Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος α'

Γρηγόριος ὁ Νύσσης

Προοίμιο και η θεία δημιουργία του κατ' εικόνα ανθρώπου

Εισαγωγή στην αναγκαιότητα της αυτογνωσίας και της έρευνας των Γραφών. Η δημιουργία του ανθρώπου κατόπιν θείας σύσκεψης, η τριαδολογική ερμηνεία του δημιουργικού προστάγματος και η απόρριψη των ανθρωπομορφικών αντιλήψεων. Ανάδειξη της νοερής φύσης ως του αληθινού «κατ' εικόνα».

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ Α ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΕΙΣ ΤΟ ΚΑΤ᾽ ΕΙΚΟΝΑ ΚΑΙ ΚΑΘ᾽ ΟΜΟΙΩΣΙΝ Παλαιοῦ χρέους ἔκτισιν ἀποπληρώσων ἥκω, οὗ τὴν ἀπόδοσιν ἀνεβαλόμην οὐκ ἀγνωμοσύνῃ προαιρέσεως ἀλλ᾽ ἀσθενείᾳ σώματος, χρέος ἀναγκαιότατον καὶ ὀφειλόμενον ὑμῶν τῇ ἀκροάσει. καὶ γὰρ ἂν εἴη ἄδικον τὰ περὶ θηρίων καὶ νηκτῶν καὶ πτηνῶν καὶ κτηνῶν, οὐρανοῦ τε καὶ τῶν κατ᾽ οὐρανόν, περί τε γῆς καὶ τῶν ἐν τῇ γῇ διδαχθέντας ἡμᾶς μὴ καὶ τὰ περὶ τῆς ἡμετέρας γενέσεως ἐκ τῆς θεοπνεύστου γραφῆς φωτισθῆναι. ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ ἡμῶν τὰ ἔξω βλέποντες ἑαυτοὺς οὐχ ὁρῶσιν, ἐὰν μή που λείου τινὸς ἅψωνται καὶ στερεοῦ κἀκεῖθεν ἀνακλασθεῖσα ἡ ὄψις ὥσπερ ἀπὸ παλιρροίας ὁρᾶν αὐτοὺς ποιήσῃ τὰ ἑαυτῶν κατόπιν, οὕτω καὶ ὁ νοῦς ὁ ἡμέτερος ἄλλως ἑαυτὸν οὐ βλέπει, ἐὰν μὴ ταῖς γραφαῖς ἐγκύψῃ. τὸ γὰρ ἐνταῦθα φῶς ἀνακλώμενον τοῦ καθορᾶσθαι ἑκάστῳ ἡμῶν αἴτιον γίνεται, ἐπεὶ ἀσύνετοί ἐσμεν ἑαυτῶν καὶ ἀπερίοπτοι τῆς κατασκευῆς ὅπερ ἐσμὲν καὶ τί ἐσμεν ἀγνοοῦντες. ἀμελέστατα γὰρ ἑαυτῶν διακείμεθα οἱ τῶν προχείρων τῆς γνώσεως καὶ τῶν μικροτάτων τῶν ἐν ἡμῖν γνῶσιν οὐκ ἔχοντες.

πολλαὶ πραγματεῖαι περὶ τὸ σῶμα τὸ ἡμέτερον [τὸ ἀνθρώπινον] τὴν πᾶσαν ἑαυτῶν σπουδὴν κατηνάλωσαν, κἂν ἰατρικὴν ἐπέλθῃς, εὑρήσεις πόσα περὶ τῆς χρείας τῶν ἡμετέρων 〈μορίων〉 ἡμῖν διηγεῖται, πόσας περὶ τῆς ἔνδοθεν ἡμῶν κατασκευῆς ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἐξεῦρε κεκρυμμένας ὁδοὺς συντετρημένας ἐν τῷ ἀφανεῖ εἰς μίαν σύμπνοιαν ἀπὸ τοῦ σώματος· ὀχετοὺς πνεύματος, ὑδραγωγίας αἵματος, ἀναπνοῆς ὁλκήν, οἴκησιν ἑστίας τοῦ θερμοῦ ἐπὶ τῆς καρδίας, κίνησιν διαρκῆ τοῦ περικαρδίου πνεύματος. μυρία παρ᾽ ἐκείνοις πεφιλοσόφηται, ὧν οὐδεὶς ἡμῶν ἐστιν ἔμπειρος τῷ μηδεμίαν σχολὴν ἀπονεῖμαι τῷ μέρει τούτῳ τῆς ἐξετάσεως μηδὲ γνῶναι ἑαυτὸν ἕκαστος ὅστις ἐστίν. εὔκολοί ἐσμεν γνῶναι οὐρανὸν μᾶλλον ἢ ἑαυτούς. ὥστε μὴ καταφρόνει τοῦ ἐν σοὶ θαύματος· μικρὸς γὰρ εἶ, ὡς νομίζεις, μέγαν δὲ ἐπερχόμενος ὁ λόγος εὑρήσει σε. διὰ τοῦτο ὁ σοφὸς Δαβὶδ εἰδὼς ἑαυτὸν ἀκριβῶς ἐξετάσαι Ἐθαυμαστώθη, φησίν, ἡ γνῶσίς σου ἐξ ἐμοῦ. τὴν γνῶσιν τὴν περὶ σοῦ θαυμαστῶς ἐξεῦρον. πόθεν; Ἐξ ἐμοῦ. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· καὶ τὴν τέχνην τὴν ἐν ἐμοί, ὅσῃ σοφίᾳ κατεσκευάσθη μου τὸ σῶμα, κατανοήσας ἐκ τοῦ μικροῦ τούτου κατασκευάσματος τὸν μέγαν δημιουργὸν ἐνενόησα.

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. ἐδείχθη πρώην ἐν παραδρομῇ καὶ ἀρκούντως ἐδείχθη τίνος ὁ λόγος καὶ πρὸς τίνα ὁ λόγος. ἔχει ἡ ἐκκλησία τὰς περὶ τούτων ἀποδείξεις, μᾶλλον δὲ ἔχει πίστιν ἀποδείξεως βεβαιοτέραν. Ποιήσωμεν ἄνθρωπον. κατάμαθε σεαυτὸν ἐντεῦθεν ἀρξάμενος. οὔπω περὶ ἄλλου τῶν κατασκευασμάτων αὕτη ἡ φωνὴ ἀνάγραπτος. φῶς ἐγένετο, καὶ ἁπλοῦν πρόσταγμα.

Εἶπεν ὁ θεός Γενηθήτω φῶς. οὐρανός, καὶ ἄνευ βουλῆς οὐρανός· φωστῆρες, καὶ οὐδὲν προεβουλεύσατο περὶ τῶν φωστήρων· θάλασσα καὶ πελάγη ἄπειρα, καὶ προσταγῇ παρήχθη εἰς τὸ εἶναι. ἰχθύων γένη παντοδαπὰ κελευσθέντα ἐγένετο, θηρία καὶ κτήνη, νηκτὰ καὶ πτηνά· Εἶπε καὶ ἐγένετο. ἐνταῦθα οὔπω ἄνθρωπος, καὶ βουλὴ περὶ ἀνθρώπου. οὐκ εἶπεν ὡς περὶ τῶν ἄλλων· γενηθήτω ἄνθρωπος. κατάμαθε σεαυτοῦ τὸ τίμιον. οὐ προσέρριψέ σου τὴν γένεσιν προστάγματι, ἀλλὰ βουλευτήριον ἐν τῷ θεῷ πῶς μέλλει τὸ τίμιον ζῷον εἰς τὸν βίον παράγεσθαι. Ποιήσωμεν· ὁ σοφὸς βουλεύεται, ὁ τεχνίτης ἐνθυμεῖται. ἆρά τι λείπει αὐτοῦ τῇ τέχνῃ καὶ ἐκ τῆς μερίμνης βούλεται ἀπηρτισμένον καὶ τέλειον καὶ ἠκριβωμένον αὐτοῦ ποιῆσαι τὸ φιλοτέχνημα; ἢ ἵνα σοι δείξῃ ὅτι τέλειος εἶ παρὰ τῷ θεῷ;

Ἔμαθες ὅτι δύο πρόσωπα, ὁ λέγων καὶ πρὸς ὃν ὁ λόγος. διὰ τί οὐκ εἶπε· ποιήσω, ἀλλά· Ποιήσωμεν ἄνθρωπον; ἵνα νοήσῃς 〈ἴσην〉 τὴν δεσποτείαν, ἵνα μὴ τὸν πατέρα ἐπιγινώσκων τὸν υἱὸν ἀπογνῷς, ἵνα εἰδῇς ὅτι πατὴρ ἐποίησε δι᾽ υἱοῦ καὶ υἱὸς ἔκτισε τῷ πατρῴῳ θελήματι, καὶ δοξάσῃς πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρί [ἁγίῳ]. οὕτω κοινὸν γέγονας ἔργον, ἵνα κοινὸς προσκυνητὴς ἀμφοτέρων ᾖς μὴ σχίζων τὴν προσκύνησιν ἀλλ᾽ ἑνῶν τὴν θεότητα. ὅρα ἱστορίαν μὲν σχήματι, θεολογίαν δὲ δυνάμει.

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. Ποιήσωμεν· καὶ οὐκ εἶπε· καὶ ἐποίησαν, ἵνα μὴ πολυθεΐας λάβῃς ἀφορμάς. εἰ γὰρ πληθυντικὸν παρεισήχθη τὸ πρόσωπον, ἀφειδεῖς ἂν ἐγένοντο οἱ ἄνθρωποι πολλὰ πλήθη θεῶν ἑαυτοῖς ἐπισωρεύοντες. νῦν μέντοι· Ποιήσωμεν, ἵνα γνωρίσῃς πατέρα καὶ υἱόν [καὶ ἅγιον πνεῦμα]· Ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἵνα ἑνώσῃς τὴν θεότητα [ἑνώσεις δὲ οὐ τὰς ὑποστάσεις ἀλλὰ τὴν δύναμιν], ἵνα μίαν δόξαν ἔχῃς μὴ μεριζόμενος περὶ τὴν προσκύνησιν, μὴ μεριζόμενος εἰς πολυθεΐαν. οὐκ εἶπεν· ἐποίησαν οἱ θεοὶ τὸν ἄνθρωπον, ἀλλά· Ἐποίησεν ὁ θεός. [ἰδία ὑπόστασις πατρὸς καὶ ἰδία υἱοῦ καὶ ἰδία πνεύματος ἁγίου. διὰ τί οὖν οὐ τρεῖς θεοί; ὅτι μία θεότης,] ἣν γὰρ βλέπω ἐν πατρὶ θεότητα, ταύτην καὶ ἐν υἱῷ [καὶ ἣν ἐν πνεύματι ἁγίῳ, ταύτην καὶ ἐν υἱῷ]· διότι μορφὴ ἐν ἑκατέρῳ μία καὶ ἀρχὴ ἀπὸ πατρὸς ἐν υἱῷ ἡ αὐτή. διὰ τοῦτο καὶ παρ᾽ ἡμῶν προσκύνησις καὶ δοξολογία μία. προοίμιον τῆς ἡμετέρας γενέσεως θεολογία ἀληθινή.

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. Κατ᾽ εἰκόνα θεοῦ γεγόναμεν. πῶς οὖν κατ᾽ εἰκόνα θεοῦ; ἀποκαθάρωμεν καρδίαν ἰδιωτικήν, πρόληψιν ἀπαίδευτον, ἀμαθεῖς περὶ θεοῦ ὑπολήψεις. εἰ κατ᾽ εἰκόνα θεοῦ γεγόναμεν, φησί, σύμμορφος ἡμῖν ἐστιν ὁ θεός; ὀφθαλμοὶ περὶ θεὸν καὶ ὦτα, κεφαλή, χεῖρες, ἰσχίον ἐφ᾽ οὗ ἵδρυται (λέγεται γὰρ ἐν τῇ γραφῇ θεὸς καθέζεσθαι), πόδες δι᾽ ὧν περιπατεῖ; οὐκοῦν τοιοῦτος ὁ θεός; ἀποσκεύασον τῆς καρδίας φαντάσματα ἀπρεπῆ. ἔκβαλε ἀπὸ σοῦ διάνοιαν ἀφαρμόζουσαν τῷ μεγέθει τοῦ θεοῦ. ἀσχημάτιστος ὁ θεός, ἁπλοῦς· μὴ φαντασθῇς μορφὴν περὶ αὐτόν. μὴ σμικρύνῃς Ἰουδαϊκῶς τὸν μέγαν, μὴ περιλάβῃς τὸν θεὸν σωματικαῖς ἐννοίαις, μὴ περιγράψῃς αὐτὸν τῷ σῷ νῷ. ἀπερίληπτός ἐστι τῷ μεγέθει. κατανόησον τὸν μέγαν καὶ τῷ μεγάλῳ πρόσθες πλεῖον τοῦ νενοημένου καὶ τῷ πλείονι τὸ πλεῖον καὶ τὸν σεαυτοῦ λογισμὸν πεῖσον, ὅτι τῶν ἀπεράντων οὐκ ἐφίξεται. σχῆμα μὴ νοήσῃς, ἀπὸ δυνάμεως θεὸς νοεῖται. ἁπλότητι φύσεως μέγεθος πόσον; πανταχοῦ ἐστι καὶ ὑπὲρ τὸ πᾶν περισσεύει καί ἐστιν ἀναφές, ἀόριστον, ὑπὲρ τὴν σὴν ἐκπῖπτον κατάληψιν· οὔτε μεγέθει περιορίζεται οὔτε σχήματι περιλαμβάνεται οὔτε δυνάμει ἐκμετρεῖται οὔτε χρόνοις περισφίγγεται οὔτε πέρασιν ὁρίζεται. οὐδέν ἐστι περὶ θεὸν οἷον περὶ ἡμᾶς.

Πῶς οὖν ἡ γραφὴ εἶπεν ἡμᾶς κατ᾽ εἰκόνα θεοῦ γεγενῆσθαι; τὰ περὶ θεοῦ διδαχθῶμεν, τὰ περὶ ἡμῶν αὐτῶν νοήσωμεν, ὅτι οὐκ ἔχομεν τὸ Κατ᾽ εἰκόνα ἐν μορφῇ σώματος. φθειρομένου γὰρ σώματος μορφή, οὐκ ἐν φθαρτῷ δὲ τὸ ἄφθαρτον σχηματίζεται, οὐ φθαρτόν ἐστι τοῦ ἀφθάρτου εἰκών. τὸ σῶμα αὔξεται, μειοῦται, γηρᾷ, ἀλλοιοῦται· ἄλλο ἐστὶν ἐν νεότητι καὶ ἄλλο ἐν γήρᾳ, ἄλλο ὅταν εὐεκτῇ καὶ ἄλλο ὅταν ἐν πάθεσιν ᾖ, ἄλλο φοβούμενον καὶ ἄλλο εὐφραινόμενον, ἄλλο ἐν ἐνδείᾳ καὶ ἄλλο ἐν πλησμονῇ, ἄλλο ἐν εἰρήνῃ καὶ ἄλλο ἐν μάχῃ. ἄλλο χρῶμα ἐγρηγορότος καὶ ἄλλο καθεύδοντος· τοῦ μὲν ἐξανθεῖ τὸ ἐρυθρότερον τοῦ θερμοῦ ἐπὶ τὸ ἔξω χωροῦντος, τοῦ δὲ κατέψυκται ἐπὶ τὸ βάθος ἡ θερμότης. διὸ καὶ ὕπωχρα τῶν κοιμωμένων τὰ σώματα. πῶς οὖν δύναται τὸ ἀλλοιούμενον τῷ ἀναλλοιώτῳ ἐοικέναι; τῷ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντι τὸ μηδέποτε ἑστηκός; ἐκφεύγει ἡμᾶς ὡς τὰ ῥευστά, πρὶν θεαθῆναι ὑπέδρα, ἄλλο ἐξ ἄλλου φαίνεται τὸ ἀνθρώπινον σῶμα. Κατ᾽ εἰκόνα ἡμετέραν. τῆς ἀκινήτου φύσεως ἡ ῥευστὴ εἰκών; τῆς ἀμόρφου ἡ μεμορφωμένη;

Πῶς οὖν ζητήσωμεν τὸ Κατ᾽ εἰκόνα; ἐν οἷς αὐτὸς εἶπεν ὁ κύριος. ἐὰν ἐμόν τι εἴπω, μὴ προσδέξησθε, ἐὰν δεσποτικόν, καταδέξασθε. Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. σώματι ἢ λογισμῷ; ἐν ψυχῇ τὸ ἄρχον ἢ ἐν σαρκί; ἡ σὰρξ πολλῶν ζῴων ἀσθενεστέρα. ποία σύγκρισις σαρκὸς ἀνθρώπου καὶ καμήλου, ἀνθρώπου καὶ βοός, ἀνθρώπου καὶ ἑκάστου ὧν ἐὰν θέλῃς θηρίου; εὐάλωτος ἡ σὰρξ ἀνθρώπου σαρκὶ θηρίου προσβαλλομένη. ἀλλ᾽ ἐν τίνι τὸ ἀρχικόν; ἐν τῇ τοῦ λογισμοῦ περιουσίᾳ. ὅσον λείπει τῇ δυνάμει τοῦ σώματος, τοσοῦτον περίεστι τῇ τοῦ λογισμοῦ κατασκευῇ. πόθεν τὰ μεγάλα βάρη μετατίθησιν ἄνθρωπος, ἐπινοίᾳ ἢ τόνοις σωματικοῖς;

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν. τὸν ἔσω ἄνθρωπον λέγει Ποιήσωμεν ἄνθρωπον. ἀλλ᾽ ἐρεῖς σύ· διὰ τί οὐ λέγει ἡμῖν περὶ λογισμοῦ; τὸν ἄνθρωπον εἶπε κατ᾽ εἰκόνα θεοῦ· ὁ δὲ λογισμὸς ἄνθρωπος; ἄκουε τοῦ ἀποστόλου λέγοντος· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. πῶς; δύο γνωρίζω ἀνθρώπους, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν κεκρυμμένον τῷ φαινομένῳ [ἀόρατον], τὸν ἔσω ἄνθρωπον. ἔσω τοίνυν ἔχομεν ἄνθρωπον καὶ διπλοῖ τινές ἐσμεν. καί γε ἀληθὲς τὸ λεγόμενον ὅτι ἔνδον ἐσμέν· ἐγὼ γὰρ κατὰ τὸν ἔσω ἄνθρωπον· τὰ ἔξω οὐκ ἐγὼ ἀλλὰ ἐμά. οὐ γὰρ ἡ χεὶρ ἐγώ, ἀλλὰ ἐγὼ τὸ λογικὸν τῆς ψυχῆς, ἡ δὲ χεὶρ μέρος τοῦ ἀνθρώπου. ὥστε τὸ μὲν σῶμα ὄργανον τοῦ ἀνθρώπου, ψυχῆς ὄργανον, ἄνθρωπος δὲ κυρίως κατ᾽ αὐτὴν τὴν ψυχήν.