Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ Μακεδονιανῶν περὶ τοῦ ἁγίου πνεύματος

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και αφορμή συγγραφής

Ο συγγραφέας εξηγεί την ανάγκη υπεράσπισης του ορθού δόγματος έναντι των Πνευματομάχων, αντιπαραβάλλοντας την πίστη στην ενότητα της Τριάδας με τις αιρετικές δοξασίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

〈ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ〉 ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΤΑ ΜΑΚΕΔΟΝΙΑΝΩΝ ΤΩΝ ΠΝΕΥΜΑΤΟΜΑΧΩΝ Τάχα οὐδὲ ἀποκρίνασθαι προσήκει τοῖς ματαίοις τῶν λόγων· τὸ γὰρ σοφὸν τοῦ Σολομῶντος παράγγελμα πρὸς τοῦτο ἔοικε φέρειν τὸ διακελευόμενον μὴ ἀποκρίνεσθαι ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ. ἀλλ᾽ ἐπειδὴ κίνδυνός ἐστι μὴ διὰ τῆς ἡμετέρας σιγῆς κατισχύσῃ τῆς ἀληθείας τὸ ψεῦδος καὶ πολλὴν ἡ σηπεδονώδης αὕτη τῆς αἱρέσεως γάγγραινα νομὴν κατὰ τῆς ἀληθείας λαβοῦσα τὸν ὑγιαίνοντα τῆς πίστεως λόγον διαλωβήσηται, ἀναγκαῖον ἐφάνη μοι μὴ κατὰ τὴν ἀφροσύνην αὐτῶν ἀποκρίνασθαι τῶν τὰ τοιαῦτα κατὰ τῆς εὐσεβείας προτεινομένων, ἀλλ᾽ ἐπὶ διορθώσει τῶν μοχθηρῶν ὑπολήψεων. καὶ γὰρ τὸ παροιμιῶδες παράγγελμα δοκεῖ μοι μὴ σιγήν, ἀλλὰ διόρθωσιν τῶν ἀφραινόντων παρεγγυᾶν ὡς δεῖν τὰς ἀποκρίσεις μὴ συντρέχειν τῇ ἀφροσύνῃ τῶν ὑπολήψεων, ἀνατρέπειν δὲ μᾶλλον τὰς ἀνοήτους αὐτῶν καὶ ἠπατημένας περὶ τῶν δογμάτων δόξας.

Τί οὖν ἐστιν ὃ προφέρουσιν ἡμῖν; ἀσεβεῖν αἰτιῶνται τοὺς περὶ τοῦ ἁγίου πνεύματος μεγαλοπρεπεῖς ἔχοντας ὑπολήψεις· καὶ ὅσα τοῖς τῶν πατέρων ἑπόμενοι δόγμασιν ὁμολογοῦμεν περὶ τοῦ πνεύματος, ταῦτα πρὸς τὸ δοκοῦν ἐκλαμβάνοντες ἀφορμὴν ἑαυτοῖς παρέχουσι καθ᾽ ἡμῶν εἰς ἀσεβείας γραφήν.

ἡμῶν γὰρ συντετάχθαι τῷ πατρὶ καὶ τῷ υἱῷ τὸ πνεῦμα τὸ ἅγιον ὁμολογούντων ὡς μηδεμίαν εἶναι παραλλαγὴν ἐν μηδενὶ τῶν εὐσεβῶς περὶ τὴν θείαν φύσιν νοουμένων τε καὶ ὀνομαζομένων ἐκτὸς τοῦ καθ᾽ ὑπόστασιν ἰδιαζόντως θεωρεῖσθαι τὸ πνεῦμα τὸ ἅγιον, ὅτι ἐκ τοῦ θεοῦ ἐστι καὶ τοῦ Χριστοῦ ἐστι, καθὼς γέγραπται· οὔτε κατὰ τὸ ἀγέννητον τῷ πατρὶ οὔτε κατὰ τὸ μονογενὲς τῷ υἱῷ συνχεόμενον ἀλλά τισιν ἐξαιρέτοις ἰδιώμασιν ἐφ᾽ ἑαυτοῦ θεωρούμενον ἐν τοῖς ἄλλοις πᾶσι καθάπερ ἔφην τὸ συνημμένον καὶ ἀπαράλλακτον ἔχειν ὁμολογούντων· οἱ ὑπεναντίοι φασὶν ἀπεξενῶσθαι μὲν αὐτὸ πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν τῆς φυσικῆς κοινωνίας καὶ διὰ τὸ τῆς φύσεως διαλλάττον ὑποβεβηκέναι καὶ ἠλαττῶσθαι τοῖς πᾶσιν ἐν δυνάμει καὶ δόξῃ καὶ ἀξιώματι καὶ πᾶσιν ἅπαξ τοῖς θεοπρεπῶς λεγομένοις ὀνόμασί τε καὶ νοήμασι· καὶ διὰ τοῦτο δόξης μὲν ἀμέτοχον, ἀνάξιον δὲ τῆς πρὸς τὸν πατέρα καὶ υἱὸν ὁμοτιμίας φασίν· δυνάμεως δὲ τοσοῦτον μετέχειν, ὅσον ἐπαρκεῖν αὐτῷ πρὸς ἀποτεταγμένας τινὰς καὶ μερικὰς ἐνεργείας, τῆς δὲ δημιουργικῆς ἰσχύος ἔξω παντάπασιν καθεστάναι. ταύτης δὲ κρατούσης παρ᾽ αὐτοῖς τῆς ὑπολήψεως ἐκ τοῦ ἀκολούθου κατασκευάζεται παρ᾽ αὐτῶν τὸ μηδὲν ἔχειν ἐν ἑαυτῷ τὸ πνεῦμα τῶν περὶ τὴν θείαν φύσιν εὐσεβῶς λεγομένων τε καὶ νοουμένων.