Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εὕρεσις τῆς εἰκόνος ἐν Καμουλιανοῖς

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και θεολογικός έπαινος της αχειροποιήτου εικόνας

Ο συγγραφέας υμνεί τη φιλανθρωπία του Χριστού, ο οποίος συγκαταβαίνει για να φανερωθεί μέσω της αγίας εικόνας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 4

Τῷ αὐτῷ μηνὶ θʹ, Ἡ εὕρεσις τῆς ἀχειροποιήτου καὶ θείας εἰκόνος τῶν Καμουλιανῶν, συγγραφεῖσα παρὰ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου ἐπισκόπου Νύσης. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ δίκαιος καὶ μόνος ἀληθινὸς θεὸς ἡμῶν, ὁ τῇ οὐσίᾳ τῆς θεότητος ἀόρατος, ὁ τῷ κράτει ἀήττητος, ὁ τῇ δυνάμει ἀνεκλάλητος, ὁ 〈τῇ〉 φύσει φιλάνθρωπος καὶ ἀγαθός, ὁ τῇ δόσει ἀμεταμέλητος· ἡ εἰκὼν τοῦ πατρὸς ἡ ἀπαράλλακτος, ὁ πρὸ αἰώνων ἀοράτως ἐκ τοῦ πατρὸς γεννηθεὶς καὶ ἐπ᾽ ἐσχάτων 〈τῶν〉 ἡμερῶν ἐκ μητρὸς παρθένου τεχθείς, ἐνταῦθα καὶ αὖθις ἐν ἁγίᾳ εἰκόνι φανῆναι κατηξίωσε δι᾽ ἰδίαν ἀγαθότητα καὶ ἄμετρον εὐσπλαγχνίαν. καὶ ἐκεῖ μὲν μάγους ὁδηγῶν πρὸς πορείαν δι᾽ ἀστέρος, ἐνταῦθα δὲ τοὺς νηπιάζοντας τὴν φρένα πρὸς τελείαν γνῶσιν ἐπανάγων τὴν πρὸς ἑαυτόν. ὢ ἀφράστου φιλανθρωπίας, ὢ ἀμέτρου κηδεμονίας, ὢ ἀφάτου ἀνεξικακίας, ὢ ἀνεκδιηγήτου δωρεᾶς, ὢ ἀκαταλήπτων μυστηρίων· ὄντως παράδοξον θαῦμα καὶ φοβερόν, ὅτι ἐν ἡμῖν τοῖς πηλίνοις χαρακτῆρι ἀΰλῳ καθορᾶται ὁ κτίστης. ἐκεῖ ἐκ παρθένου νέος ἐφάνη διὰ γεννήσεως, ἐνταῦθα ὁ αὐτὸς σωματικῇ εἰκόνι σήμερον προσκυνεῖσθαι κατηξίωσεν. ὦ θαῦμα καὶ θαυμάτων παραδοξώτερον· πάλιν γὰρ συγκατάβασις δεσπότου φιλανθρώπου πρὸς τοὺς οἰκείους δούλους γέγονε.