Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Μαρτυρίαι κατὰ Ἰουδαίων

Γρηγόριος ὁ Νύσσης

Προαναγγελίες της εκ Παρθένου γεννήσεως

Εξέταση προφητικών μαρτυριών που προαναγγέλλουν την εκ Παρθένου γέννηση, τα σύμβολα της Παρθενίας και την αναμάρτητη αγιότητα του πρωτοτόκου Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

Γʹ. Περὶ τῆς γεννήσεως αὐτοῦ τῆς ἐκ Παρθένου. Ἡσαΐας, «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐ[μ]μανουήλ·» ὃ ἑρμηνεύεται, Μεθ᾽ ἡμῶν ὁ Θεός· «Καὶ πρὶν ἐπιγνῶναι πατέρα, ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔδεται.» Καὶ Σολομὼν προφητικῶς, «Παῖς ἤμην εὐφυὴς, ψυχῆς τε ἔλαχον ἀγαθῆς· μᾶλλον δὲ ἀγαθὸς ὢν, ἦλθον εἰς σῶμα ἀμίαντον.» (Τίς οὖν πρὸ γεννήσεως ἦν ἀγαθός; καὶ τίς ἦλθεν εἰς σῶμα ἀμίαντον;) Ἡσαΐας, «Καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος, Θαυμαστὸς, Σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, Ἄρχον εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος.» Καὶ πάλιν, «Ἰδοὺ ἡ δάμαλις τέτοκε, καὶ οὐ τέτοκε.» Τοῦτο δὲ δηλοῖ τὴν Παρθένον. Καὶ πάλιν, «Βούτυρον, καὶ μέλι φάγεται.» Τούτῳ γὰρ ἐτρέφετο κατιούσης τῆς μητρὸς αὐτοῦ ἀπὸ τῆς ἀπογραφῆς· ὕστερον γὰρ εὐπόρησεν γάλακτος. Καὶ πάλιν, «Οὕτως λέγει Κύριος Σαβαώθ· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ, καὶ προσκυνήσουσί σοι καὶ ἐν σοὶ προσεύξονται ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.

Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ.» Ἰεζεκιὴλ, «Καὶ ἐπέτρεψέ με Κύριος κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολὰς, καὶ αὕτη ἦν κεκλεισμένη· καὶ εἶπε Κύριος πρὸς μέ· Υἱὲ ἀνθρώπου, ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾽ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται, καὶ ἐξελεύσεται δι᾽ αὐτῆς, καὶ ἔσται κεκλεισμένη.» Ἡσαΐας, «Ἐκ κοιλίας μητρὸς ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Μάχαιραν ὀξεῖαν.» Δανιὴλ, «Ἰδοὺ ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐπάταξε τὸν ἀνδριάντα, καὶ ἐγένετο εἰς ὄρος μέγα, καὶ ἐπλήρωσε τὴν οἰκουμένην.» Ὁ οὖν τμηθεὶς λίθος ἄνευ χειρὸς, ἔστιν ὁ γεννηθεὶς ἄνευ σπορᾶς ἀνδρός. Ἡσαΐας πάλιν, «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, οὐδὲ ὁ λαός με συνῆκε.» Καὶ πάλιν, «Λάβε τόμον καινοῦ χάρτου μεγάλου, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱόν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον.» Τόμον οὖν καινὸν νοοῦμεν τὴν Παρθένον· ὥσπερ γὰρ ὁ χάρτης καινός ἐστι καθαρὸς, ἄγραφος ὢν, οὕτως καὶ ἡ Παρθένος ἁγία ἀμύητος ἀνδρός.

Καὶ πάλιν, «Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Οὐδὲν δὲ ἄρσεν διανοίγει μήτραν, ἀλλ᾽ ἡ κοινωνία ἀνδρὸς πρὸς γυναῖκα. Τὸ γοῦν εἰρημένον περὶ τοῦ Κυρίου νοητέον. Συμβαίνει δὲ πολλοὺς τῶν πρωτοτόκων εἶναι ἀσεβεῖς, καὶ ἁμαρτωλούς. Πῶς οὖν οὗτοι ἅγιοι τῷ Κυρίῳ, διὰ τοῦτο καὶ ἄμωμοι; διὰ τί δὲ μὴ καὶ πᾶν θῆλυ; Δῆλον οὖν, ὅτι αὐτὸς ἅγιος καὶ ἄμωμος μόνος, Δαβίδ. «Μήτηρ Σιὼν ἐρεῖ, Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.»