Ἔργον
Γρηγόριος ὁ Νύσσης – Μαρτυρίαι κατὰ Ἰουδαίων
Η Ανάσταση, η Ανάληψη και η δόξα της Εκκλησίας
Γραφικές αναφορές στην έγερση του Κυρίου εκ νεκρών, τη λύτρωση των πιστών, την Ανάληψη και την επικείμενη δόξα της Εκκλησίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Ανάσταση, η Ανάληψη και η δόξα της Εκκλησίας
Γραφικές αναφορές στην έγερση του Κυρίου εκ νεκρών, τη λύτρωση των πιστών, την Ανάληψη και την επικείμενη δόξα της Εκκλησίας.
Ηʹ. Περὶ ἀναστάσεως Χριστοῦ. Δαβὶδ τὴν ἀνάστασιν αὐτοῦ προορῶν ἔλεγεν· «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε· σῶσόν με, ὁ Θεός μου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.» Καὶ πάλιν, «Ἀνάστα, Κύριε, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.» Ἡσαΐας, «Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, νῦν ὄψεσθε, νῦν σωθήσεσθε· ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν.» Ὠσηὲ, «Καὶ ζητήσουσι τὸ πρόσωπόν μου ἐν θλίψει αὐτῶν, καὶ ὀρθριοῦσι πρὸς μὲ, λέγοντες, Πορευθῶμεν καὶ ἐπιστρέψωμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς ἥρπακε, καὶ ἰάσεται ἡμᾶς· πατάξει, καὶ μοτώσει ἡμᾶς· ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας· ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα ἐνώπιον αὐτοῦ, καὶ γνωσόμεθα, διώξωμεν τοῦ γνῶναι τὸν Κύριον, ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν.» Δαβὶδ, «Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.» Καὶ πάλιν, «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.» Τίς δὲ ἐλεύθερος θανάτου, εἰ μὴ ὁ Θεός;
Γέγονε γὰρ ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ταπεινώσας τὴν ἑαυτοῦ σάρκα μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ἡσαΐας, «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται.» Γέγονε γὰρ «εἰς κεφαλὴν γωνίας,» ἑτέρας δηλαδὴ οἰκοδομῆς τῆς κατὰ τὴν Ἐκκλησίαν, ἥτις ἐστὶ θαυμαστὴ ἐπὶ ὀφθαλμοῖς ἡμῶν.
Θʹ. Περὶ τῆς ἀναλήψεως. Δαβὶδ, «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.» Ὅτι δὲ περὶ τοῦ Σωτῆρος ἡμῶν λέλεκται, Δανιὴλ λέγει, «Ἐθεώρουν,» φησὶ, «καὶ ἰδοὺ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο.» Καὶ μετά τινα, «Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε, καὶ προσήχθη· αὐτῷ ἐδόθη ἡ τιμὴ, καὶ ἡ ἀρχὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, καὶ γλῶσσαι δουλεύσουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσει, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Καὶ ἀλλαχοῦ Δαβὶδ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.»
Ιʹ. Περὶ τῆς δόξης τῆς Ἐκκλησίας. Δαβὶδ, «Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.»
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.