Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολαί

Γρηγόριος ὁ Νύσσης

Ποιμαντική και φιλική αλληλογραφία με αξιωματούχους και ρήτορες

Σειρά επιστολών προς κρατικούς λειτουργούς, διανοούμενους και επισκόπους (όπως ο Λιβάνιος, ο Ευπάτριος, ο Ιέριος και ο Αβλάβιος), που πραγματεύονται θέματα φιλίας, ρητορικής, επιείκειας και εκκλησιαστικής υποδοχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 11

Ἀβλαβίῳ ἐπισκόπῳ Διέσωσεν ἡμᾶς ὁ κύριος, ὡς εἰκὸς ἦν ὑπὸ τῶν σῶν προπεμφθέντας εὐχῶν, καί σοι τεκμήριον τῆς εὐμενείας τοῦ θεοῦ σαφὲς διηγήσομαι. ὡς γὰρ ἤδη Κηλόσινα τὸ χωρίον κατόπιν ἑαυτῶν κατελίπομεν, ἀθρόον ἐγένετο νεφῶν συστροφὴ καὶ εἰς βαθὺν ζόφον ὁ ἀὴρ ἐξ αἰθρίας μετέπεσεν. ψυχρὰ δέ τις αὔρα τῶν νεφῶν διαπνέουσα, δροσώδης τε καὶ ὑγροτάτη τοῖς σώμασιν ἡμῶν προσπίπτουσα, ὅσον οὐδέπω τὸν ὑετὸν ἠπείλει, καὶ κατὰ τὸ εὐώνυμον βρονταὶ συνεχεῖς ὑπερρήγνυντο, καὶ ἀστραπαὶ ὀξεῖαί τε καὶ ἐπάλληλοι τῶν βροντῶν προηγοῦντο, τά τε ὄρη πάντα πρόσω τε καὶ ὀπίσω καὶ καθ᾽ ἑκάτερα τῶν πλαγίων κατηρεφῆ τοῖς νέφεσιν ἦν. καὶ ἤδη ὑπὲρ κεφαλῆς ἡμῶν βραχεῖα νεφέλη πνεύματι βιαίῳ ὑποληφθεῖσα τὸν ὑετὸν ὤδινε, καὶ ἡμεῖς κατὰ τὸ Ἰσραηλιτικὸν θαῦμα, μέσοι πανταχόθεν τῶν ὑδάτων διειλημμένοι, ἄβροχοι τὴν μέχρις Οὐεστηνῆς ὁδὸν ἐπεράσαμεν· ἐν ᾗ καταχθέντων ἡμῶν ἤδη καὶ τὰς ἡμιόνους ἀναπαυσάντων, τότε παρὰ τοῦ θεοῦ ἐδόθη τῷ ἀέρι τοῦ ὄμβρου τὸ σύνθημα. τριῶν δὲ ὡρῶν ἢ καὶ τεσσάρων ἐκεῖσε διαγαγόντων ἡμῶν, ὡς ἱκανῶς εἴχομεν τῆς ἀναπαύσεως, πάλιν διέσχεν ὁ θεὸς τὸν ὄμβρον, καὶ τὸ ὄχημα εὐδρομώτερον ἑαυτοῦ [ἢ πρόσθεν] ἦν, ἐν ὑγρῷ τε καὶ ἐπιπολαίῳ τῷ πηλῷ τοῦ τροχοῦ δι᾽ εὐκολίας ἐνολισθαίνοντος.

ἔστι δὲ ὁδὸς ἀπ᾽ ἐκείνου ἐπὶ τὴν πολίχνην ἡμῶν πᾶσα ἐπιποτάμιος, κατὰ ῥοῦν συγκατιοῦσα τῷ ὕδατι, χωρία τε συνεχῆ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, παρόδια τὰ πάντα καὶ οὐ πολλῷ τῷ μέσῳ ἀπ᾽ ἀλλήλων διῳκισμένα. πᾶσα τοίνυν ἡ ὁδὸς ἐκ τῆς ἐπαλλήλου ταύτης οἰκήσεως, τῶν μὲν ὑπαντώντων τῶν δὲ παραπεμπόντων κατὰ τὸ συνεχές, ἀνθρώπων ἐπεπλήρωτο πολὺ τῇ ἡδονῇ καταμιγνύντων τὸ δάκρυον. ἦν δὲ ψεκὰς ἀνεπαχθὴς τὸν ἀέρα ὑπονοτίζουσα· μικρὸν δὲ πρὸ τῆς πολίχνης εἰς βιαιότερον ὄμβρον τὸ ὑπερκείμενον συνεθλίβετο νέφος, ὥστε καθ᾽ ἡσυχίαν ἡμῖν γενέσθαι τὴν εἴσοδον, μηδενὸς προαισθομένου τῆς παρουσίας. ὡς δὲ ἤδη τῆς στοᾶς ἐντὸς ἐγενόμεθα, ἐπειδὴ διὰ ξηροῦ τοῦ ἐδάφους κατεκτύπει τὸ ὄχημα, οὐκ οἶδα ὅθεν ἢ ὅπως, ὡς ἐκ μηχανῆς τινος ἀθρόον ἀνεφάνη δῆμος κύκλῳ περὶ ἡμᾶς πεπυκνωμένοι, ὡς μηδὲ κατελθεῖν τοῦ ὀχήματος εὔπορον εἶναι· οὐ γὰρ ἦν εὑρεῖν τόπον κενὸν ἀνθρώπων. μόγις δὲ πείσαντες ἡμῖν τε δοῦναι καιρὸν πρὸς τὴν κάθοδον καὶ ταῖς ἡμιόνοις ἐπιτρέψαι τὴν πάροδον, ᾔειμεν παρὰ τῶν περιρρεόντων ἡμᾶς κατὰ πᾶν μέρος συνθλιβόμενοι, ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν φιλοφροσύνην μικροῦ δεῖν καὶ λειποθυμίας γενέσθαι αἰτίαν.

ὡς δὲ ἤδη ἔνδοθεν ἐγενόμεθα τοῦ περιστῴου, ὁρῶμεν ῥύακα πυρὸς ἐπὶ τὴν ἐκκλησίαν εἰσρέοντα· ὁ γὰρ τῶν παρθένων χορὸς τὰς ἐκ κηροῦ λαμπάδας διὰ χειρὸς φέρουσαι στοιχηδὸν ἀλλήλαις κατὰ τὴν εἴσοδον τῆς ἐκκλησίας προῄεσαν, τοῖς πυρσοῖς διόλου καταλαμπόμεναι. ἐντὸς δὲ γενόμενος καὶ συνησθεὶς τῷ λαῷ καὶ συνδακρύσας (ταῦτα γὰρ ἦν ἀμφότερα πάσχειν τῷ κἀν τῷ πλήθει βλέπειν τὰ δύο πάθη), ὁμοῦ τε τῶν εὐχῶν ἐπαυσάμην καὶ ταύτην τῇ ὁσιότητί σου τὴν ἐπιστολὴν διεχάραξα, ἐπισπεύδων ὡς οἷόν τε, τῷ τῇ δίψῃ καταναγκάζεσθαι προσασχοληθῆναι μετὰ τὸ γράμμα τῇ θεραπείᾳ τοῦ σώματος.

Ἱερίῳ ἡγεμόνι Νόμος τίς ἐστιν ἡμέτερος κλαίειν μετὰ κλαιόντων νομοθετῶν καὶ συγχαίρειν τοῖς χαίρουσιν, ἀλλὰ τούτων, ὡς ἔοικε, τὸ ἕτερον ἐφ᾽ ἡμῶν τῆς νομοθεσίας ἐνεργόν ἐστι μόνον· πολλὴ γὰρ τῶν εὐθηνούντων ἡ σπάνις, ὡς μὴ ἔχειν εὑρεῖν ῥᾳδίως, τίσι τῶν ἀγαθῶν συμμετάσχωμεν, τῶν δ᾽ ὡς ἑτέρως πραττόντων ἀφθονία πολλή. ταῦτα προοιμιάζομαι διὰ τὴν δυστυχῆ τραγῳδίαν, ἣν πονηρός τις δαίμων ἐν τοῖς πάλαι γνησίοις ἐδραματούργησεν. νέος τις τῶν εὐπατριδῶν, Συνέσιος ὄνομα αὐτῷ, οὐκ ἔξω τοῦ ἐμοῦ γένους, ἐν ἀκμῇ τῆς ἡλικίας, οὔπω σχεδὸν τοῦ ζῆν ἀρξάμενος ἐν μεγάλοις κινδύνοις ἐστίν· ὃν ἐξελέσθαι μόνος ὁ θεὸς ἰσχὺν ἔχει, καὶ μετὰ τὸν θεὸν σὺ ὁ τὴν περὶ θανάτου καὶ ζωῆς ψῆφον πεπιστευμένος. δυστύχημα γέγονεν ἀκούσιον· τίς δ᾽ ἂν ἑκὼν δυστυχήσειε; καὶ νῦν ἔγκλημα τὴν δυστυχίαν πεποίηνται οἱ κατ᾽ αὐτοῦ τὴν ἐπιθανάτιον ταύτην δίκην συστήσαντες. ἀλλ᾽ ἐκείνους μὲν ἰδίοις γράμμασι καθυρεῖναι τῆς ὀργῆς δυσωπῆσαι πειράσομαι, τὸ δὲ σὸν εὐμενὲς μετὰ τοῦ δικαίου καὶ μεθ᾽ ἡμῶν γενέσθαι παρακαλῶ, ὅπως ἂν τὴν ἀθλιότητα τοῦ νέου ἡ σὴ φιλανθρωπία νικήσειε, πᾶσαν μηχανὴν ἐξευροῦσα, δι᾽ ἧς ἔξω κινδύνων ἔσται ὁ νέος, τὸν πονηρὸν κατ᾽ αὐτοῦ δαίμονα διὰ τῆς σῆς συμμαχίας νικήσας.

πάντα εἶπον ἐν κεφαλαίῳ ἃ βούλομαι· τὸ δὲ καθ᾽ ἕκαστον ὑποτείνεσθαι ὅπως ἂν κατορθωθείη τὸ σπουδαζόμενον, οὔτε ἐμὸν ἂν εἴη τὸ λέγειν οὔτε σὸν τὸ διδάσκεσθαι.

Ἀντιοχιανῷ Ἐφ᾽ ᾧ μάλιστα παρὰ τῶν σοφῶν ὁ βασιλεὺς τῶν Μακεδόνων θαυμάζεται—θαυμάζεται γὰρ οὐ τοσοῦτον τοῖς Μηδικοῖς τροπαίοις οὐδὲ τοῖς Ἰνδικοῖς τε καὶ περὶ τὸν Ὠκεανὸν διηγήμασιν, ὅσον ἐπὶ τῷ εἰπεῖν τὸν θησαυρὸν ἐν τοῖς φίλοις ἔχειν—, τολμῶ καὶ αὐτὸς ἐν τῷ μέρει τούτῳ τοῖς ἐκείνου θαύμασιν ἐμαυτὸν ἀντεπᾶραι, καί μοι προσήκει τὸν τοιοῦτον μᾶλλον λόγον εἰπεῖν, ὅτι [δὲ] πλουτῶ τῇ φιλίᾳ καὶ ὑπεραίρω τῷ τοιούτῳ κτήματι τάχα καὶ αὐτὸν ἐκεῖνον τὸν ἐπὶ τούτῳ μεγαλαυχούμενον. τίς γὰρ ἐκείνῳ τοιοῦτος φίλος, οἷος ἐμοὶ σύ, διὰ πάντων ἐν ἑκάστῳ τῆς ἀρετῆς εἴδει πρὸς ἑαυτὸν ἁμιλλώμενος; πάντως γὰρ οὐκ ἄν τις ἐμοὶ ταῦτα λέγοντι κολακείαν ἐπικαλέσειε, πρός τε τὴν ἡλικίαν τὴν ἐμὴν καὶ πρὸς τὸν σὸν βίον βλέπων· ἔξωρός τε γὰρ ἤδη πρὸς κολακείαν ἡ πολιά, καὶ τὸ γῆρας εἰς θωπείαν ἀνεπιτήδειον, σοί τε, καὶ εἰ ἐν ὥρᾳ τοῦ κολακεύειν ἤμην ποτέ, ὁ ἔπαινος πρὸς ὑπόληψιν κολακείας οὐκ ἂν κατέπιπτε, τοῦ βίου πρὸ τῶν λόγων δεικνύντος τὸν ἔπαινον.

ἀλλ᾽ ἐπειδὴ τῶν καλῶς πλουτούντων ἴδιον τὸ εἰδέναι κεχρῆσθαι οἷς ἔχουσιν, ἀρίστη δὲ χρῆσις τῶν παρόντων τὸ κοινὰ προτιθέναι τοῖς φίλοις ἃ ἔχουσι, φίλος δέ μοι πάντων μάλιστα διὰ πάσης γνησιότητος συνηρμοσμένος ὁ ποθεινότατος υἱὸς Ἀλέξανδρος, παρακλήθητι δεῖξαι αὐτῷ τὸν ἐμὸν θησαυρόν, καὶ μὴ δεῖξαι μόνον ἀλλὰ καὶ δαψιλῶς παρασχεῖν ἐμφορηθῆναι, τῷ προστῆναι αὐτοῦ ὑπὲρ ὧν ἥκει τῆς σῆς προστασίας δεόμενος. λέξει δὲ δι᾽ ἑαυτοῦ τὰ πάντα· οὕτω γὰρ εὐπρεπέστερον ἢ τὰ καθ᾽ ἕκαστον ἐμὲ διεξιέναι τῷ γράμματι.

Σταγειρίῳ Τοιοῦτόν τι θέαμά φασιν ἐν τοῖς θεάτροις τοὺς θαυματοποιοῦντας τεχνάζεσθαι· μῦθον ἐξ ἱστορίας ἤ τινα τῶν ἀρχαίων διηγημάτων ὑπόθεσιν τῆς θαυματοποιΐας λαβόντες ἔργῳ τοῖς θεαταῖς διηγοῦνται τὴν ἱστορίαν. διηγοῦνται δὲ οὕτως τὰ κατάλληλα τῶν ἱστορουμένων· ὑποδύντες σχήματά τε καὶ πρόσωπα καὶ πόλιν ἐκ παραπετασμάτων ἐπὶ τῆς ὀρχήστρας δι᾽ ὁμοιότητός τινος σχηματίσαντες καὶ τὸν τέως ψιλὸν τόπον τῇ ἐναργεῖ μιμήσει τῶν πραγμάτων οἰκειώσαντες, θαῦμα τοῖς θεωμένοις γίνονται αὐτοί τε οἱ μιμηταὶ τῶν ἐν τῇ ἱστορίᾳ πραγμάτων καὶ τὰ παραπετάσματα, ἡ πόλις δή. τί οὖν μοι τὸ διήγημα βούλεται; ἐπειδὴ χρεία ἡμῖν τὴν μὴ οὖσαν πόλιν ὡς οὖσαν δεῖξαι τοῖς συνιοῦσι, παρακλήθητι γενέσθαι τῆς πόλεως ἡμῶν οἰκιστὴς αὐτοσχέδιος, αὐτῷ τῷ φανῆναι μόνον τὸ πόλιν εἶναι δοκεῖν τὸν ἔρημον χῶρον παρασκευάσας. ἔστι δέ σοι καὶ ἡ ὁδὸς οὐ πολλὴ καὶ ἡ χάρις, ἣν δώσεις, σφόδρα πολλή· βουλόμεθα γὰρ σεμνοτέρους ἑαυτοὺς δεῖξαι τοῖς συνιοῦσιν, ἀντ᾽ ἄλλου τινὸς κόσμου τῇ φαιδρότητι ὑμῶν καλλωπιζόμενοι.

Ὀτρηίῳ ἐπισκόπῳ Μελιτηνῆς Ποῖον τοιοῦτον ἄνθος ἐν ἔαρι, τίνες τοιαῦται τῶν ᾠδικῶν ὀρνίθων φωναί, ποία λεπταῖς καὶ προσηνέσι ταῖς αὔραις καταγλυκαίνεται γαληνιάζουσα θάλασσα, τίς ἄρουρα τοῖς γεηπόνοις οὕτως ἡδεῖα, ἢ εὐθηνουμένη ληΐοις ἢ τοῖς καρποῖς ἤδη τῶν ἀσταχύων ὑποκυμαίνουσα, τίς ἐξ ἀμπέλου τοσαύτη χάρις, ὅτε κομῶσα διὰ τοῦ ἀέρος * καὶ τοῖς φύλλοις κατασκιάζει τὴν κάμακα, ὅσον τὸ πνευματικὸν ἔαρ ἐκ τῆς εἰρηνικῆς σου ἀκτῖνος διὰ τῆς ἐν τοῖς γράμμασι λαμπηδόνος τὴν ζωὴν ἡμῶν ἐκ κατηφείας ἐφαίδρυνεν; οὕτω γὰρ ἡμῖν τάχα τὸ προφητικὸν ἁρμόζει, ὅτι Κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν τῶν ἐν τῇ καρδίᾳ αἱ τοῦ θεοῦ παρακλήσεις διὰ τῆς σῆς ἀγαθότητος τὴν ψυχὴν ἡμῶν εὔφραναν, ἀκτίνων δίκην κεκακωμένην τῇ πάχνῃ τὴν ζωὴν ἡμῶν ἐπιθάλπουσαι· ἴση γάρ ἐστιν ἐν ἀμφοτέροις ἡ ἀκρότης, τῆς τε τραχύτητος λέγω τῶν λυπηρῶν καὶ τῆς γλυκύτητος τῶν σῶν ἀγαθῶν. καὶ εἰ μόνον εὐαγγελισάμενος ἡμῖν τὴν παρουσίαν σου τοσοῦτον ἐφαίδρυνας, ὥστε πάντα ἡμῖν ἐκ τῆς ἐσχάτης ἀλγηδόνος εἰς φαιδρὰν μεταβληθῆναι κατάστασιν, τί ποτε ἄρα ποιήσει καὶ ὀφθεῖσα μόνον ἡ τιμία σου καὶ ἀγαθὴ παρουσία; πόσην δὲ δώσει ταῖς ψυχαῖς ἡμῶν παράκλησιν ἡ γλυκεῖά σου φωνὴ ταῖς ἀκοαῖς ἐνηχήσασα; ἀλλὰ γένοιτο ταῦτα διὰ τάχους κατὰ θεοῦ συνεργίαν τοῦ διδόντος ὀλιγοψύχοις ἄνεσιν καὶ τοῖς συντετριμμένοις ἀνάπαυσιν.

ἡμᾶς δὲ γίνωσκε, ἐὰν μὲν εἰς τὸ ἡμέτερον βλέψωμεν, περιαλγεῖν τοῖς παροῦσι καὶ δυσφοροῦντας μὴ παύεσθαι, ἐὰν δὲ πρὸς τὴν σὴν ἀπίδωμεν τιμιότητα, πολλὴν ὁμολογεῖν τῇ οἰκονομίᾳ τοῦ δεσπότου τὴν χάριν, ὅτι ἔξεστιν ἡμῖν ἐκ γειτόνων ἀπολαύειν τῆς γλυκείας σου καὶ ἀγαθῆς προαιρέσεως καὶ ἐμφορεῖσθαι κατ᾽ ἐξουσίαν μέχρι κόρου τῆς τοιαύτης τροφῆς, εἰ δή τις κόρος τῶν τοιούτων ἐστίν.

Εὐπατρίῳ σχολαστικῷ Ζητῶν τι προσφυὲς καὶ οἰκεῖον τῷ γράμματι δοῦναι προοίμιον, ἀπὸ μὲν τῶν ἐμοὶ συνήθων, λέγω δὴ τῶν γραφικῶν ἀναγνωσμάτων, οὐκ εἶχον ὅτῳ καὶ χρήσομαι, οὐ τῷ μὴ εὑρίσκειν τὸ συμβαῖνον, ἀλλὰ τῷ περιττὸν κρίνειν πρὸς οὐκ εἰδότας τοιαῦτα γράφειν· ἡ γὰρ περὶ τοὺς ἔξωθεν λόγους σπουδὴ τοῦ μηδεμίαν τῶν θείων μαθημάτων ἐπιμέλειαν ἔχειν ἀπόδειξις ἡμῖν γέγονεν. οὐκοῦν ἐκεῖνα μὲν σιωπήσομαι, ἐκ δὲ τῶν σῶν πρὸς τὴν λογιότητά σου προοιμιάσομαι. πεποίηταί τις παρὰ τῷ διδασκάλῳ τῆς ὑμετέρας παιδεύσεως πρεσβυτικῶς εὐφραινόμενος, μετὰ τὴν χρονίαν αὐτοῦ κακοπάθειαν ἐν ὀφθαλμοῖς ἔχων τὸν ἑαυτοῦ παῖδα καὶ τοῦ παιδὸς ἅμα τὸν παῖδα· ὑπόθεσις δὲ αὐτῷ τῆς εὐφροσύνης ἡ περὶ τῶν πρωτείων τῆς ἀρετῆς Ὀδυσσεῖ πρὸς τὸν Τηλέμαχον μάχη. [εἰς] τί οὖν ἡ μνήμη τῶν Κεφαλλήνων πρὸς τὸν σκοπὸν τοῦ λόγου συμβάλλεται; ὅτι με διαλαβόντες μέσον ὑμεῖς, σύ τε καὶ ὁ τὰ πάντα θαυμάσιος ὁ πατὴρ ὁ σός, ὥσπερ τὸν Λαέρτην ἐκεῖνοι, φιλοτίμως πρὸς ἀλλήλους ἐν τῇ πρὸς ἡμᾶς τιμῇ τε καὶ φιλοφροσύνῃ περὶ τῶν πρωτείων διαγωνίζεσθε, ὁ μὲν ἐκ τοῦ Πόντου, σὺ δὲ ἀπὸ Καππαδοκίας τοῖς γράμμασι βάλλοντες. τί οὖν ὁ γέρων ἐγώ; μακαριστὴν τίθεμαι τὴν ἡμέραν, ἐν ᾗ βλέπω τοιαύτην παιδὶ πρὸς πατέρα τὴν ἅμιλλαν.

μή ποτε οὖν παύσαιο χρηστοῦ καὶ θαυμαστοῦ πατρὸς εὐχὴν δικαίαν ἀποπληρῶν καὶ τοῖς ἀγαθοῖς προτερήμασι τὴν πατρικὴν δόξαν ὑπερβαλλόμενος· οὕτω παρ᾽ ἀμφοτέροις ὑμῖν ἔσομαι κεχαρισμένος κριτής, σοὶ μὲν τὰ πρωτεῖα πρὸς τὸν πατέρα νέμων, τῷ πατρὶ δὲ πρὸς σέ. ἡμεῖς δὲ οἴσομεν τὴν τραχεῖαν Ἰθάκην, οὐ λίθοις τοσοῦτον ὅσον τοῖς ἤθεσι τῶν οἰκητόρων τραχυνομένην, ἐν ᾗ πολλοὶ 〈οἱ〉 μνηστῆρες καὶ τῶν κτημάτων τῆς μνηστευομένης βρωτῆρες, οἱ καὶ αὐτῷ τούτῳ τὴν νύμφην ὑβρίζοντες, τῷ ἐπαπειλεῖν τὸν γάμον τῇ σωφρονούσῃ, Μελανθοῦς, οἶμαι, τινὸς ἢ ἄλλης τοιαύτης ἀξίως πράττοντες, οὐδαμοῦ δὲ ὁ σωφρονίζων τῷ τόξῳ. ὁρᾷς ὅσον πρεσβυτικῶς ἐπὶ τὰ μηδὲν προσήκοντα ἡμῖν παρεληρήσαμεν; ἀλλά μοι πρόχειρος ἔστω διὰ τὴν πολιὰν ἡ συγγνώμη· ἴδιον γὰρ αὐτῆς, ὥσπερ τὸ κορυζοῦσθαι τὰ ὄμματα καὶ τὰ μέλη πάντα ὑπὸ τῆς τοῦ γήρως ἀτονίας βαρύνεσθαι, οὕτω καὶ τὸ ἀδολεσχεῖν ἐν τῷ λόγῳ. σὺ δὲ ἡμᾶς τοῖς τροχαλοῖς τε καὶ διεγηγερμένοις τῶν λόγων νεανικῶς δεξιούμενος ἀνανεώσῃ τὸ γῆρας, τῇ καλῇ καὶ πρεπούσῃ γηροκομίᾳ ταύτῃ τὸ κεκμηκὸς τῆς ἡλικίας ἐπανορθούμενος. {

τῷ αὐτῷ} Οὐδὲ τοῦ ἔαρος ἡ χάρις διαλάμπειν κατὰ τὸ ἀθρόον πέφυκεν, ἀλλὰ προοίμια τῆς ὥρας γίνεται ἀκτίς τε προσηνῶς τὸ πεπηγὸς τῆς γῆς ἐπιθάλπουσα καὶ ἄνθος ἡμιφανῶς τῇ βώλῳ ὑποκρυπτόμενον καὶ αὖραι τὴν γῆν ἐπιπνέουσαι, ὡς διὰ βάθους τὸ ἐκ τοῦ ἀέρος γόνιμόν τε καὶ ζώφυτον εἰς αὐτὴν διαδύεσθαι. ἔστι καὶ νεοθαλῆ πόαν θεάσασθαι καὶ ὀρνίθων ἐπάνοδον, οὓς ὁ χειμὼν ἀπεξένωσε, καὶ πολλὰ τοιαῦτα, ἃ σημεῖα μᾶλλόν ἐστι τοῦ ἔαρος, οὐκ αὐτὸ τὸ ἔαρ· πλὴν ἀλλ᾽ ἡδέα καὶ ταῦτα, διότι καὶ τῶν ἡδίστων μηνύματα γίνεται. τί οὖν ὁ λόγος μοι βούλεται; ἐπειδὴ πρόδρομος τῶν ἐν σοὶ θησαυρῶν ἡ διὰ τῶν γραμμάτων σου φιλοφροσύνη πρὸς ἡμᾶς ἐλθοῦσα, καλῷ προοιμίῳ τὸ παρὰ σοῦ προσδοκώμενον ἡμῖν εὐαγγελίζεται, καὶ τὴν ἐν τούτοις χάριν δεχόμεθα ὥς τι πρωτοφανὲς ἄνθος τοῦ ἔαρος, καὶ ὅλης ἀπολαῦσαι τῆς ὥρας ἐν σοὶ διὰ τάχους εὐχόμεθα. σφόδρα γάρ, εὖ ἴσθι, σφόδρα τῷ κρυμῷ καὶ τῇ πικρίᾳ τῶν ἐπιχωρίων ἠθῶν πεπονήκαμεν.

καὶ ὥσπερ τοῖς δωματίοις ἐκ τῶν ἐπεισρεόντων ὑδάτων ὑποτρέφεται κρύσταλλος (χρήσομαι γὰρ ἐκ τῶν ἡμετέρων τῷ ὑποδείγματι), καὶ ἡ καταρρέουσα νοτίς, εἰ τῷ πεπηγότι ἐπιπολάσειε, λιθοῦται περὶ τὸν κρύσταλλον καὶ προσθήκη τοῦ ὄγκου γίνεται, τοιοῦτόν τι βλέπω 〈ἐνὸν〉 τοῖς πολλοῖς τῶν κατὰ τὸν τόπον ἐπιχωριαζόντων τὸ ἦθος· ἀεί τι προσεπινοεῖται παρ᾽ αὐτῶν εἰς πικρίαν καὶ ἐφευρίσκεται, καὶ τῷ προκατειργασμένῳ ἕτερον κακὸν ἐπιπήγνυται, κἀκείνῳ ἄλλο, καὶ πάλιν ἕτερον καὶ τούτῳ συνεχῶς ὑπαντᾷ, καὶ οὐδεὶς αὐτοῖς ὅρος τοῦ μίσους καὶ τῆς τῶν κακῶν ἐπαυξήσεως· ὥστε πολλῶν ἡμῖν εὐχῶν εἶναι χρείαν, ἐπιπνεῦσαι διὰ τάχους τὴν χάριν τοῦ πνεύματος καὶ διαχέαι τὴν πικρίαν τοῦ μίσους καὶ διαθρύψαι τὸν ἐκ τῆς πονηρίας αὐτοῖς πηγνύμενον κρύσταλλον. διὰ ταῦτα γλυκὺ τὸ ἔαρ καὶ κατὰ φύσιν ὑπάρχον, ἑαυτοῦ ποθεινότερον γίνεται τοῖς ἀπὸ τοιούτων σε προσδεχομένοις χειμώνων. μὴ οὖν βραδυνέτω ἡ χάρις, ἄλλως τε καὶ 〈διότι〉 τῆς ἁγίας ἡμῖν ἡμέρας πλησιαζούσης εὐλογώτερον ἂν εἴη τὴν ἐνεγκοῦσαν τοῖς ἰδίοις μᾶλλον ἢ τὸν Πόντον τοῖς ἡμετέροις σεμνύνεσθαι. ἐλθὲ οὖν, ὦ φίλη κεφαλή, φέρων ἡμῖν ἀγαθῶν πλῆθος, σαυτόν· τοῦτο γὰρ ἔσται τῶν ἀγαθῶν τῶν ἡμετέρων τὸ πλήρωμα.

Λιβανίῳ Ἤκουσά τινος ἰατρικοῦ παράλογόν τι φύσεως πάθος διηγουμένου, τὸ δὲ διήγημα τοιοῦτον ἦν· κατείχετό τις, φησίν, ἀρρωστήματί τινι τῶν δυστροπωτέρων καὶ τὴν τέχνην διήλεγχεν ἔλαττον τῆς ἐπαγγελίας ἰσχύουσαν· πᾶν γὰρ τὸ ἐπινοούμενον εἰς θεραπείαν ἄπρακτον ἦν· εἶτά τινος ἀγγελίας τῶν καταθυμίων παρ᾽ ἐλπίδας αὐτῷ μηνυθείσης, ἀντὶ τῆς τέχνης ἡ συντυχία γίνεται λύουσα τῷ ἀνθρώπῳ τὴν νόσον, εἴτε τῆς ψυχῆς τῷ περιόντι τῆς ἀνέσεως καὶ τὴν τοῦ σώματος ἕξιν ἑαυτῇ συνδιαθείσης, εἴτε καὶ ἄλλως, οὐκ ἔχω λέγειν· οὔτε γὰρ ἐμοὶ σχολὴ τὰ τοιαῦτα φιλοσοφεῖν, καὶ τὴν αἰτίαν ὁ εἰπὼν οὐ προσέθηκεν.

ἐπὶ καιροῦ δὲ νῦν ἐμνήσθην, ὡς οἶμαι, τοῦ διηγήματος· διακείμενος γάρ, ὡς οὐκ ἂν ἐβουλόμην (τὰς δὲ αἰτίας οὐδὲν δέομαι νῦν ἀκριβῶς καταλέγειν τῶν ἀφ᾽ οὗ γέγονα παρ᾽ ὑμῖν καὶ μέχρι τοῦ νῦν συμπεπτωκότων μοι λυπηρῶν), μηνύσαντος ἀθρόως μοί τινος περὶ τῶν γραμμάτων τῆς μονογενοῦς σου παιδεύσεως, ἐπειδὴ τάχιστα τὴν ἐπιστολὴν ἐδεξάμην καὶ τοῖς γεγραμμένοις ἐπέδραμον, εὐθὺς μὲν τὴν ψυχὴν διετέθην ὡς ἐπὶ τοῖς καλλίστοις ἐπὶ πάντων ἀνθρώπων ἀνακηρυσσόμενος· τοσούτου τὴν σὴν μαρτυρίαν ἐτιμησάμην, ἣν διὰ τῆς ἐπιστολῆς ἡμῖν κεχάρισαι· ἔπειτα δέ μοι καὶ ἡ τοῦ σώματος ἕξις εὐθὺς πρὸς τὸ κρεῖττον μετεποιεῖτο, καί σοι τὸ ἴσον παράδοξον καὶ αὐτὸς διήγημα δίδωμι, ὅτι τῆς αὐτῆς ἐπιστολῆς τὰ μὲν ἀρρωστῶν τὰ δὲ καθαρῶς ὑγιαίνων ἐπέδραμον. καὶ ταῦτα μὲν εἰς τοσοῦτον· ἐπεὶ δέ μοι τῆς χάριτος ταύτης ὁ υἱὸς Κυνήγιος ὑπόθεσις γέγονεν, οἷός 〈τ᾽〉 εἶ τῷ περιόντι τῆς εἰς τὸ εὐεργετεῖν ἐξουσίας οὐχ ἡμᾶς μόνον ἀλλὰ καὶ τοὺς εὐεργέτας ἡμῶν καλῶς ποιεῖν, εὐεργέτης δὲ ἡμῶν οὗτος, καθὼς εἴρηται, τῶν παρὰ σοῦ γραμμάτων ἀφορμὴ γενόμενος ἡμῖν καὶ ὑπόθεσις, καὶ διὰ τοῦτο εὖ παθεῖν ἄξιος.

διδασκάλους δὲ τοὺς ἡμετέρους, εἰ μὲν ὧν τι δοκοῦμεν μεμαθηκέναι ζητοίης, Παῦλον εὑρήσεις καὶ Ἰωάννην καὶ τοὺς λοιποὺς ἀποστόλους τε καὶ προφήτας, εἴ γε μὴ τολμηρὸν ἡμῖν τὴν διδασκαλίαν οἰκειοῦσθαι τῶν τοιούτων ἀνδρῶν· εἰ δὲ περὶ τῆς ὑμετέρας λέγοις σοφίας, ἣν οἱ κρίνειν ἐπιστήμονές φασιν ἀπὸ σοῦ πηγάζουσαν ἐν μετοχῇ τοῖς λοιποῖς γίνεσθαι πᾶσιν οἷς τινος καὶ μέτεστι λόγου (ταῦτα γὰρ ἤκουσα πρὸς πάντας διεξιόντος τοῦ σοῦ μὲν μαθητοῦ, πατρὸς δὲ ἐμοῦ καὶ διδασκάλου τοῦ θαυμαστοῦ Βασιλείου), ἴσθι με μηδὲν ἔχειν λαμπρὸν ἐν τοῖς 〈περὶ〉 τῶν διδασκάλων διηγήμασιν, ἐπ᾽ ὀλίγον τῷ ἀδελφῷ συγγεγονότα καὶ τοσοῦτον παρὰ τῆς θείας γλώττης ἐκκαθαρθέντα, ὅσον ἐπιγνῶναι μόνον τὴν ζημίαν τῶν ἀμυήτων τοῦ λόγου· ἔπειτα μέντοι τοῖς σοῖς, εἴ ποτε σχολὴν ἄγοιμι, κατὰ σπουδὴν πᾶσαν ἐνδιατρίβοντα ἐραστὴν γενέσθαι τοῦ ὑμετέρου κάλλους, τυχεῖν δὲ μηδέπω τοῦ ἔρωτος. εἰ μὲν οὖν, ὥσπερ αὐτὸς ἐγὼ κρίνω, τὰ καθ᾽ ἡμᾶς ἐστιν οὐδέν, οὐδαμοῦ ὁ διδάσκαλος ἡμῶν· εἰ δὲ τὴν σὴν ὑπόληψιν, ἣν ἐφ᾽ ἡμῖν ἔσχες, μὴ ἀληθεύειν οὐ θέμις, ἀλλά τινες ἐν τῷ λόγῳ [καὶ ὑμεῖς] καὶ ἡμεῖς οὐκ ἀπόβλητοι παρὰ σοί γε κριτῇ, δὸς τολμῆσαι σοὶ τῶν ἡμετέρων ἀναθεῖναι τὴν αἰτίαν.

εἰ γὰρ Βασίλειος μὲν τοῦ ἡμετέρου προστάτης λόγου, ἐκείνῳ δὲ ὁ πλοῦτος ἐκ τῶν σῶν ἦν θησαυρῶν, τὰ σὰ κεκτήμεθα καὶ εἰ δι᾽ ἑτέρων ὑπεδεξάμεθα· εἰ δὲ ὀλίγα ταῦτα, ὀλίγον ἐν τοῖς ἀμφορεῦσι τὸ ὕδωρ, ἀλλ᾽ ἐκ τοῦ Νείλου ὅμως.

Λιβανίῳ σοφιστῇ Ἑορτὴν ἄγειν σύνηθες τοῖς Ῥωμαίοις περὶ τὴν χειμέριον τροπὴν κατά τι πάτριον, ὅτε τοῦ ἡλίου πρὸς τὴν ἄνω χώραν ἀναποδίζοντος, πλεονάζειν ἄρχεται τὸ ἡμερήσιον μέτρον· ἱερὰ δὲ νενόμισται τοῦ μηνὸς ἡ ἀρχή, καὶ διὰ ταύτης τῆς ἡμέρας τὸ πᾶν ἔτος οἰωνιζόμενοι δεξιάς τινας συντυχίας καὶ εὐφροσύνας καὶ πότους ἐπιτηδεύουσι. τί βουλόμενος ἐντεῦθεν τοῦ γράμματος ἄρχομαι; ὅτι καὶ αὐτὸς διήγαγον τὴν ἑορτὴν ταύτην παραπλησίως ἐκείνοις χρυσοφορήσας· ἦλθε γὰρ τότε καὶ εἰς τὰς ἐμὰς χεῖρας χρυσός, οὔ τοι κατὰ τὸν πάνδημον τοῦτον χρυσόν, ὃ ἀγαπῶσιν οἱ ἄρχοντες καὶ δωροφοροῦσιν οἱ ἔχοντες, τὸ βαρὺ καὶ αἰσχρὸν καὶ ἄψυχον κτῆμα, ἀλλ᾽ ὃ παντὸς πλούτου τοῖς γε νοῦν ἔχουσιν ὑψηλότερόν ἐστι, τὸ κάλλιστον ὄντως δεξίωμα κατὰ Πίνδαρον, τὰ σὰ φημὶ γράμματα καὶ ὁ πολὺς ἐν ἐκείνοις πλοῦτος. οὕτω γὰρ συνέβη κατὰ τὴν ἡμέραν ἐκείνην ἐπιφοιτήσαντά με τῇ μητροπόλει τῶν Καππαδοκῶν ἐντυχεῖν τινι τῶν ἐπιτηδείων, ὅς μοι τὸ δῶρον τοῦτο, τὴν ἐπιστολήν, οἷόν τι σύμβολον ἑορτῆς προετείνατο.

ἐγὼ δὲ περιχαρὴς τῇ συντυχίᾳ γενόμενος κοινὸν προὔθηκα τοῖς παροῦσι τὸ κέρδος, καὶ πάντες μετεῖχον τὸ ὅλον ἕκαστος ἔχειν φιλονεικοῦντες, καὶ οὐκ ἠλαττούμην ἐγώ· διεξιοῦσα γὰρ τὰς πάντων χεῖρας ἡ ἐπιστολὴ ἴδιος ἑκάστου πλοῦτος ἐγίνετο, τῶν μὲν τῇ μνήμῃ διὰ τῆς συνεχοῦς ἀναγνώσεως τῶν δὲ δέλτοις ἐναπομαξαμένων τὰ ῥήματα, καὶ πάλιν ἐν ταῖς ἐμαῖς ἦν χερσί, πλέον εὐφραίνουσα ἢ τοὺς ὀφθαλμοὺς τῶν πολυχρύσων ἡ ὕλη. ἐπειδὴ τοίνυν καὶ τοῖς γεωργοῖς (χρήσομαι γὰρ ἐκ τῶν οἰκείων τῷ ὑποδείγματι) πολλὴν δίδωσι πρὸς τοὺς δευτέρους τῶν πόνων τὴν προθυμίαν τὸ τῶν πονηθέντων ἀπόνασθαι, σύγγνωθι καὶ ἡμῖν ἅπερ αὐτὸς δέδωκας καταβαλλομένοις καὶ διὰ τοῦτο γράφουσιν, ἵνα σε πάλιν πρὸς τὸ γράφειν ἐκκαλεσώμεθα.

Αἰτοῦμαι δὲ χάριν ὑπὲρ τοῦ βίου κοινήν, ὅσα δι᾽ αἰνίγματος ἡμῖν τὰ τελευταῖα τῆς ἐπιστολῆς ὑπηπείλησας, μηκέτι διανοεῖσθαι· οὐδὲ γὰρ καλῶς ἔχειν φημὶ κρίσεως, εἴ τινες ἁμαρτάνουσι πρὸς τὴν βάρβαρον γλῶσσαν ἀπὸ τῆς Ἑλληνίδος αὐτομολοῦντες καὶ μισθοφόροι στρατιῶται γινόμενοι καὶ τὸ στρατιωτικὸν σιτηρέσιον ἀντὶ τῆς ἐν τῷ λέγειν δόξης αἱρούμενοι, διὰ τοῦτό σε καταδικάζειν τῶν λόγων καὶ ἀφωνίαν τοῦ βίου καταψηφίζεσθαι· τίς γὰρ ὁ φθεγγόμενος, εἰ σὺ τὴν βαρεῖαν ταύτην ἀπειλὴν κατὰ τῶν λόγων κυρώσειας; ἀλλὰ καλῶς ἔχει τάχα μνημονεῦσαί τινος τῶν ἐκ τῆς ἡμετέρας Γραφῆς· κελεύει γὰρ ὁ ἡμέτερος λόγος τοὺς δυναμένους εὖ τι ποιεῖν μὴ πρὸς τὰς γνώμας τῶν εὐεργετουμένων βλέπειν, ὡς φιλοτιμεῖσθαι μὲν τοῖς εὐαισθήτοις, ἀποκλείειν δὲ τοῖς ἀχαρίστοις τὴν εὐποιΐαν, ἀλλὰ μιμεῖσθαι τὸν τοῦ παντὸς οἰκονόμον, ὃς κοινὴν προτίθησι τῶν ἐν τῇ κτίσει καλῶν τὴν μετουσίαν ἀγαθοῖς τε καὶ μὴ τοιούτοις. πρὸς ταῦτα βλέπων, ὦ θαυμάσιε, δὸς ἀεὶ τοιοῦτον τῷ βίῳ σαυτόν, οἷος ὁ παρελθὼν ἔδειξε χρόνος· οὐ γὰρ τὸν ἥλιον οἱ μὴ βλέποντες κωλύουσιν ἥλιον εἶναι· οὐκοῦν οὐδὲ τὴν ἀκτῖνα τῶν σῶν λόγων ἀμαυροῦσθαι καλῶς ἔχει διὰ τοὺς μεμυκότας τὰ τῆς ψυχῆς αἰσθητήρια.

Τὸν δὲ Κυνήγιον εὔχομαι μὲν ὡς μάλιστα μὲν πόρρω τῆς κοινῆς εἶναι νόσου, ἣ νῦν τοὺς νέους κατείληφε, προσέχειν δὲ κατὰ τὸ ἑκούσιον τῇ περὶ τοὺς λόγους σπουδῇ· εἰ δὲ ἄλλως ἔχοι, δίκαιόν ἐστι καὶ μὴ βουλόμενον αὐτὸν ἐκβιάζεσθαι, * ἐν ᾧ νῦν ὄντες οἱ πρὸ τούτου τῶν λόγων ἀποστατήσαντες ἐλεεινοί τινές εἰσιν ὑπ᾽ αἰσχύνης καταδυόμενοι.