Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Η απλότητα της θείας φύσεως και η αντίκρουση του επιχειρήματος της αριθμητικής τάξεως

Ανάπτυξη του επιχειρήματος περί της τέλειας και ασύνθετης φύσης του θείου, με ταυτόχρονη απόρριψη του ισχυρισμού ότι η αναφορά του Αγίου Πνεύματος ως τρίτου προσώπου συνεπάγεται υποδεέστερη φύση ή ελάττωση της δόξας του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

Τί οὖν ὁ ἡμέτερος λόγος; οὐδὲν καινὸν ἡμεῖς οὐδὲ παρ᾽ ἡμῶν αὐτῶν τοῖς τὰ τοιαῦτα προκαλουμένοις ἀποκρινούμεθα, ἀλλὰ ἀποχρησόμεθα τῇ τῆς θείας γραφῆς περὶ τοῦ ἁγίου πνεύματος μαρτυρίᾳ, δι᾽ ἧς θεῖον τὸ πνεῦμα τὸ ἅγιον εἶναί τε καὶ λέγεσθαι μεμαθήκαμεν. εἰ οὖν συντίθενται καὶ αὐτοὶ τούτῳ καὶ μὴ ἀντιβαίνουσι ταῖς θεοπνεύστοις φωναῖς, εἰπάτωσαν οἱ πρὸς τὸν καθ᾽ ἡμῶν πόλεμον ἕτοιμοι, τίνος ἕνεκεν οὐ πρὸς τὴν γραφήν, ἀλλὰ πρὸς ἡμᾶς διαμάχονται; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι παρὰ τοῦτό φαμεν. θείας δὲ φύσεως 〈εἶναι τὸ πνεῦμα〉 ὁμολογοῦντες οὐδεμίαν ἐπιγινώσκομεν οὔτε ἐκ τῆς τῶν γραφῶν διδασκαλίας οὔτε ἐκ τῶν κοινῶν ἐννοιῶν κατ᾽ αὐτὸ τοῦτο διαφοράν· ὥστε μεμερίσθαι πρὸς ἑαυτὴν τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν διά τινος ἐπιτάσεως ἢ ὑφέσεως παρὰ τὸ πλέον τε καὶ ἔλαττον αὐτὴν πρὸς ἑαυτὴν διαλλάττουσαν. ἐπειδὴ γὰρ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀσύνθετος εἶναι πεπίστευται καὶ οὐδεμία πλοκὴ καὶ σύνθεσις ἐξ ἀνομοίων περὶ αὐτὴν θεωρεῖται, διὰ τοῦτο, ἐπειδὰν ἅπαξ θείαν φύσιν τῇ ψυχῇ ἐννοήσωμεν, τὸ ἐν παντὶ θεοπρεπεῖ νοήματι τέλειον διὰ τοῦ ὀνόματος τούτου συμπαρεδεξάμεθα· τὸ γὰρ θεῖον ἐν παντὶ τῷ κατὰ τὸ ἀγαθὸν λόγῳ τὸ τέλειον ἔχει. εἰ δὲ ἐλλείποι τινὶ καὶ ὑστερίζοι κατά τι τῆς τελειότητος, κατὰ τὸ ἐλλεῖπον χωλεύσει καὶ ὁ τῆς θεότητος λόγος ὡς μηκέτι θεῖον ἐν ἐκείνῳ τῷ μέρει ἢ εἶναι ἢ λέγεσθαι.

πῶς γὰρ ἄν τις τῷ ἀτελεῖ καὶ ἐλλείποντι καὶ τῆς ἑτέρωθεν προσθήκης προσδεομένῳ τὴν προσηγορίαν ταύτην ἁρμόσειεν;

Καθάπερ καὶ διὰ τῶν σωματικῶν ὑποδειγμάτων ἔστι τὸν λόγον πιστώσασθαι. ἡ γὰρ τοῦ πυρὸς φύσις ἐπίσης πᾶσι τοῖς συμπληροῦσιν αὐτὴν μορίοις τὴν θερμαντικὴν αἴσθησιν τοῖς ἁπτομένοις παρέχεται· καὶ οὐ τὸ μέν τι τῆς φλογὸς ὑπερτεταμένην, τὸ δὲ ὑφειμένην ἔχει τὴν θερμασίαν· ἀλλ᾽ ἕως ἂν ᾖ πῦρ, ὅλον διόλου τῇ ταὐτότητι τῆς ἐνεργείας ἀδιάστατον πρὸς ἑαυτὸ τὴν ἕνωσιν ἔχει. εἰ δέ τι κατά τι μέρος καταψυχθείη, οὐκέτι πῦρ κατὰ τὸ κατεψυγμένον ὀνομασθήσεται τῇ πρὸς τὸ ἐναντίον ὑπαλλαγῇ τῆς θερμαντικῆς ἐνεργείας συμμεταποιουμένου καὶ τοῦ ὀνόματος. ὡσαύτως καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ πάντων τῶν στοιχειωδῶς ὑποβεβλημένων εἶς καὶ ὁ αὐτὸς ἐφ᾽ ἑκάστου λόγος οὐ παραδεχόμενος πλεονασμὸν ἢ ἐλάττωσιν. οὐδὲ γὰρ τὸ ὕδωρ μᾶλλον ἢ ἔλαττον δύναται λέγεσθαι· ἕως γὰρ ἂν ἐπίσης ὑγρὸν ᾖ, καὶ ἡ προσηγορία τοῦ ὕδατος ἐπ᾽ αὐτοῦ ἀληθεύεται· εἰ δὲ μεταποιηθείη πρὸς τὴν ἐναντίαν ποιότητα, συνηλλοιώθη πάντως ἐπ᾽ αὐτοῦ καὶ τὸ ὄνομα. καὶ τοῦ ἀέρος τὸ μαλακόν τε καὶ ἀνωφερὲς καὶ κοῦφον ἐπίσης πᾶσι τοῖς μορίοις ἐνθεωρεῖται· τὸ δὲ πυκνὸν καὶ ἐμβριθὲς καὶ εἰς γῆν ῥέον διαφεύγει τὸ καὶ ἀὴρ ὀνομάζεσθαι.

οὕτως καὶ ἡ θεία φύσις, ἕως μὲν ἂν διὰ παντὸς τοῦ περὶ αὐτὴν εὐσεβῶς θεωρουμένου νοήματος τὸ τέλειον ἔχῃ, ἐπαληθεύσει τὴν προσηγορίαν τῇ τοῦ ἀγαθοῦ τελειότητι· εἰ δὲ ὑποσπασθείη τι τῶν συντεινόντων εἰς τὸν τῆς τελειότητος λόγον, ψεύσεται κατ᾽ ἐκεῖνο τὸ μέρος τὸ τῆς θεότητος ὄνομα καὶ οὐκ ἐφαρμόσει τῷ ὑποκειμένῳ· ἴσον γὰρ ἢ καὶ μᾶλλόν ἐστι τὸ ἀδύνατον ξηρῷ σώματι τὴν τοῦ ὕδατος ἐπωνυμίαν ἁρμόσαι καὶ πῦρ προσαγορεῦσαι τὸ κατεψυγμένον ἐν τῇ ποιότητι καὶ τὸ στερρὸν καὶ ἀντίτυπον ἀέρα εἰπεῖν καὶ θεῖον ὀνομάσαι, ᾧ μὴ συνυπακούεται ἡ τῆς τελειότητος ἔννοια.

Εἰ οὖν ἀληθῶς καὶ οὐ μέχρις ὀνόματος θεῖον τὸ πνεῦμα τὸ ἅγιον ὑπὸ τῆς γραφῆς καὶ ὑπὸ τῶν πατέρων ἡμῶν προσηγόρευται, τίς ἔτι λόγος ἐστὶ τοῖς ἀντιστατοῦσι τῇ δόξῃ τοῦ πνεύματος; εἰ γὰρ θεῖον, καὶ ἀγαθὸν πάντως καὶ δυνατὸν καὶ σοφὸν ἔνδοξόν τε καὶ ἀΐδιον καὶ πάντα ὅσα τοῦ τοιούτου γένους ἐστὶν ὀνόματα πρὸς τὸ μεγαλοπρεπὲς τὰς ὑπολήψεις ἡμῶν ἐπαίροντα. ταῦτα οὐκ ἐκ μετουσίας ἔχειν ἡ ἁπλότης τοῦ ὑποκειμένου διαμαρτύρεται ὡς ἄλλο μέν τι τῇ ἑαυτοῦ φύσει ὑπονοεῖν εἶναι, ἕτερον δέ τι γενέσθαι τῇ παρουσίᾳ τῶν εἰρημένων· ἴδια γὰρ ταῦτα τῶν σύνθετον εἰληχότων τὴν φύσιν. ἁπλοῦν δὲ τὸ πνεῦμα τὸ ἅγιον παρὰ πάντων ἐπίσης συνωμολόγηται καὶ ὁ ἀντιλέγων οὐκ ἔστιν. εἰ οὖν ἁπλοῦς ὁ τῆς φύσεως αὐτοῦ λόγος, οὐκ ἐπίκτητον ἔχει τὸ ἀγαθόν, ἀλλ᾽ αὐτὸ ὅ τί ποτέ ἐστιν, ἀγαθότης ἐστί, σοφία, δύναμις, ἁγιασμός, δικαιοσύνη, ἀϊδιότης, ἀφθαρσία, πάντα τὰ ὑψηλὰ τῶν ὀνομάτων καὶ ὑπεραίροντα· τὸ οὖν τοιοῦτον ἐκ ποίας διανοίας ἄδοξον εἶναι κατασκευάζουσιν οἱ μὴ φοβούμενοι τὸ χαλεπὸν τῆς κατὰ τοῦ πνεύματος βλασφημίας κατάκριμα; σαφῶς γὰρ τοῦτο προτείνουσι τὸ μὴ δεῖν αὐτὸ δοξαστὸν εἶναι πιστεύειν, οὐκ οἶδα τὸ τῇ φύσει ἔνδοξον τίνι λογισμῷ μὴ ὁμολογεῖν ὅ ἐστι λυσιτελὲς εἶναι κρίνοντες.

Οὐδὲ γὰρ ἐκεῖνο αὔταρκες εἰς ἀπολογίαν αὐτοῖς, ὅτι ἐπειδὴ κατὰ τὴν τάξιν τρίτον ὑπὸ κυρίου τοῖς μαθηταῖς παραδέδοται, διὰ τοῦτο τῆς θεοπρεποῦς ἐννοίας ἀπηλλοτρίωται. ἐφ᾽ ὧν γὰρ ἡ κατὰ τὸ ἀγαθὸν ἐνέργεια οὐδεμίαν ἐλάττωσιν ἢ παραλλαγὴν ἔχει, πῶς ἐστιν εὔλογον τὴν κατὰ τὸν ἀριθμὸν τάξιν ἐλαττώσεώς τινος, τῆς κατὰ φύσιν παραλλαγῆς, οἴεσθαι σημεῖον εἶναι; ὥσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διῃρημένην βλέπων τὴν φλόγα—αἰτίαν δὲ τοῦ τρίτου φωτὸς ὑποθώμεθα εἶναι τὴν πρώτην φλόγα ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξάψασαν—ἔπειτα κατασκευάζοι πλεονάζειν ἐν τῇ πρώτῃ φλογὶ τὴν θερμασίαν, τῇ δὲ ἐφεξῆς ὑποβεβηκέναι καὶ πρὸς τὸ ἔλαττον ἔχειν τὴν παραλλαγήν, τὴν δὲ τρίτην μηδὲ πῦρ ἔτι λέγεσθαι, κἂν παραπλησίως καίῃ καὶ φαίνῃ καὶ πάντα τὰ τοῦ πυρὸς κατεργάζηται· εἰ δὲ κωλύει οὐδὲν πῦρ εἶναι τὴν τρίτην λαμπάδα, κἂν ἐκ προλαβούσης ἀναλάμψῃ φλογός, τίς ἡ σοφία τῶν διὰ τοῦτο τὴν τοῦ ἁγίου πνεύματος ἀξίαν ἀθετεῖν εὐσεβὲς νομιζόντων, ἐπειδήπερ μετὰ πατέρα καὶ υἱὸν ἠριθμήθη παρὰ τῆς θείας φωνῆς; εἰ μὲν γὰρ λείπει τι τῶν θεοπρεπῶν νοημάτων ἐν τοῖς ἐπιθεωρουμένοις τῇ φύσει τοῦ πνεύματος, καλῶς αὐτῷ προσμαρτυροῦσι τὸ ἄδοξον· εἰ δὲ διὰ πάντων τὸ μεγαλεῖον τῆς τοῦ ἁγίου πνεύματος ἀξίας κατανοεῖται, τί μικρολογοῦσι περὶ τὴν ὁμολογίαν τῆς δόξης;

ὥσπερ ἂν εἴ τις ἄνθρωπον τινὰ λέγων εἶναι μηκέτι ἀσφαλὲς ἡγοῖτο συνομολογεῖν ἐπὶ τούτου τὸ λογικὸν ἢ θνητὸν ἢ εἴ τι ἄλλο περὶ τὸν ἄνθρωπον λέγεται καὶ διὰ τοῦτο ἀνατρέποι πάλιν ὃ ἔδωκεν· εἰ γὰρ οὐ λογικός, οὐδὲ ἄνθρωπος πάντως· εἰ δὲ τοῦτο δέδοται, πῶς τὸ συνημμένως μετὰ τοῦ ἀνθρώπου νοούμενον ἀμφιβάλλεται; οὕτω τοίνυν εἰ ἀληθεύει περὶ τοῦ πνεύματος ὁ θεῖον λέγων, οὐδὲ ὁ τίμιόν τε καὶ ἔνδοξον ἀγαθόν τε καὶ δυνατὸν εἶναι τοῦτο διοριζόμενος ψεύδεται· τῇ γὰρ τῆς θειότητος ἐννοίᾳ πάντα τὰ τοιαῦτα νοήματα συνεισέρχεται· ὥστε ἀναγκαῖον εἶναι τῶν δύο τὸ ἕτερον, ἢ μηδὲ θεῖον λέγειν ἢ μηδὲν τῶν θεοπρεπῶν νοημάτων ὑποσπᾶν τῆς θειότητος. διὰ τοῦτο δεῖ πάντως μετ᾽ ἀλλήλων τὰ δύο καταλαμβάνεσθαι, καὶ τὴν θείαν φύσιν μετὰ τῆς προσφυοῦς ὑπολήψεως καὶ τὰς εὐσεβεῖς ἐννοίας περὶ τὴν θείαν τε καὶ ὑπερέχουσαν φύσιν.

Ἐπεὶ οὖν εἴρηται τῆς θείας φύσεως εἶναι τὸ πνεῦμα καὶ καλῶς εἴρηται, πᾶσα δὲ μεγαλοπρεπὴς ἔννοια τῷ ὀνόματι τούτῳ καθὼς εἴρηται συνεμφαίνεται, ὁ ἐκεῖνο δοὺς τῇ δυνάμει συνωμολόγησε τὰ λειπόμενα, τὸ καὶ ἔνδοξον εἶναι καὶ δυνατὸν καὶ εἴ τι πρὸς τὸ κρεῖττον φέρει τὴν σημασίαν. οὐδὲ γὰρ φύσιν ἔχει μὴ ὁμολογεῖσθαι ταῦτα ἐπὶ τοῦ πνεύματος διὰ τὸ ἀπεμφαῖνον τῶν ἀντιδιαστελλομένων τοῖς τοιούτοις ὀνόμασιν· ὁ γὰρ ἔνδοξον μὴ διδοὺς ἄδοξον δώσει· καὶ ὁ τὸ δυνατὸν ἀθετῶν ἐπ᾽ αὐτοῦ τῷ ἐναντίῳ συνθήσεται· ὡσαύτως καὶ περὶ τοῦ τιμίου καὶ ἀγαθοῦ· καὶ τὰ πρὸς τὰ κρείττονα εἰ μὴ παραδέχοιτο, τὰ ἐναντία πάντως ὁμολογήσει. εἰ δὲ φρικτὸν τοῦτο καὶ πάσης ἀτοπίας καὶ βλασφημίας ἐπέκεινα, πρόδηλον ὅτι τοῖς εὐσημοτέροις ὀνόμασί τε καὶ νοήμασι περὶ τοῦ ἁγίου πνεύματος οἱ εὐσεβοῦντες συνθήσονται καὶ ἐροῦσιν εἶναι ταῦτα, ἃ δὴ πολλάκις εἰρήκαμεν, τίμιον, δυνατόν, ἔνδοξον, ἀγαθὸν καὶ εἴ τι ἄλλο τῶν πρὸς εὐσέβειαν συντεινόντων λέγεται. ταῦτα δὲ οὐκ ἀτελῶς προσεῖναι τῷ πνεύματι οὐδὲ περιωρισμένην ἔχοντα τοῦ καλοῦ τὴν ποσότητα, ἀλλ᾽ ἐπὶ τὸ ἄπειρον ταῖς κλήσεσι συμβαίνοντα· οὐ γὰρ μέχρι τινὸς τίμιον, εἶτα ἄλλο τι νοεῖται παρὰ τὸ τίμιον, ἀλλ᾽ ἀεὶ τοιοῦτον.

καὶ εἰ κατόπιν τῶν αἰώνων λογίζοιο καὶ εἰ πρὸς τὸ ἐφεξῆς ἀποβλέποις, ἐν οὐδενὶ τὸ λεῖπον εἰς τιμὴν ἢ δόξαν ἢ δύναμιν ἐξευρήσεις ὡς ἢ κατὰ προσθήκην αὔξεσθαι ἢ ἐλαττοῦσθαι δι᾽ ὑφαιρέσεως. οὐκοῦν εἰ ὅλον δι᾽ ὅλου τέλειον, ἐν οὐδενὶ δέχεται τὴν ἐλάττωσιν. καθ᾽ ὃ γὰρ ἂν μειωθῇ περὶ τὴν τοιαύτην ὑπόνοιαν ἡ τελειότης, κατ᾽ ἐκεῖνο δώσει χώραν ταῖς ἀτιμοτέραις τῶν ὑπολήψεων· τὸ γὰρ μὴ τελείως τίμιον, μέρει τινὶ τοῦ ἐναντίου μετέχειν ὑπονοεῖται. εἰ δὲ τοῦτο καὶ μέχρις ἐννοίας λαβεῖν τῆς ἐσχάτης παραπληξίας ἐστί, καλῶς ἔχει πάντως ἀόριστον αὐτῷ καὶ ἀπερίγραπτον καὶ κατ᾽ οὐδὲν μέρος ἠλαττωμένην προσμαρτυρεῖν τὴν ἐν τοῖς ἀγαθοῖς τελειότητα.