Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Κατὰ πορνείας

Γρηγόριος ὁ Νύσσης

Το βιβλικό παράδειγμα του Ιωσήφ και η κλήση σε σωφροσύνη

Η αντίσταση του Ιωσήφ στους πειρασμούς ως πρότυπο καθαρότητας και η προτροπή για τη διαφύλαξη του σώματος ως ναού του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Αὕτη ἡ φωνὴ νεανίσκου με νῦν ἀνέμνησε σώφρονος κατ᾽ Αἰγυπτιακῆς πορνείας διὰ φυγῆς ἀριστεύσαντος. καίτοι γε πολλὰ τῷ νεανίσκῳ τὴν πειθὼ κατεσκεύαζεν· ἡλικία φιλήδονος, δουλείας ζυγός, δεσποίνης ἐρωτικὴ κολακεία, διάλεξις συνεχὴς ἀσελγείας, λαθραία πρὸς μίξιν παράκλησις. Ἐγένετο γὰρ τοιαύτη τις ἡμέρα καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω καὶ ἐπεσπάσατο ἡ κυρία τῶν ἱματίων αὐτοῦ λέγουσα· κοιμήθητι μετ᾽ ἐμοῦ. μέγα τὸ τῆς σωφροσύνης ἀξίωμα· τοῦ δούλου τὴν δέσποιναν κατεσκεύασε δούλην· ὁ μὲν γὰρ ἱκετεύετο, ἡ δὲ ἱκέτευεν· Κοιμήθητι μετ᾽ ἐμοῦ, κοιμήθητι. πεπυρωμένον τῆς πορνείας τὸ βέλος, ἀλλ᾽ ὕλην ψυχῆς καιομένην οὐχ εὗρεν, εἰς ἐσθῆτα δὲ τὴν διάλυσιν ἔσχεν, ἣν τὸ τῆς πορνείας ἀναιδὲς περισφίγγον ἐβόα· Κοιμήθητι μετ᾽ ἐμοῦ. μυκᾶται τὸν τῆς πορνικῆς ἐπιθυμίας λιμόν, ἀλλ᾽ ἔκλειεν μᾶλλον τὰ τοῦ σώφρονος ὦτα.

ἡ μὲν γὰρ ἔλεγε· Κοιμήθητι μετ᾽ ἐμοῦ, ἀντεκήρυττε δὲ ἡ σωφροσύνη τῷ νέῳ· γρηγόρησον μετ᾽ ἐμοῦ, καὶ τοῖς ἔργοις ἐκεῖνος ἐδήλου τὸ ἄγρυπνον· οὐ γὰρ ἐνύσταξε ταῖς κολακείαις ὁ τόνος, οὐχ ὕπνωσεν ἡ γνώμη ταῖς ἐπῳδαῖς, οὐκ ἐκαθεύδησε τῆς σωφροσύνης ἡ νῆψις, οὐ ταῖς κατασχούσαις ὑπεξελύθη λαβαῖς, οὐ τοῖς τῆς μορφῆς καλλωπισμοῖς ἡλιεύθη, οὐ ῥημάτων ἐρωτικῶν διεκλάσθη θωπείαις, ἀλλ᾽ ἦν αὐτῷ πικροτέρα λοιδορίας τῆς δεσποίνης ἡ φωνὴ κολακευούσης· Κοιμήθητι μετ᾽ ἐμοῦ. ἕτοιμος εἱστήκει τῆς μοιχείας νυμφαγωγὸς ὁ διάβολος καὶ συνέσφιγγε τὴν ἐσθῆτα τῇ πόρνῃ καὶ τῶν παρ᾽ ἐκείνης συνεκοινώνει λαβῶν, οὐκ ᾔδει δὲ τεχνίτῃ παλαίων ἀθλητῇ σωφροσύνης καὶ καλῶς τὰς ἐκείνης ἀπεκδυομένῳ λαβάς. Καταλιπὼν γάρ, φησί, τὰ ἱμάτια εἰς τὰς χεῖρας αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω. ὢ γυμνότης ἁγιωτέρα ἐνδύσεως. τί γοῦν τῆς Αἰγυπτιακῆς ἀκολασίας ἡ λύσσα; τὰ ἑαυτῆς κακὰ τῷ Ἰωσὴφ περιτίθησι καὶ δραμοῦσα πρὸς τὸν ἄνδρα φησίν· Εἰσήγαγες ἡμῖν παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν· εἶπέ μοι γὰρ τῇ γυναικί σου τῇ μέχρι τοῦ νῦν σωφρόνως φυλαξάσῃ τὴν κοίτην σου· κοιμηθήσομαι μετὰ σοῦ. ὡς δὲ ὕψωσα τὴν φωνήν μου καὶ ἀνεβόησα, ἀφῆκε τὰ ἱμάτια αὐτοῦ παρ᾽ ἐμοὶ καὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω.

πάλιν Ἰωσὴφ δι᾽ ἐσθῆτος συκοφαντεῖται· ἀδελφοὶ πρότερον αὐτοῦ τὸν χιτῶνα λαβόντες ὡς θηριόβρωτον αὐτὸν δι᾽ ἐκείνου ἐσυκοφάντουν κακούργως, νῦν αὕτη τὸν χιτῶνα λαβοῦσα διαβάλλει ὡς πόρνον. πρέπουσα τῷ Ἰωσὴφ ἡ τοῦ δεσπότου φωνή· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἐπέβαλον ψεῦδος. γλυκεία τῷ τῶν σωφρόνων στρατῷ τῆς σωφροσύνης ἡ ῥητορεία, ἀλλ᾽ ἐπίπονος τῇ τῆς σαρκὸς ἀσθενείᾳ. ὢ τῆς δικαίας ἐπὶ τῷ Ἰωσὴφ παρὰ θεοῦ προστασίας· πρὸ τῶν πειρασμῶν τὸν Ἰωσὴφ οὐκ ἐτίμησεν, ἀλλ᾽ ἔδειξε δι᾽ ὀνειράτων τὸ μέλλον διδάσκων ὅτι πόρρωθεν τοῖς δικαίοις τὴν δόξαν ηὐτρέπιζε, συνεχώρησε δὲ τοῖς πειρασμοῖς δοκιμάσαι τὸν νέον τὰς τῶν φιλοψόγων ἀποκλείων φωνάς· δοκιμὴν γὰρ μὴ δεδωκότος τοῦ Ἰωσὴφ οἱ φιλόψογοι ἂν ἔλεγον συντυχίας εἶναι τυφλῆς τὰ πραττόμενα· Αἰγυπτίων Ἰωσὴφ βασιλεύει, βαρβάρων δεσπόζει παιδάριον· ποίαν ἀρετὴν ἐνδειξάμενον; ὑπὲρ ποίας τούτου τετυχηκὸς ἀρετῆς; ἵνα οὖν ταῦτα περὶ τοῦ δικαίου μὴ λέγηται, προλαμβάνων ὁ θεὸς τοὺς ἐπ᾽ αὐτὸν πειρασμοὺς συγχωρεῖ, ὥστε [τὴν] ἀπ᾽ ἐκείνων τῷ δικαίῳ μαρτυρίαν γενέσθαι καὶ ῥάψαι τῶν φιλοψόγων τὰ στόματα.

Ἀποστρεφώμεθα τοίνυν τὰς ἐκ μορφῆς πορνικῆς ἐπερχομένας βολάς, κλείωμεν ἀσελγήμασι τὸ βλέμμα, γελάσθωσαν παρ᾽ ἡμῖν ἡδονῶν ἀταξίαι, φρουραρχείτω τὴν σάρκα σωφροσύνη, καθαρότης ἐγκείτω τοῖς μέλεσι, τριβώμεθα λογισμοῖς φιλοκάλοις, λάμπωμεν ἔργων αὐγαῖς, ἐσμηγμένῳ περιστίλβωμεν βίῳ, καθαρὸν τὸ σῶμα ναὸν τῆς τοῦ πνεύματος οἰκήσεως φυλάττωμεν, ἐπιγράψωμεν αὐτὸ ἐπιγράμματι τὴν φοβερὰν τοῖς ἀκολάστοις παραγγελίαν βοῶντι· Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός.