ἐπαύξησις τοῦ κακοῦ μείωσις γίνεται. ἡ δὲ ἰσημερία τὴν ἀναστάσιμον ἑορτὴν δεξαμένη τοῦτο δι᾽ ἑαυτῆς ἑρμηνεύει, ὅτι οὐκέτι πρὸς ἀντίπαλον τάξιν ἀντικαταστήσεται, ἰσοπαλῶς τῷ ἀγαθῷ τῆς κακίας συμπλεκομένης, ἀλλ᾽ ὁ φωτεινὸς ἐπικρατήσει βίος, τοῦ ζόφου τῆς εἰδωλολατρείας ἐν τῷ πλεονασμῷ τῆς ἡμέρας δαπανωμένου.

οὗ χάριν καὶ τοῦ σεληναίου δρόμου τὸ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἀντιπρόσωπον δείκνυσιν αὐτὴν ταῖς τοῦ ἡλίου βολαῖς, πληθύνουσαν παντὶ τῷ πλούτῳ τῆς λαμπηδόνος καὶ μηδεμίαν τοῦ σκότους διαδοχὴν ἐν τῷ μέρει γενέσθαι παρασκευάζουσαν· δυόμενον γὰρ διαδεξαμένη τὸν ἥλιον οὐ πρότερον αὐτὴ καταδύεται, πρὶν ταῖς ἀληθιναῖς αὐγαῖς τοῦ ἡλίου τὰς ἰδίας συμμίξειεν, ὥστε ἓν φῶς κατὰ τὸ συνεχὲς διαμεῖναι, κατὰ τὸ διάστημα τοῦ ἡμερινοῦ τε καὶ νυκτερινοῦ δρόμου τῇ παρεμπτώσει τοῦ σκότους μηδαμοῦ διαιρούμενον.

Ταῦτά σοι, ὦ φίλη κεφαλή, τῇ πενιχρᾷ ἡμῶν χειρὶ τοῦ λόγου δωροφοροῦμεν, καί σοι πᾶς ἔστω ὁ βίος ἑορτὴ καὶ ἡμέρα μεγάλη, τοῦ νυκτερινοῦ ζόφου καθαρεύων ὅτι μάλιστα.

ἐπιστολὴ πρὸς τοὺς ἀπιστοῦντας τῇ ὀρθοδόξῳ 〈αὐτοῦ πίστει, παρὰ τῶν〉 κατὰ Σεβάστειαν αἰτηθεῖσα Ἐγνώρισαν ἡμῖν τινες τῶν ὁμοψύχων ἀδελφῶν περὶ τῆς κατασκευαζομένης καθ᾽ ἡμῶν δυσφημίας παρὰ τῶν μισούντων τὴν εἰρήνην καὶ καταλαλούντων λάθρᾳ τῶν πλησίον αὐτῶν καὶ μὴ φοβουμένων τὸ φοβερὸν καὶ μέγα κριτήριον τοῦ ἐπαγγειλαμένου καὶ περὶ τῶν ἀργῶν ῥημάτων ἀπαιτεῖσθαι τὸν λόγον ἐν τῇ προσδοκωμένῃ τῆς ζωῆς ἡμῶν ἐξετάσει, λέγοντες τὰ περιθρυλούμενα καθ᾽ ἡμῶν ἐγκλήματα εἶναι τοιαῦτα, ὅτι ἡμεῖς ὑπεναντία φρονοῦμεν τοῖς κατὰ Νίκαιαν ἐκθεμένοις τὴν ὀρθὴν καὶ ὑγιαίνουσαν πίστιν καὶ ὅτι τοὺς ἐν Ἀγκύρᾳ ἐπ᾽ ὀνόματι Μαρκέλλου ποτὲ τὴν σύναξιν ἔχοντας ἀκρίτως καὶ ἀνεξετάστως εἰς τὴν κοινωνίαν τῆς καθολικῆς ἐκκλησίας παρεδεξάμεθα. ἵν᾽ οὖν μὴ κατακρατῇ τῆς ἀληθείας τὸ ψεῦδος, δι᾽ ἑτέρων γραμμάτων αὐτάρκη ἐποιησάμεθα τὴν ὑπὲρ τῶν ἐπενεχθέντων ἡμῖν ἐγκλημάτων ἀπολογίαν, καὶ ἐπὶ τοῦ κυρίου διεβεβαιωσάμεθα μήτε τῆς πίστεως τῶν ἁγίων πατέρων ἐκβεβηκέναι μήτε περὶ τῶν προσθεμένων ἐκ τῆς Μαρκέλλου συνάξεως εἰς τὴν ἐκκλησιαστικὴν κοινωνίαν ἀκρίτως καὶ ἀνεξετάστως τι πεποιηκέναι· ἀλλὰ τῶν κατὰ 〈τὴν〉 Ἀνατολὴν ὀρθοδόξων 〈ἀδελφῶν〉 καὶ συλλειτουργῶν ἐπιτρεψάντων βουλεύσασθαι τὰ περὶ τῶν ἀνθρώπων καὶ τοῖς γεγενημένοις συναινεσάντων, πάντα ἐπράξαμεν.

ἐπειδὴ δὲ τὴν ἀπολογίαν ἐκείνην ἔγγραφον ἡμῶν ποιησαμένων, πάλιν τινὲς τῶν ὁμοψύχων ἀδελφῶν ἰδίως ἐκ τῆς ἡμετέρας φωνῆς ἐπεζήτησαν γενέσθαι τὴν τῆς πίστεως ἔκθεσιν καθ᾽ ἣν πεπληροφορήμεθα, ταῖς θεοπνεύστοις φωναῖς καὶ τῇ παραδόσει τῶν πατέρων ἀκολουθοῦντες ἀναγκαῖον ἐλογισάμεθα καὶ περὶ τούτων βραχέα διαλεχθῆναι.

Ἡμεῖς τὴν τοῦ κυρίου διδασκαλίαν, ἣν πρὸς τοὺς μαθητὰς ἐποιήσατο παραδιδοὺς αὐτοῖς τὸ τῆς εὐσεβείας μυστήριον, θεμέλιον εἶναι καὶ ῥίζαν τῆς ὀρθῆς καὶ ὑγιαινούσης πίστεως ὁμολογοῦμεν, καὶ οὔτε ὑψηλότερον τῆς παραδόσεως ἐκείνης οὔτε ἀσφαλέστερον ἄλλο τι εἶναι πιστεύομεν. ἡ δὲ τοῦ κυρίου διδασκαλία ἐστὶν αὕτη· Πορευθέντες, φησί, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.

ἐπειδὴ τοίνυν ἡ ζωοποιὸς δύναμις ἐπὶ τῶν ἐκ τοῦ θανάτου πρὸς τὴν αἰώνιον ζωὴν ἀναγεννωμένων διὰ τῆς ἁγίας τριάδος παραγίνεται τοῖς μετὰ πίστεως καταξιουμένοις τῆς χάριτος, καὶ ὁμοίως ἀτελὴς ἡ χάρις ἑνός τινος οἵου δήποτε τῶν ἐκ τῆς ἁγίας τριάδος ὀνομάτων παραλειφθέντος ἐν τῷ σωτηρίῳ βαπτίσματι—οὐ γὰρ χωρὶς πνεύματος ἐν μόνῳ υἱῷ καὶ πατρὶ τὸ μυστήριον τελεῖται τῆς ἀναγεννήσεως, οὔτε υἱοῦ σιωπηθέντος ἐν πατρὶ καὶ πνεύματι τὸ τέλειον τῆς ζωῆς παραγίνεται τῷ βαπτίσματι, οὔτε ἐν πνεύματι καὶ υἱῷ παρεθέντος τοῦ πατρὸς ἐκτελεῖται ἡ τῆς ἀναστάσεως χάρις—, διὰ τοῦτο πᾶσαν τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν τῆς τῶν ψυχῶν ἡμῶν σωτηρίας ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἔχομεν διὰ τῶν ὀνομάτων τούτων γνωριζομένην· καὶ πιστεύομεν εἴς τε τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἡ πηγὴ τῆς ζωῆς, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ πατρός, ὅς ἐστιν 〈ὁ〉 ἀρχηγὸς τῆς ζωῆς, καθά φησιν ὁ ἀπόστολος, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, περὶ οὗ εἶπεν ὁ κύριος ὅτι Τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν.

καὶ ἐπειδὴ τοῖς λυτρωθεῖσιν ἡμῖν ἀπὸ τοῦ θανάτου ἡ χάρις τῆς ἀφθαρσίας διὰ τῆς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστεως ἐν τῷ σωτηρίῳ βαπτίσματι, καθὼς εἰρήκαμεν, παραγίνεται, ἐκ τούτων ὁδηγούμενοι οὐδὲν δοῦλον οὐδὲ κτιστὸν οὐδὲ τῆς μεγαλειότητος τοῦ πατρὸς ἀνάξιον τῇ ἁγίᾳ τριάδι συναριθμεῖσθαι πιστεύομεν, ἐπειδὴ μία ἐστὶν ἡ ζωὴ ἡμῶν ἡ διὰ τῆς εἰς τὴν ἁγίαν τριάδα πίστεως παραγινομένη, ἐκ μὲν τοῦ θεοῦ τῶν ὅλων πηγάζουσα, διὰ δὲ τοῦ υἱοῦ προϊοῦσα, ἐν δὲ τῷ ἁγίῳ πνεύματι ἐνεργουμένη. ταύτην οὖν ἔχοντες τὴν πληροφορίαν βαπτιζόμεθα μὲν ὡς προσετάχθημεν, πιστεύομεν δὲ ὡς βαπτιζόμεθα, δοξάζομεν δὲ ὡς πιστεύομεν, ὥστε ὁμοφώνως τὸ βάπτισμα καὶ τὴν πίστιν καὶ τὴν δόξαν εἰς πατέρα εἶναι καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. εἰ δέ τις δύο ἢ τρεῖς θεοὺς ἢ τρεῖς θεότητας λέγει, ἀνάθεμα ἔστω· καὶ εἴ τις κατὰ τὴν Ἀρείου διαστροφὴν ἐκ μὴ ὄντων λέγει τὸν υἱὸν ἢ τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι, ἀνάθεμα ἔστω.

ὅσοι δὲ τῷ κανόνι τῆς ἀληθείας στοιχήσουσι καὶ τὰς τρεῖς ὁμολογοῦσιν ὑποστάσεις εὐσεβῶς ἐν τοῖς ἑαυτῶν ἰδιώμασι γνωριζομένας καὶ μίαν πιστεύουσιν εἶναι θεότητα μίαν ἀγαθότητα μίαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ οὔτε τὸ τῆς μοναρχίας ἀθετοῦσι κράτος οὔτε εἰς πολυθεΐαν ἐκπίπτουσιν οὔτε τὰς ὑποστάσεις συγχέουσιν οὔτε ἐξ ἑτερογενῶν καὶ ἀνομοίων τὴν ἁγίαν τριάδα συντίθενται, ἀλλ᾽ ἐν ἁπλότητι δέχονται τὸ τῆς πίστεως δόγμα πᾶσαν τὴν ἐλπίδα τῆς ἑαυτῶν σωτηρίας ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι καταπιστεύοντες, οὗτοι κατὰ τὴν ἡμετέραν κρίσιν τὰ αὐτὰ φρονοῦσι μεθ᾽ ὧν καὶ ἡμεῖς ἔχειν ἐν κυρίῳ μέρος εὐχόμεθα.