Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολὴ κςʹ πρὸς Εὐάγριον μοναχόν

Γρηγόριος ὁ Νύσσης

Η απλότητα της ουσίας και η λειτουργία των ονομάτων

Ανάπτυξη της διδασκαλίας για το αμέριστο και απλό της θείας ουσίας, καθώς και επεξήγηση της χρήσης των ονομάτων στην προσέγγιση των νοητών όντων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ἁπλῆ πάντως ἐστὶ καὶ ἀμέριστος οὐσία, τὸ ἁπλοῦν καὶ ἀσώματον ἐκ φύσεως ἐκτυχών. Ἀλλ᾽ ἴσως ὁ τῆς διαιρέσεως τῶν ὀνομάτων ἀντιπίπτει μοι λόγος, τῷ τρεῖς ἀριθμῷ τὸ τοῦ Κρείττονος μονοειδὲς ἀφαιρούμενος. Ἆρ᾽ οὖν διὰ τὸ μονοειδὲς ἐκφυγεῖν ἡμᾶς τὴν ὁμολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἐπάναγκες; Μὴ γένοιτο! τὴν γὰρ ἀμερῆ τοῦ Κρείττονος ἕνωσιν οὐ καταβλάψει τῶν ὀνομάτων ἡ θέσις. Τὰ γὰρ νοητὰ, καὶ μυριώνυμα μὲν (ἐπειδὴ παμπληθέσι καθ᾽ ἕκαστον ἔθνος ὀνόμασι κέκληται), προσηγορίας δὲ πάσης ἐκτός· ἐπειδὴ κύριον ὄνομα τῶν νοητῶν τε καὶ ἀσωμάτων οὐδέν.

Πῶς γὰρ κυρίως ἑπικληθείη τὰ μηδὲ ὄψεσιν ἡμετέραις ὑποπίπτοντα, μηδ᾽ ὅλως ἀνθρωπίνοις αἰσθητηρίοις ἁλῶναι δυνάμενα; λαμβανέσθω δὲ ἡμῖν τὸ βραχύτατον τῶν νοητῶν μόριον ἡ ψυχὴ, πρὸς τοῦ Παντὸς ἀκριβῆ νόησιν.

Ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, πάσης δὲ θηλυδριώδους φύσεως ἀφέστηκεν, οὔτε ἄῤῥεν, οὔτε θῆλυ κατ᾽ οὐσίαν ὑπάρχουσα. Καὶ λόγος δὲ ὁμοίως ὁ πρὸς αὐτῆς ἀποκυϊσκόμενος, ἀῤῥενικὸν μὲν ἔχει τοὔνομα, πάσης δὲ καὶ αὐτὸς, ὥς φαμεν, ἀῤῥενοθήλεος ἐκτός ἐστι σωματότητος. Εἰ δὲ τὰ τῶν νοητῶν ἔσχατα, ψυχὴ καὶ λόγος, κύριον οὐ κέκτηται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπικεκλῆσθαι φήσομεν; Ἀλλ᾽ ἡ μὲν ὀνομασία χρησίμη, διὰ τὸ ἀναγκαῖον εἰς ἐπίνοιαν ἡμᾶς ἄγουσα τῶν νοητῶν. Τινὲς δὲ ταῖς προσηγορίαις ὁμοῦ καὶ τὴν οὐσίαν παχυμερῶς συνδιαιρεῖσθαι δοξάζοντες, ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσιν.