Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου λόγος β'

Γρηγόριος ὁ Νύσσης

Η δημιουργία του ανθρώπου και η πνευματική διάσταση της ευλογίας

Η διπλή φύση του ανθρώπου, η ερμηνεία των όρων περί δημιουργίας της ψυχής και πλάσεως του σώματος, και η πνευματική κατανόηση της θείας εντολής για ανάπτυξη και καρποφορία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 6

ΟΜΙΛΙΑ Β ΕΙΣ ΤΟΝ ΑΝΘΡΩΠΟΝ Ὁ μὲν σοφὸς Σολομὼν οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾽ ἐν διδακτοῖς πνεύματος ἁγίου σοφισθείς, ἐν τοῖς ἀρτίως ἡμῖν ἀνεγνωσμένοις ἀποσεμνύνων τὸν ἄνθρωπον ἐβόα λέγων· Μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων· ἐγὼ δὲ ματαίως κατ᾽ ἐμαυτὸν ἐσκόπουν ἅ τε εἶχον ἐν τῇ ἐμαυτοῦ διανοίᾳ καὶ ἃ παρὰ τῆς γραφῆς δεδιδαγμένος ἤμην περὶ τοῦ ἀνθρώπου. αὐτὸς μὲν γὰρ ἐλογιζόμην ὅτι πῶς μέγα ἄνθρωπος, τὸ ἐπίκηρον ζῷον τὸ μυρίοις πάθεσιν ὑποκείμενον τὸ ἐκ γενετῆς εἰς γῆρας μυρίων κακῶν ἑσμὸν ἐξαντλοῦν, περὶ οὗ εἴρηται· Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; καὶ ὁ μὲν ψαλμῳδὸς καταφρονεῖ ὡς εὐτελοῦς τοῦ ζῴου καὶ ἡ παροιμία ἀποσεμνύνει ὡς μέγα τι τὸν ἄνθρωπον. ἀλλά μοι τὴν τοιαύτην διαπόρησιν ἔλυσεν ἡ ἱστορία τῆς γενέσεως τοῦ ἀνθρώπου ἀναγνωσθεῖσα. ἠκούομεν γὰρ νῦν ὅτι Ὁ θεὸς ἔλαβε χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον. εὗρον ἐκ τοῦ ῥήματος τούτου ἀμφότερα, ὅτι οὐδὲν ἄνθρωπος καὶ μέγα ἄνθρωπος· ἐὰν πρὸς τὴν φύσιν μόνον ἀποβλέψῃς, τὸ μηδὲν καὶ τοῦ μηδενὸς ἄξιος, ἐὰν δὲ πρὸς τὴν τιμὴν ἣν ἐτιμήθη, μέγα ἄνθρωπος. ποία; Εἶπεν ὁ θεός Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. σύγκρινον ἀνθρώπου γένεσιν καὶ φωτὸς γένεσιν. ἐκεῖ εἶπε· Γενηθήτω στερέωμα.

ὁ μέγας οὐρανὸς ἄνωθεν ἡμῖν ὑπερτέταται ῥήματι θεοῦ γενόμενος· ἀστέρες καὶ ἥλιος καὶ σελήνη καὶ πάντα, ὅσα θεωροῦμεν ὀφθαλμῷ καὶ ὅσα νῷ καταλαμβάνομεν [μεγέθη], ῥήματι ἔσχε τὸ εἶναι. θάλασσα καὶ γῆ καὶ ἡ ἐν αὐτοῖς διακόσμησις, ζῴων γένη παντοδαπά, φυτῶν διάφοροι ποικιλίαι, πάντα ταῦτα τῷ ῥήματι γέγονεν. ἄνθρωπος δέ, πῶς; οὐκ ἐλέχθη· γενηθήτω ἄνθρωπος ὡς Γενηθήτω στερέωμα, ἀλλὰ πλεῖόν τι ὁρᾷς ἐν τῷ ἀνθρώπῳ· ὑπὲρ φῶς, ὑπὲρ οὐρανόν, ὑπὲρ φωστῆρας, ὑπὲρ πάντα ἡ ἀνθρώπου γένεσις. Ἔλαβε κύριος ὁ θεός· καταξιοῖ ἰδίᾳ χειρὶ διαπλάσαι τὸ ἡμέτερον σῶμα. οὐ προσέταξεν ἀγγέλῳ, οὐχ ἡ γῆ αὐτομάτως ὥσπερ τοὺς τέττιγας ἡμᾶς ἐξέβρασεν, οὐκ εἶπε τόδε καὶ τόδε ποιῆσαι λειτουργικαῖς δυνάμεσιν, ἀλλ᾽ ἰδίᾳ χειρὶ φιλοτεχνεῖ. Γῆν ἔλαβεν. ὅταν πρὸς τὸ ληφθὲν ἀπίδῃς, Τί ἐστιν ἄνθρωπος; ὅταν [πρὸς] τὸν πλάσαντα κατανοήσῃς, Μέγα ἄνθρωπος· ὡς καὶ τὸ μηδὲν διὰ τὴν ὕλην καὶ μέγα διὰ τὴν τιμήν.

Καὶ ἔλαβεν ὁ θεός. ἀλλὰ πῶς ἐκεῖ ἐν τοῖς κατόπιν· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἐνταῦθα δὲ ἄνωθεν ἀνθρώπου γένεσις; ὡς μηδὲν περὶ ἀνθρώπου δεδιδαγμένων ἡμῶν ἡ ἱστορία λέγει· Καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον. ἤδη τινὲς ἔφασαν τὸ μὲν Ἔπλασεν ἐπὶ τοῦ σώματος εἰρῆσθαι, τὸ δὲ Ἐποίησεν ἐπὶ τῆς ψυχῆς. ἴσως οὐκ ἔξω τῆς ἀληθείας ὁ λόγος· ὅπου μὲν γὰρ εἴρηται· Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾽ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τὸ Ἐποίησεν εἴρηται· ὅπου δὲ λοιπὸν περὶ τῆς σωματικῆς ὑποστάσεως ἡμῖν διηγεῖται, τὸ Ἔπλασε λέγει. διαφορὰν δὲ ποιήσεως καὶ πλάσεως ὁ ψαλμῳδὸς ἐδίδαξεν εἰπών· Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με. ἐποίησε τὸν ἔσω ἄνθρωπον, ἔπλασε τὸν ἔξω. καὶ γὰρ πρέπει ἡ μὲν πλάσις πηλῷ, ἡ δὲ ποίησις τῷ Κατ᾽ εἰκόνα· ὥστε ἐπλάσθη μὲν ἡ σάρξ, ἐποιήθη δὲ ἡ ψυχή. ἄνω τοίνυν εἰπὼν περὶ ψυχῆς ὑποστάσεως νῦν περὶ τῆς τοῦ σώματος διαπλάσεως ἡμῖν διαλέγεται. ἔχε δὲ καὶ τοῦτον τὸν λόγον. τίς δὲ ἕτερος; ὅτι τὰ μὲν ἐν κεφαλαίῳ λέγεται, τὰ δὲ κατὰ τὸν τρόπον ὃν γέγονεν ἡμῖν παραδίδοται. ἄνωθεν οὖν ὅτι [καὶ] ἐποίησεν, ὧδε καὶ πῶς ἐποίησεν. εἰ γὰρ ἁπλῶς εἶπεν ὅτι ἐποίησεν, ἐνόμισας ἂν ὅτι ἐποίησεν ὡς τὰ κτήνη, ὡς τὰ θηρία, ὡς τὰ φυτά, ὡς τὸν χόρτον.

ἵνα οὖν φύγῃς τὴν πρὸς τὰ ἀγριώτερα κοινωνίαν, τὴν ἰδιάζουσαν περὶ σὲ τοῦ θεοῦ φιλοτέχνησιν ὁ λόγος παρέδωκεν. Ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς [ἐκεῖ εἶπεν ὅτι ἐποίησεν, ἐνταῦθα πῶς ἐποίησε· χοῦν ἔλαβεν ἀπὸ τῆς γῆς] καὶ ἔπλασε ταῖς ἰδίαις χερσίν. ἐνθυμήθητι πῶς ἐπλάσθης, τὸ ἐργαστήριον τῆς φύσεως λόγισαι· χείρ ἐστιν ἡ δεψαμένη σε θεοῦ. τὸ παρὰ θεοῦ πλασθὲν διὰ πονηρίας μὴ μιανθῇ, δι᾽ ἁμαρτίας μὴ ἀλλοιωθῇ, μὴ ἐκπέσῃς τῆς χειρὸς τοῦ θεοῦ. σκεῦος εἶ θεόπλαστον παρὰ θεοῦ γενόμενον· δόξαζε τὸν ποιήσαντα. οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν ἐγένου ἢ ἵνα ὄργανον ᾖς ἐπιτήδειον τῆς δόξης τοῦ θεοῦ· καὶ ὁ κόσμος οὗτος ὅλος σοι, ὥσπερ τι βιβλίον ἔγγραφον ὑπαγορευόμενον τὴν τοῦ θεοῦ δόξαν τὴν ἀπόκρυφον καὶ ἀόρατον, τοῦ θεοῦ τὴν μεγαλωσύνην δι᾽ ἑαυτοῦ διαγγέλλων σοι τῷ νοῦν ἔχοντι εἰς κατανόησιν ἀληθείας. πάντως οὖν μέμνησο τῶν εἰρημένων.

Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν. διπλῆ αὔξησις, ἡ μὲν σώματος, ἡ δὲ ψυχῆς. ἀλλὰ ψυχῆς αὔξησις ἡ διὰ τῶν μαθημάτων εἰς τελείωσιν προσθήκη, σώματος αὔξησις ἡ ἀπὸ μικροῦ εἰς τὸ καθῆκον μέτρον ἀποκατάστασις. Αὐξάνεσθε τοίνυν τοῖς μὲν ἀλόγοις ζῴοις κατὰ τὴν τοῦ σώματος τελείωσιν, κατὰ τὸν ἀπαρτισμὸν τῆς φύσεως εἴρηται, ἡμῖν δὲ Αὐξάνεσθε κατὰ τὸν ἔσω ἄνθρωπον, κατὰ τὴν προκοπὴν τὴν εἰς θεὸν οὖσαν. οἷος ἦν Παῦλος τοῖς μὲν ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενος. αὕτη ἐστὶν ἡ αὔξησις τῶν θεωρημάτων, εὐσεβείας ἀνάληψις, ἡ τοῦ πλείονος ἐπέκτασις, τὸ ἐπορέγεσθαι ἡμᾶς ἀεὶ τῶν κρειττόνων, τὸ προγενόμενον μὲν ἀεὶ κατόπιν ἑαυτοῦ ἀφιέναι, τὸ δὲ λεῖπον τῆς εὐσεβείας τοῦτο ὡς ἐνδεῖ ἐπιζητεῖν. οἷος ἦν Ἰσαάκ, περὶ οὗ ἡ μαρτυρία ἐκείνη ἀναγέγραπται ὅτι Προβαίνων ὑψοῦτο μέχρις οὗ μέγας ἐγένετο. οὐ γὰρ ἀπέστη οὐδὲ μικρὸν αὐξηθεὶς ἀπέμεινεν, ἀλλὰ προέβαινεν ἀεὶ διαβήμασι μεγάλοις [διέβαινεν] ἐπὶ τὰ ἔργα τῆς ἀρετῆς· διέβη μεγάλῳ βήματι τὴν σωφροσύνην, ἐπέβη τῇ δικαιοσύνῃ, ἐκεῖθεν ἐπὶ τὴν ἀνδρείαν ἀνέβη. οὕτω διαβαίνων ἐπὶ τὸ ἄκρον τοῦ ὕψους τοῦ ἀγαθοῦ κορυφοῦται ὁ δίκαιος. Αὐξάνεσθε οὖν αὔξησιν τὴν κατὰ θεόν, τελείωσιν τὴν κατὰ τὸν ἔνδον ἄνθρωπον.

Πληθύνεσθε· ἐκκλησίας ἡ εὐλογία. μὴ ἐν ἑνὶ περιγραφήτω ἡ θεολογία, ἀλλ᾽ εἰς πᾶσαν τὴν γῆν κηρυχθήτω τὸ εὐαγγέλιον τῆς σωτηρίας. Πληθύνεσθε. τίνες; οἱ κατὰ τὸ εὐαγγέλιον γενόμενοι. Καὶ πληρώσατε τὴν γῆν. σάρκα τὴν δεδομένην ὑμῖν εἰς ὑπηρεσίαν πληρώσατε ἀγαθῶν ἔργων· ὀφθαλμὸς πλήρης ἔστω τοῦ ὁρᾶν τὰ δέοντα· χεὶρ πλήρης ἔστω τῶν ἀγαθῶν ἔργων· πόδες ἔστωσαν εἰς ἐπίσκεψιν ἀσθενούντων πορευτικοὶ ὄντες ἐφ᾽ ἃ προσῆκε. πᾶσα ἡ τῶν μελῶν ἡμῶν κατάστασις πλήρης ἔστω τῶν κατὰ τὰς ἐντολὰς ἐργασιῶν· τοῦτό ἐστι Πληρώσατε τὴν γῆν. οὕτω κοιναὶ μὲν αἱ φωναὶ καὶ τοῖς ἀλόγοις, ἰδιάζουσαι δὲ γίνονται, ὅταν τῷ Κατ᾽ εἰκόνα καὶ ᾧ ἐτιμήθημεν τούτῳ χρησώμεθα. τὰ μὲν γὰρ σωματικῶς αὔξει, ἡμεῖς δὲ πνευματικῶς· καὶ τὰ μὲν πληροῖ τὴν γῆν τῷ πλήθει, ἡμεῖς δὲ πληροῦμεν ταῖς ἀγαθαῖς ἐργασίαις τὴν συνεζευγμένην ἡμῖν γῆν. [τουτέστι τὴν σωματικὴν ὑπηρεσίαν.] Ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ· ὑμῖν ἔσται εἰς βρῶσιν. μηδὲν παρατρεχέτω ἡ ἐκκλησία· πάντα νόμιμά ἐστιν. οὐκ εἶπε· δέδωκα ὑμῖν τοὺς ἰχθύας εἰς βρῶσιν, δέδωκα ὑμῖν τὰ κτήνη, τὰ ἑρπετά, τὰ τετράποδα. οὐ γὰρ τούτων ἕνεκεν ἔκτισε, φησίν, ἀλλ᾽ ἡ πρώτη νομοθεσία καρπῶν ἀπόλαυσιν συνεχώρησεν· ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι εἶναι τοῦ παραδείσου. καὶ τί σοί ἐστι τὸ ἐν τῷ λανθάνοντι παρακείμενον μυστήριον;