Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος β'

Γρηγόριος ὁ Νύσσης

Η πνευματική ερμηνεία των αριθμών και η εσχατολογική έβδομη ημέρα

Η απόρριψη της κοσμικής αριθμολογίας, η σημασία του αριθμού επτά για την άφεση των αμαρτιών και η ερμηνεία της εβδόμης ημέρας ως προτύπωσης της μελλούσης κρίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 6

Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. λεγέτωσαν οὖν ἀριθμητικοὶ καὶ οἱ περὶ τὰ τοιαῦτα ἐσχολακότες καὶ τὴν περὶ τούτων σοφίαν ἀντὶ μεγάλου προβεβλημένοι ὡς μὲν συγγενὴς τῇ τοῦ κόσμου κτίσει ὁ τῶν ἓξ ἀριθμός, ὅτι πολύγονός ἐστι πολλὰ σχήματα ἀριθμῶν ἀφ᾽ ἑαυτοῦ γεννῶν καὶ τέλειος τοῖς ἑαυτοῦ μέρεσι, καὶ ὅσα περὶ τῆς ἑξάδος ἐν ταῖς σχολικαῖς διαλέξεσιν ἀριθμητικοὶ διηγοῦνται, εἴ τῳ σχολή, καθ᾽ ἑαυτὸν ἐκλεγέσθω. λεγέτωσαν καὶ περὶ τῆς ἑβδομάδος, ὅτι στείρωσίς τίς ἐστιν ἐν τῷ ἑβδόμῳ· οὔτε γὰρ γεννᾷ ἀφ᾽ ἑαυτοῦ οὔτε παρ᾽ ἑτέρου τίκτεται ὁ τῶν ἑπτὰ ἀριθμός. καὶ ἵνα μὴ εἰς πολύυλον καταγάγω τὸν λόγον τὴν διάλεξιν τὴν πρὸς ὑμᾶς παραδραμών, ἐπὶ τὰ εὐγνωμονέστερα χωρήσω. εἰ δέ τις καὶ περὶ ταῦτα ἔχει ἐμπειρίαν τινά, γινωσκέτω ὅτι καὶ τούτων ὁ θησαυρὸς ἀπόκειται παρ᾽ ἡμῖν· ὥστε εἰ μέγα ἀριθμητική, ἐνταῦθά ἐστι τῆς ἀριθμητικῆς τὰ σπέρματα. ἡμεῖς δὲ οὐ † φρονοῦμεν τούτοις τῷ ἐκ τῆς τοῦ κόσμου εἶναι σοφίας μικρὰ ἐνταῦθα κλέψαντες ταῖς πραγματείαις αὐτοὶ ὡς μεγάλαις ἀποσεμνύνεσθαι †. ἵνα τοίνυν δείξωμεν αὐτοῖς ὅτι τὰ παρ᾽ ἐκείνοις περισπούδαστα ἡμῖν ἐστιν εὐκαταφρόνητα, σιωπῇ παραδράμωμεν τὸν περὶ τούτων λόγον· ὁμοῦ δὲ καὶ οὐκ εὔληπτος λαῷ παντὶ ἡ περὶ τούτων θεωρία.

πάρεστι δὲ ἡ ἐκκλησία οὐ παραδόξων λόγων ἀκρόασιν ἐκδεχομένη, ἀλλὰ τῶν ἐπ᾽ οἰκοδομῇ θεωρημάτων ἐπιζητοῦσα τὰς λύσεις.

Τετίμηται τοίνυν ἡ ἑβδόμη ἡμέρα, τὸ σάββατον. ὁ ἕβδομος παρὰ Ἰουδαίοις ἀριθμὸς τίμιος, ἐν ᾧ αἱ σκηνοπηγίαι, αἱ σάλπιγγες, ἡ ἡμέρα τοῦ ἱλασμοῦ. ἕβδομος ἐνιαυτὸς παρ᾽ ἐκείνοις τίμιος ὁ τῆς ἀφέσεως λεγόμενος. ἐξῆν μὲν γὰρ αὐτοῖς ἓξ ἔτη ἐργάσασθαι τὴν γῆν, τῷ δὲ ἑβδόμῳ ἔτει τοῖς αὐτομάτοις ἀρκεῖσθαι, ὅτε εἶχον τὴν γῆν τῆς ἐπαγγελίας. ἓξ ἔτη ἐδούλευεν ὁ Ἑβραῖος καὶ τῷ ἑβδόμῳ ἀφίετο τῆς δουλείας. ἑβδομηκοστῷ ἔτει ἐλύθη παρ᾽ αὐτοῖς ἡ αἰχμαλωσία. λοιπὸν δὲ καὶ τὰ ἡμέτερα· Ἑπτάκις, φησί, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται. οὕτως οἰκειούμεθα ἡμεῖς τὴν ἑβδομάδα. ἕβδομος ἀπὸ γενέσεως οὐκ εἶδε θάνατον, μυστήριον ἐκκλησίας. ἕβδομος ἀπὸ Ἀβραὰμ Μωυσῆς νόμον ἔλαβε· μεταβολὴ βίου, ἀνομίας ἀνάλυσις, δικαιοσύνης εἴσοδος, θεοῦ ἐπιδημία, εὐταξία κόσμου, νομοθέτησις τῶν πρακτέων. ἑβδομηκοστῇ καὶ ἑβδόμῃ γενεᾷ ἀπὸ Ἀδὰμ ὁ Χριστὸς ἐφάνη. οἶδε τὸ μυστήριον τῆς ἑβδομάδος Πέτρος· Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὀλίγα οἶδε· τὸ μυστήριον οὔπω ἔμαθε· μαθητὴς γὰρ ἔτι ἐστίν. Ἕως ἑπτάκις; οὐκ ἀπέστη τοῦ ἑπτὰ ὁ διδάσκων. εἶπεν ὡς ᾔδει ὁ μαθητής, ὑπερέβαλε τῷ πλούτῳ ὁ δεσπότης.

Ποσάκις ἁμαρτήσει καὶ ἀφήσω; διὰ τί οὐκ εἶπεν· ἕως ἑξάκις; ἕως ὀκτάκις; ἀλλ᾽· Ἕως ἑπτάκις; διὰ τί ὁ κύριος οὐκ εἶπεν· ἕως ἑκατοντάκις ἑκατόν, ἀλλὰ τὸν ἑπτὰ ἀριθμὸν ἐπολυπλασίασεν; οὔτε ὁ Πέτρος ἄλλον ἠρώτησεν οὔτε ὁ κύριος ἐξέβη τοῦ κανόνος τοῦ ἑβδοματικοῦ. παρετήρησεν ὁ Πέτρος ὅ τι κανὼν παραδόσεως ἀρχαῖός ἐστι, τὴν ἑβδομάδα ἔμφασιν ἔχειν τινὸς ἀφέσεως ἁμαρτημάτων, ἀναπαύσεως τελείας, οὗ σημεῖον τὸ σάββατόν ἐστιν, ἡ ἑβδόμη ἡμέρα ἀπὸ γενέσεως.

Ὁ Πέτρος Ἑπτάκις, ὁ κύριος Ἕως ἑβδομηκοντάκις ἑπτά. αἱ ἁμαρτίαι ἐκδικοῦνται ἑπτάκις· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. οὐδὲ ἐκεῖ ὀκτὼ ἀλλ᾽ Ἑπτά. διὰ τί; μικρὸν ἀνάμεινον καὶ εὑρήσεις τὸ μυστήριον. πρώτη ἁμαρτία ἑπτάκις ἐκδικεῖται· δεύτερος φόνος τοῦ Λάμεχ ἑβδομηκοντάκις ἑπτά· Ὅτι ἐκ Κάϊν ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. εἰ δὲ ἐκεῖ ἄφεσις παρὰ Πέτρου ἑπτάκις ἀναλογοῦσα τῇ ἐκδικήσει τοῦ Κάϊν, συγχώρησις παρὰ κυρίου ἑβδομηκοντάκις ἑπτὰ ὡς κατάκρισις τοῦ Λάμεχ [ἑβδομηκοντάκις ἑπτά]. ὅσον τὸ παράπτωμα, τοσοῦτον καὶ τὸ χάρισμα· ὅπου ὀλίγη ἡ ἁμαρτία, ὀλίγη καὶ ἡ ἄφεσις· Ὧι γὰρ ἀφῆκεν ὀλίγον, ὀλίγον καὶ ἀγαπᾷ· Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.

Τί οὖν ἐστι τὸ μυστήριον; ἑβδόμη λέγεται ἡμέρα ὁ αἰὼν ὁ τῆς κρίσεως, ἐν ᾧ ὁ ἁμαρτωλὸς ἑπτάκις, ὁ καθ᾽ ὑπερβολὴν ἑβδομηκοντάκις ἑπτὰ ἐκδικηθήσεται· ὁ δίκαιος ἑπτάκις τιμηθήσεται, ὁ καθ᾽ ὑπερβολὴν δίκαιος ἑβδομηκοντάκις ἑπτά. ἡ τοῦ θεοῦ φιλανθρωπία νῦν μὲν δι᾽ αἰνιγμάτων ἡμῖν τὰ μέλλοντα ὑποφαίνει, τότε δὲ ἐπὶ τῆς παρουσίας ἐναργὴς καὶ τετρανωμένη ἔσται ἡ ἀλήθεια. δείξει γὰρ τίς τίνων ἐστὶν ἄξιος. ἑπταπλάσιον τοίνυν ἡμῖν τὴν ἀντίδοσιν χρεωστουμένην τοῖς ἁμαρτωλοῖς συγχωρήσει ὁ κύριος ἐνταῦθα διὰ τῆς ἐξομολογήσεως καὶ μετανοίας ἐξιλεωθεὶς παρ᾽ ἡμῶν. ὥστε εἰδότες τὴν φοβερὰν ἐκείνην ἡμέραν, τὴν τεταμιευμένην ἀντίδοσιν τοῖς ἡμαρτηκόσι, τὴν πρὸς ἀξίαν τῶν πεπλημμελημένων ἀντιμέτρησιν προλαβόντες διὰ τῆς μετανοίας ἀναλύσωμεν τὰ ἁμαρτήματα, ἵνα ἐκεῖ τὸν πολυπλασιασμὸν τῆς ἀντιδόσεως τὸν ἐπίπονον ἐκφύγωμεν. ἑβδόμη τοίνυν αὕτη ἡ ἡμέρα ἐκείνης τῆς ἑβδόμης τῆς συντελείας τοῦ αἰῶνος τύπωμα.

Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων. οὐκέτι ἔργα τοῦ κόσμου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκέτι γάμοι, οὐκέτι συναλλαγμάτων ἐμπορίαι, γεωργίαι οὐκέτι, ἀλλὰ πᾶσα ἡ γῆ ἐπτοημένη, πᾶσα ἡ κτίσις ἐναγώνιος, ἱδρὼς ἀπαραμύθητος, καὶ οἱ δίκαιοι ἐναγώνιοι, τίς ποτε ἄρα περὶ αὐτῶν ἡ ψῆφος ἐξενεχθήσεται. καὶ Ἀβραὰμ ἀγωνιάσει τότε, οὐχ ἵνα καταδικασθῇ εἰς γέενναν, ἀλλ᾽ ἐν ποίᾳ τάξει τῶν δικαίων ταχθήσεται· πρώτῃ ἢ δευτέρᾳ ἢ τρίτῃ. κύριος ἐξ οὐρανῶν καὶ οἱ οὐρανοὶ ῥήγνυνται, δύναμις ἀποκαλύπτεται, πᾶσα ἡ κτίσις ἔντρομος. τίς ἄφοβος; οὐδὲ ἄγγελοι. παρίστανται καὶ αὐτοὶ λόγον τῷ θεῷ δοῦναι. [ἀλλ᾽] ὁμῶς ἡ ἔνδοξος ἐπιφάνεια πᾶσιν ἐμβάλλει τρόμον. οὐκ ἀκούεις τοῦ Ἡσαΐου λέγοντος· Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη; ἐκείνην λέγει τὴν ἡμέραν ἐν ᾗ ὑποπτήσσει τὰ ὄρη, ἐν ᾗ θάλασσα πέπηγεν, ἐν ᾗ ἡ κτίσις σχολάσει, ἡ φύσις νεκροῦται, πᾶσα μέθοδος διαλόγων ἀργεῖ πρὸς τὴν ἐξ οὐρανῶν ἐπιδημίαν. τότε ἁρπάζονται οἱ δίκαιοι, τότε ὄχημα τῶν δικαίων νεφέλαι, τότε πομποὶ τῶν δικαίων ἄγγελοι, τότε δίκαιοι μὲν ὡς ἀστέρες ἀπὸ γῆς εἰς οὐρανὸν ἀναλαμβανόμενοι· οἱ δὲ ἁμαρτωλοὶ δέσμιοι, τῷ ἰδίῳ βάρει τῶν ἁμαρτημάτων πεπεδημένοι, κάτω πεσοῦνται δυσσυνείδητοι. ἐκείνη ἡ ἑβδόμη τοίνυν ὑπὸ ταύτης τῆς ἑβδόμης διασχηματίζεται.

Καὶ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων. οὐκέτι τὰ τοῦ βίου τούτου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. ἐκοιμήθησαν ἐπιθυμίαι νεωτερικαί· οὐκέτι περὶ γάμου πρόθεσις, ἐπιθυμία παιδοποιΐας οὐκέτι, οὐ περὶ χρυσοῦ φροντὶς οὐδεμία. ἐπελάθου, ὁ φιλάργυρος, τοῦ βαλλαντίου, ἐπελάθου τῆς γῆς, ὁ πολυκτήμων, ἐπελάθου δόξης, ὁ δοξομανής· πάντα ἐκεῖνα ἐξέπτη τῆς διανοίας. ἡ δὲ ψυχὴ πρὸς τῷ φοβοῦντί ἐστι, πρὸς τῇ προσδοκίᾳ τῶν ἐπηρτημένων δεινῶν. φόβος γὰρ ἐξωθεῖ πᾶσαν τὴν ἐμπολιτευομένην ταῖς ψυχαῖς ἡμῶν ἐμπαθῆ διάνοιαν. ὅπου φόβος θεοῦ, πάντα ἐξελήλαται τὰ τοῦ πάθους σπιλώματα ἐκ τῆς διανοίας ἡμῶν. αὕτη ἡ ἑβδόμη ἐκείνης τῆς ἑβδόμης τύπος.