ὅταν γὰρ ἐνθυμηθῶμεν ὅτι τῶν φιλτάτων ἀπολειφθέντες ἐν πολέμοις ἀναστρεφόμεθα καί, ἃ μὲν καταλιπεῖν ἐβιάσθημεν, τέκνα ἐστὶν ἃ ταῖς πνευματικαῖς ἡμῶν ὠδῖσι τῷ θεῷ γεννῆσαι κατηξιώθημεν, σύμβιος νόμῳ συνηρμοσμένη, κινδύνῳ καὶ κακοπαθείαις ἐν τοῖς τῶν πειρασμῶν καιροῖς ἐπιδειξαμένη πρὸς ἡμᾶς τὸ φιλόστοργον, καὶ ἔτι πρὸς τούτοις οἶκος κεχαριτωμένος, ἀδελφοί, συγγενεῖς, οἰκεῖοι, συνήθεις, φίλοι, ἑστία, τράπεζα, ταμεῖον, στιβάς, τὸ βάθρον, ὁ σάκκος, ἡ γωνία, ἡ προσευχή, τὸ δάκρυον, ἃ ὥς ἐστι γλυκέα καὶ διὰ συνήθειαν ὅσον ἐράσμια, οὐδὲν δεήσομαι πρὸς εἰδότα σε γράφειν· τὰ δὲ ἀντ᾽ ἐκείνων, ἵνα μή τι ἐπαχθὲς λέγειν δόξω, πάντα ὡς ἄλλως ἔχει σκόπησον. πρὸς τῷ τέλει τῆς ἐμαυτοῦ ζωῆς ὤν, πάλιν τοῦ ζῆν ἄρχομαι· μανθάνειν ἀναγκάζομαι τὴν εὐδοκιμοῦσαν νῦν τῶν ἠθῶν ποικιλίαν, ὀψιμαθὴς κακοτροπίας καὶ τοιαύτης πανουργίας γινόμενος, ὡς ἐνερυθριᾶν ἀεὶ τῇ ἀφυΐᾳ τοῦ πράγματος. οἱ δὲ ἀντιτεταγμένοι διδάσκαλοι τῆς σοφίας ταύτης εἰσὶν ἱκανοὶ καὶ φυλάξαι ὃ ἔμαθον καὶ ἐφευρεῖν ὃ οὐκ ἔμαθον· συστάδην πολεμοῦσι, πόρρωθεν ἀκροβολίζονται, ἐπὶ παρατάξεως καταπυκνοῦσι τὴν φάλαγγα, κατὰ τὸ ἀφανὲς προλοχίζονται, ταῖς ὑπερβολαῖς προκατέχουσι, τοὺς συμμάχους ἑαυτοῖς πανταχόθεν προσπεριβάλλονται.