Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἐπιστολὴ κςʹ πρὸς Εὐάγριον μοναχόν

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και διατύπωση του ερωτήματος για τη θεία φύση

Εισαγωγική αναφορά προς τον μοναχό Ευάγριο και έκθεση του θεολογικού ζητήματος σχετικά με το αν η φύση του Θεού είναι απλή ή σύνθετη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

ΕΠΙΣΤΟΛΗ ΚϚʹ. Πρὸς Εὐάγριον μοναχὸν, περὶ Θεότητος. Σφόδρα τε θαυμάζω καὶ λίαν ἐκπλήττομαι τῆς νηφαλιότητος, ὅπως τοιούτων θεωρημάτων καὶ τηλικούτων ζητήσεων αἴτιος καθίστασαι, ταῖς ἀκριβέσιν ἐρωτήσεσιν, εἰς ἀνάγκην ἡμᾶς τοῦ λέγειν καὶ ἀγωνίαν ἀποδείξεως περιιστὰς, ἐρωτήσεις ἀναγκαίας καὶ χρησίμους ἡμῖν ἐπάγων. Πᾶσα δηλονότι λοιπὸν ἀνάγκη, κατόπιν τῶν ἐρωτήσεων ἡμᾶς ἐναργεῖς ποιεῖσθαι τὰς ἀποκρίσεις. Καὶ νῦν τοίνυν τὸ προσενεχθὲν ἐρώτημα παρὰ σοῦ τοιόνδε καὶ περὶ τοῦδε ἦν, ὥς τινα τρόπον ἂν εἴη Πατρός τε καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ φύσις (ἣν ἄν τις ὀρθῶς οὐσίαν μᾶλλον ἢ φύσιν καλοίη), πότερον ἁπλῆ τις ἢ σύνθετος;

Εἰ μὲν γὰρ ἁπλῆ, πῶς τὸν τρεῖς ἐπιδέξεται τῶν προειρημένων ἀριθμόν; Τὸ γὰρ ἁπλοῦν, μονοειδὲς καὶ ἀνάριθμον. Τὸ δὲ ἀριθμοῖς ὑποπίπτον, ἀνάγκη τέμνεσθαι, κἂν μὴ ἀριθμοῖς ὑποβάληται· τὸ δὲ τεμνόμενον, ἐμπαθές· πάθος γὰρ ἡ τομή. Εἰ τοίνυν ἁπλῆ τοῦ Κρείττονος ἡ φύσις, περιττὴ τῶν ὀνομάτων ἡ θέσις· εἰ δὲ τῶν ὀνομάτων ἀληθὴς ἡ θέσις, καὶ δεῖ τοῖς ὀνόμασι πείθεσθαι, τὸ μονοειδὲς καὶ ἁπλοῦν εὐθὺς ἐκποδὼν οἴχεται. Τίς οὖν ἂν εἴη τοῦ πράγματος ἡ φύσις; Ταῦτα πρὸς ἡμᾶς ἔφασκες. Ὧν τὰς ἀποδείξεις ὁ τῆς ἀληθείας ἀκριβῶς παραστήσει λόγος, οὐ πίστεως ἀναποδείκτου φαντασίαν ἀπορίᾳ τῆς ἀποδείξεως ἀλόγως προϊσχόμενος, οὐδὲ μύθων παλαιῶν μαρτυρίαις τὸ σαθρὸν τῆς πεποιθήσεως ἑαυτοῦ καλύπτειν πειρώμενος, ἀλλὰ ζητήσεως ἀκριβοῦς κατανοήσει καὶ λογισμῶν ὀρθότητι τὴν τοῦ θεωρήματος πίστωσιν εἰς τοὐμφανὲς προτιθέμενος.

Ἄγε δὴ λοιπὸν ἡμῖν ὁ λόγος ἐντεῦθεν θιασευέτω, καὶ πῶς δεῖ τὸ Θεῖον ὑπολαμβάνειν φασκέτω, πότερον ἁπλοῦν, ἢ τριπλεκές. Οὕτω γὰρ ἡμᾶς καὶ λέγειν ἡ τῶν ὀνομάτων τριττὺς καὶ πιστεύειν βιάζεται, καὶ τούτοις ἀποχρησάμενοί τινες σαθρὰ καὶ παντάπασιν ἕωλα συνεστήσαντο δόγματα, τὴν οὐσίαν ὁμοῦ τῇ τῶν ὀνομάτων ἐπηγορίᾳ πάθος διαιρέσεως ὑπομένειν δοξάζοντες.

Ἀλλ᾽ ἐκείνους μὲν, ὡς αὐτὸς φὴς, ἐατέον, σαθρῶς τῷ τῆς ὑπολήψεως αὐτῶν συνηγοροῦντας δόγματι· περὶ δὲ τὴν ὀρθὴν τῆς ἐπιγνώσεως κατάληψιν, τὴν ἑαυτῶν διάνοιαν ἐπιστρέφωμεν. Ὃ τοίνυν ἐστὶ Θεὸς, πρότερον ὑποστησόμεθα· καὶ εἶθ᾽ οὕτως ἐπὶ τὰς ἀποδείξεις ἀκριβῶς ἥξομεν.