Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ κατασκευῆς ἀνθρώπου

Γρηγόριος ὁ Νύσσης

Η έννοια του «κατ' εικόνα» και η ανθρώπινη κυριαρχία επί της κτίσεως

Ανάλυση της δημιουργίας «κατ' εικόνα», η οποία ταυτίζεται με τον λογισμό, την αληθινή ελευθερία από τα πάθη και την υπεροχή του ανθρώπου επί της άλογης κτίσεως. Ορισμός του ανθρώπου ως λογικού δημιουργήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 6

Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν. Κατ᾽ εἰκόνα μὲν οὖν θεοῦ γεγενῆσθαι ἡμᾶς εὔδηλον ἀπὸ τῆς γραφῆς. πῶς δὲ τὸ Κατ᾽ εἰκόνα θεοῦ νοητέον; οὐδέν τι σωματικὸν καὶ γήινον ἐννοήσασθαι χρή. ἀποκαθάρωμεν ἑαυτῶν καρδίαν ἰδιωτικήν, πρόληψιν ἀπαίδευτον, ἀμαθεῖς περὶ θεοῦ ὑπολήψεις. ὁποῖά τινές φασιν· εἰ κατ᾽ εἰκόνα γὰρ θεοῦ γεγόναμεν, σύμμορφος πάντως ἡμῖν ἐστιν ὁ θεός. καὶ ὀφθαλμοὶ τάχα περὶ θεὸν καὶ ὦτα καὶ κεφαλὴ καὶ χεῖρες καὶ ἰσχίον ἐφ᾽ οὗ ἵδρυται [καὶ πάντα τὰ ἡμέτερα] (λέγεται γὰρ καὶ ἐν τῇ γραφῇ· Θεὸς καθέζεται) καὶ πόδες αὐτῷ, δι᾽ ὧν περιπατεῖ; ἀλλ᾽ οὐχὶ τοιοῦτος ὁ θεός. ἀποσκεύασον τῆς καρδίας φαντάσματα ἀπρεπῆ, ἔκβαλε ἀπὸ σοῦ διάνοιαν ἀνάρμοστον τῷ μεγέθει τοῦ θεοῦ. ἀσχημάτιστος ὁ θεὸς καὶ ἁπλοῦς· μὴ φαντασθῇς μορφὴν περὶ αὐτόν. μὴ σμικρύνῃς Ἰουδαϊκῶς τὸν μέγαν, μὴ περιλάβῃς τὸν θεὸν ἐννοίαις σωματικαῖς, μὴ περιγράψῃς αὐτὸν τῷ σῷ νῷ. ἀπερίληπτός ἐστι τῷ μεγέθει. κατανόησον τὸν μέγαν καὶ τῷ μεγάλῳ πρόσθες πλεῖον τοῦ νενοημένου καὶ τῷ πλείονι τὸ πλεῖον καὶ τὸν σεαυτοῦ λογισμὸν πεῖσον, ὅτι τῶν ἀπεράντων ἐφικέσθαι οὐ δύνῃ. μὴ οὖν σχῆμα ἐννοήσῃς· ἀπὸ γὰρ δυνάμεως ὁ θεὸς νοεῖται.

μὴ μέγεθος· πανταχοῦ γάρ ἐστι καὶ ὑπὲρ τὸ πᾶν περισσεύει, ἀνέπαφον, ἀόρατον, ἀκατανόητον, μήτε σχήματι περιλαμβανόμενον μήτε μεγέθει περιγραφόμενον, μὴ δυνάμει ἐκμετρούμενον μὴ χρόνῳ περικλειόμενον μὴ πέρασι τισὶν ὁριζόμενον. οὐδὲν γάρ ἐστιν ὅλως περὶ θεὸν ὁποῖον περὶ ἡμᾶς ἢ καὶ τὰ μόνως νοητά.

Πῶς οὖν εἶπεν ἡ γραφὴ κατ᾽ εἰκόνα θεοῦ γεγενῆσθαι ἡμᾶς; ἐπιγνῶμεν τί οἰκεῖον θεοῦ ἔχομεν καὶ ὅτι τὸ Κατ᾽ εἰκόνα πάντως οὐκ ἐν τῇ σωματικῇ μορφῇ ἐκληφθῆναι δυνατόν. ἡ μὲν γὰρ ἐπὶ ὁρωμένου τινὸς σώματος, ἐν ὁρατῷ δὲ τὸ ἀόρατον οὐ σχηματίζεται. ἀλλ᾽ οὐδὲ μήν που φθαρτὸν εἴη ἂν τοῦ ἀφθάρτου εἰκών. τὸ μὲν γὰρ σῶμα αὔξεται, μειοῦται, γηρᾷ, ἀλλοιοῦται· ἄλλο ἐστὶν ἐν νεότητι καὶ ἄλλο ἐν γήρει, ἄλλο ὅταν εὐεκτῇ καὶ ἄλλο ὅταν παθαίνηται, ἄλλο εὐφραινόμενον καὶ ἄλλο λυπούμενον, ἄλλο θαρροῦν καὶ ἄλλο φοβούμενον, ἄλλο ἐν εἰρήνῃ καὶ ἄλλο ἐν πολέμῳ, ἄλλο ἐν πλησμονῇ καὶ ἄλλο ἐν ἐνδείᾳ. ἄλλο ἐγρηγορότος χρῶμα καὶ ἄλλο καθεύδοντος· τοῦ μὲν γὰρ ἐξανθεῖ καὶ ἐρυθαίνεται τοῦ θερμοῦ χωροῦντος πρὸς τὴν ἔξω ἐπιφάνειαν, τοῦ δὲ κατέψυκται διὰ τὸ ἐπὶ τὸ βάθος τὴν θερμότητα εἰσδύεσθαι. διὸ καὶ ὕπωχρα τῶν κοιμωμένων τὰ σώματα. πῶς οὖν δύναται τὸ ἀλλοιούμενον τῷ ἀναλλοιώτῳ ἐοικέναι; τὸ μηδέποτε ἑστηκὸς μηδὲ ἐπὶ ταὐτοῦ μένον τῷ ἀεὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχοντι; Κατ᾽ εἰκόνα ἡμετέραν τί φησι; τῆς ἀκινήτου φύσεως εἰκὼν ἡ ῥευστὴ καὶ τῆς ἀμόρφου ἡ μεμορφωμένη;

Πῶς οὖν εὑρήσομεν τὸ Κατ᾽ εἰκόνα; ἐν αὐτῷ πάλιν ᾧ εἶπεν ἐξ ὑπογύου ὁ θεός. οὐ γὰρ ἐμόν τι τῷ λόγῳ παρενείρω ἔξωθεν ἐπινόημα. Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων. κατὰ τὸ τῆς ἀρχῆς τοιγαροῦν εἴτουν ἐξουσίας παράδειγμα ἡ ἡμετέρα πρὸς τὸ θεῖον νοητέα ὁμοίωσις. τὸ δὲ ἄρχον οὐκ ἐν σώματι πάντως † ἢ λογισμῷ οὐδὲ ἐν σαρκὶ ἀλλὰ τῇ ψυχῇ. τὸ μὲν γὰρ ἀνθρώπινον σῶμα πολλῶν ζῴων ἀλόγων καθέστηκεν ἀσθενέστερον καὶ οὐκ ἄν ποτε συγκριθείη πρὸς δύναμιν σὰρξ ἡ ἡμετέρα τῇ τοῦ καμήλου ἢ τοῦ ἐλέφαντος ἢ τοῦ ἵππου ἢ τοῦ βοὸς ἢ ἑκάστου ὧν ἂν εἴπῃς μεγίστων θηρίων. ἡ ψυχὴ δὲ ἡμῖν καὶ ὁ ἐν αὐτῇ νοῦς ἅπαντα ταῦτα ῥαδίως ὑποτάττειν δεδύνηται καὶ τὰ μεγάλα δὲ βάρη καὶ δυσμεταχείριστα ἐπινοίαις τεχνικαῖς μετατίθησιν ἄνθρωπος ἀλλ᾽ οὐχὶ τόνοις σωματικοῖς. ὥστε τὸ ἀρχικὸν ἡμῶν καὶ Κατ᾽ εἰκόνα καὶ ὁμοίωσιν τοῦ θεοῦ ἐν τῇ τοῦ λογισμοῦ κατασκευῇ θεωρητέον, οὐκ ἐν τῇ τοῦ σώματος μορφῇ. ἀλλ᾽ ἐρεῖς τάχα σύ· καὶ πῶς οὐ περὶ λογισμοῦ εἶπεν ὁ θεός, ἀλλὰ τὸν ἄνθρωπον κατ᾽ εἰκόνα γεγενῆσθαί φησιν ἑαυτοῦ; ὅτι δὲ καὶ ὁ λογισμὸς λέγεται ἄνθρωπος καὶ ἡ ψυχή ἐστιν ὁ ἔσω ἄνθρωπος. ἄκουε τοῦ ἀποστόλου λέγοντος Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται. πῶς οὖν; δύο γνωρίσωμεν τὸν αὐτὸν ἄνθρωπον;

ναί, φησίν, ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑπὸ τῷ φαινομένῳ κρυπτόμενον, τὸν καὶ κυριώτερον καὶ ἀληθέστερον ἄνθρωπον. διπλοῦς μὲν γάρ τίς ἐστιν ὁ ἐκ θεοῦ πεπλασμένος ἄνθρωπος, τὸ μὲν ὁρώμενος τὸ δὲ νοούμενος. τῷ δὲ μείζονι καὶ ἀληθινωτέρῳ μέρει ὁ ἔνδον μᾶλλον καὶ μὴ φαινόμενος πέφυκεν ἄνθρωπος. τὸ μὲν γὰρ ἔσω αὐτός εἰμι ἐγώ, τὸ δὲ ἐκτὸς τοῦτο καὶ σωματικὸν ἐμόν ἐστι τάχα ἀλλ᾽ οὐκ ἐγώ. οὐ γὰρ δήπου ἡ χεὶρ καὶ ὁ ποὺς καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος εἶεν ἂν ἐγώ, ἀλλὰ τὸ νοερὸν καὶ λογικὸν τῆς ψυχῆς ὀργάνῳ κεχρημένον τῷ σώματι.

Τὸ Ποιήσωμεν οὖν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν νοήσωμεν ἀντὶ τοῦ δώσομεν αὐτῷ λόγου περιουσίαν· καὶ οὕτως Ἀρχέτωσαν τῶν ἰχθύων καὶ τῶν θηρίων καὶ πάντων. οὐκ εἶπε δὲ ὅτι Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν, καὶ θυμούσθωσαν καὶ ἐπιθυμείτωσαν καὶ παθαινέσθωσαν. οὐ γὰρ τὰ πάθη εἰς εἰκόνα θεοῦ παρείληπται, ἀλλ᾽ ὁ λογισμὸς ὁ τῶν παθῶν δεσπότης, ὁ ἄρχων πάντων τῶν σωματικῶν καὶ ὑπερανεστηκὼς τῶν φαινομένων καὶ ψευδομένων. σὺ δέ μοι θαύμασον τὴν περὶ σὲ τοῦ θεοῦ ἐξ ἀρχῆς αὐτῆς κηδεμονίαν καὶ πρόνοιαν ὅτι εὐθὺς ἐκτίσθης καὶ ἄρχων ἐκτίσθης καὶ διηνεκῆ ἔχεις καὶ ἀδιάδοχον τὴν ἀρχήν. ἄνθρωπος γὰρ παρὰ ἀνθρώπου ἐξουσίαν τινὰ λαμβάνων ὡς θνητὸς παρὰ θνητοῦ καὶ ὡς μὴ ἔχων παρὰ μὴ ἔχοντος (ποίαν γὰρ ἐξουσίαν ψυχῆς ἔχει ἄνθρωπος;) εἰκότως καὶ ταχὺ μάλα πάλιν αὐτὴν ἀποβέβληκε. σὺ δὲ παρ᾽ αὐτοῦ ταύτην ἔλαβες τοῦ θεοῦ καὶ ἀνεξάλειπτον ἔχεις οὐκ ἐν ξύλοις γεγραμμένην οὐδὲ ἐν πτυξὶ φθαρταῖς καὶ σητῶν δαπανήμασιν, ἀλλ᾽ αὐτῇ τῇ φύσει ἐγκεκολαμμένην ἀπὸ τῆς πρώτης θείας φωνῆς τῆς Ἀρχέτωσαν. δοῦλα γὰρ ἔκτοτε καὶ ἄχρι τέλους τὰ σύμπαντα ταῦτα τῆς ἀνθρωπίνης ἀρχῆς. Ἀρχέτωσαν, γάρ φησι, τῶν ἰχθύων, τῶν θηρίων τῆς γῆς, τῶν πετεινῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν, τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

οὐκ εἶπε Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν, καὶ ἐσθιέτωσαν πᾶν ξύλον κάρπιμον ὃ ἔχει καρπὸν ἐν ἑαυτῷ. ὕστερον γὰρ ταῦτα μετὰ τὴν τοῦ παραδείσου φυτείαν, ἵνα σὺ διδαχθῇς δεύτερα ἔχειν τὰ τῆς σαρκὸς ἀναγκαῖα παρὰ τὰ τῆς ψυχῆς προηγούμενα, ἐπειδὴ καὶ πρῶτον ἡμῖν συνεχειροτονήθη ἡ τοῦ ἄρχειν δύναμις, ἔπειτα καὶ ἡ τοῦ παραδείσου συνεπεδαψιλεύθη ἀπόλαυσις. ἀρχικὸν εἶ ζῷον, ἄνθρωπε, καὶ διὰ τί δουλεύεις πάθεσι; τί σεαυτοῦ τὸ ἀξίωμα καταβάλλεις καὶ δοῦλος γίνῃ τῆς ἁμαρτίας; ἵνα τί σεαυτὸν ποιεῖς αἰχμάλωτον τῷ διαβόλῳ; ἄρχων κτίσεως ἐχειροτονήθης, μὴ ἀπορρίψῃς τὴν σεμνότητα τῆς οἰκείας φύσεως. ἐν ἀρχῇ τινι τέταξαι κοσμικῇ; ἔστι σοι πλέον δι᾽ ὀφειλῆς τὸ καὶ τὸν λογισμὸν ὁμοίως ἔχειν συνάρχοντα καὶ κρατοῦντα τῶν παθῶν, ἵνα μὴ γέλως εἴης τοῖς ἀρχομένοις καὶ ἐμπαιγμός. ἀντὶ ἄρχοντος καὶ ὑπερέχοντος ὑποκείμενον καὶ ἀγόμενον ἴσα καὶ δούλῳ δεσμίῳ καὶ ἀχρείῳ κατανοοῦσί σε. δοῦλος ἐκλήθης; τί σε λυπεῖ ἡ δουλεία τοῦ σώματος; διὰ τί οὐ μέγα φρονεῖς ἐπὶ τῇ δεσποτείᾳ τῇ παρὰ θεοῦ σοι δεδομένῃ, ὅτι λογισμὸν ἔχεις παθῶν δεσπότην;

ὅταν οὖν ἴδῃς τὸν μὲν δεσπότην σου δοῦλον ὄντα τῆς ἡδονῆς, σεαυτὸν δὲ ὑπερτεροῦντα ταύτης τῇ δυνάμει τοῦ λογισμοῦ, γίνωσκε ὅτι σὺ μὲν ὀνομάζῃ μόνον δοῦλος, οὐκ εἶ· ἐκεῖνος δέ, εἰ καὶ ὀνόματι ἔχει τὴν δεσποτείαν, ἀλλὰ τῷ πράγματι βεβαιουμένην ἐπεσπάσατο τὴν δουλείαν. ὁπότε γὰρ ἐκεῖνον μὲν τὸ τῆς πορνείας πάθος τυχὸν ἕλκει καταδουλῶσαν, σὺ δὲ τούτου διὰ τὴν τοῦ λογισμοῦ κυριότητα ὑπερανέστηκας, πῶς οὐχὶ δεσπότης μὲν κυρίως εἴης αὐτὸς ὁ τῆς ἡδονῆς ὑπερκείμενος, ἐκεῖνος δὲ μᾶλλον δοῦλος ὁ ὑποκείμενος τῷ ὑπὸ σοῦ πατουμένῳ πάθει; ὅπου γοῦν ἡ τοῦ ἄρχειν δύναμις, ἐκεῖ ἡ τοῦ θεοῦ εἰκών. ὅπου δὲ ἡ τοῦ θεοῦ εἰκών, ἐκεῖ ὁ ὑπ᾽ αὐτοῦ πεπλασμένος ἄνθρωπος.

Πρῶτον δὲ εἶπεν ἄρχειν τῶν ἰχθύων τὸν ἄνθρωπον, ὅτι καὶ πλέον τῶν ἄλλων ζῴων ταῦτα ἀπῴκισται αὐτοῦ, ἵνα διὰ τῶν πορρωτέρω καὶ ἐνύδρων πολλῷ μᾶλλον καὶ τὰ πλησιέστερα ὕστερον συμπεριλάβῃ, ἤγουν τὰ χερσαῖα καὶ σύντροφα. πῶς οὖν τῶν ἰχθύων δοκοῦμεν ἄρχειν οἱ μὴ διάγοντες σὺν αὐτοῖς; εἴ που ἔγνως σεαυτὸν ἐν λίμνῃ ποτὲ παραφανέντα ἔβλεψάς τε πῶς ἡ σκιά σου μόνη πάντα τὰ ἐνδιαιτώμενα ταύτῃ ἰχθύδια διεπτόησεν, ἐπέγνως ἂν πάντως εὐθὺς καὶ τὸ τῆς ἀρχῆς. τίς γὰρ οὕτω δεσπότης οἰκίας θορυβουμένου τοῦ οἴκου ἀθρόον ἐπιστὰς ἡσυχίαν ἐποίησε καὶ πάντα μετέβαλεν εἰς εὐκοσμίαν τῇ παρουσίᾳ ἑαυτοῦ, ὡς πᾶσα ἡ ἔνυδρος κτίσις ἐπιφανέντος ἑνὸς ἀνθρώπου μεταβάλλει τὸ σχῆμα καὶ οὐκέτι τὴν ἐλευθέραν ἔχει διαγωγήν; οὐ τολμᾷ ἐπινήξασθαι τοῖς νώτοις ἢ τῆς λίμνης ἢ τῆς θαλάσσης. ὁ δελφίς, ὅταν που πλησίον ἄνθρωπον ὄντα αἴσθηται, καίτοι αὐτὸς ὢν ὁ βασιλικώτατος τῶν νηκτῶν, αἰδεῖται οἱονεὶ καὶ οὐκέτι κινεῖται οὐδὲ ὡς ἔθος ἅλλεται. οὕτως ἐδόθη τῷ ἀνθρώπῳ ἡ κατὰ τῶν νηκτῶν ἀρχή. καὶ ὅταν δὲ κατανοήσῃς σεαυτοῦ τὸν λογισμὸν διὰ πάντων διήκοντα καὶ πάντα ταῖς τέχναις καταδουλούμενον, πῶς οὐχὶ καὶ τῶν κητῶν τῶν μεγάλων ἄρχεις;

Εἶδον γὰρ ἐγὼ ἐπίνοιαν ἀνθρωπίνην, ὅτι ποιοῦσιν ἀγκίστρων τινῶν κατασκευὴν καὶ τούτοις ἐπιβάλλοντες δελεάσματα σύμμετρα τῷ μεγέθει τῶν καταπινόντων κητῶν. εἶτα τῶν ἄκρων ἐκείνων τῶν σχοινίων, ὧν ἀπήρτηται τὰ ἄγκιστρα κατὰ τὸ ἕτερον πέρας, ἀσκοὺς πνεύματι διατείναντες καὶ ἐκδήσαντες ἀπ᾽ αὐτῶν τῶν ἄκρων μετεώρους ἀφιᾶσιν ὑπὲρ τοῦ πελάγους. ἐνεχθέντα τοίνυν τὰ ἄγρια κήτη τοῖς δελεάσμασι τούτοις καὶ τὰ ἄγκιστρα ἔνδον ἑαυτῶν δεξάμενα σύρει μὲν τοὺς ἀσκοὺς εἰς τὸ βάθος, ἡ δὲ τῶν ἀσκῶν φύσις ἀνωφερὴς οὖσα διὰ τὴν κουφότητα τοῦ ἐνειλημμένου ἔσωθεν πνεύματος πάλιν ἀνέλκει εἰς τὴν ἐπιφάνειαν. καὶ ἐμπεπαρμένα τῇ ἰδίᾳ τροφῇ ἄνω καὶ κάτω μαιμάσσει καὶ ἀλύοντα τοὺς βυθοὺς διερευνᾶται καὶ πελάγη πελαγῶν ἀμείβει. καὶ πολὺν πόνον ὑφίσταται ἄπρακτον καὶ τελευταῖον τῷ βραχεῖ τούτῳ ἀγκίστρῳ τὸ μέγα καὶ ἄτρυτον θηρίον ἁλώσιμον γίνεται τῷ πόνῳ δαμασθὲν καὶ τῷ λιμῷ καταπονηθέν, καὶ νεκρὸν μετὰ τῶν ἀσκῶν φερόμενον θήραμα καθίσταται τῷ ἁλιευτῇ· τῷ μικρῷ τὸ ὑπερμέγεθες, τῷ ἀσθενεῖ τὸ ἄμαχον τὴν ἰσχύν. διὰ τί; ὅτι τῇ τοῦ λογισμοῦ περιουσία δύναμιν λαβὼν τοῦ ἄρχειν ὁ ἄνθρωπος ὡς κακοὺς δραπέτας πρὸς εὐπείθειαν ἄγει τοὺς ἀπειθεστάτους, καὶ τοὺς μὴ δυναμένους προσαχθῆναι δι᾽ ἡμερότητος τούτους διὰ τῆς ἀνάγκης καταδουλοῦται. οὕτω πανταχοῦ ἡ τοῦ ἄρχειν δύναμις παρὰ τοῦ κτίσαντος ἐγγινομένη τῷ ἀνθρώπῳ ὑπάρχει.

ἐντεῦθεν ξιφίαι καὶ ζύγαιναι καὶ φάλαιναι καὶ πρίονες καὶ φῶκαι καὶ πάντα ἐκεῖνα τὰ φοβερὰ τῶν κητῶν καὶ εἴδη καὶ ὀνόματα ὑποχείρια γέγονε τῷ ἀνθρώπῳ.

Ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν θηρίων τῆς γῆς. οὐχ ὁρᾷς τὸν λέοντα τὸν βαρὺν τὸν βρυχητικόν, οὗ καὶ τὸ ὄνομα ἀφόρητον τῇ ἀκοῇ καὶ ὁ βρυγμὸς ὑπότρομον ποιεῖ τὴν γῆν, οὗ τὴν ὁρμὴν πολλοῦ γε καὶ δεῖ τις ὑπομεῖναι; οὐδενὶ γὰρ οὐδὲ τῶν ἀλόγων καὶ μεγίστων ζῴων τοσαύτη πέφυκε δυνάμεως περιουσία, ὥστε καὶ ἀντιστῆναι ὁρμωμένῳ λέοντι. ἀλλ᾽ ὅμως καὶ τοῦτον τὸν ἀνύποιστον καὶ φοβερὸν ἐν μικρῷ ζώγρῳ πολλάκις κατακεκλεισμένον ὁρᾷς. τίς οὖν ὁ καθείρξας αὐτόν, ὁ τὸ μικρὸν δεσμωτήριον τῷ μεγάλῳ θηρίῳ ἐπινοήσας καὶ τῇ ἀραιότητι τῶν στημόνων ἐκείνων τῶν ξυλίνων τὴν ἀναπνοὴν τῷ ἐγκεκλεισμένῳ παρασκευάσας, ὡς μὴ ἀποπνιγῆναι αὐτὸ τῷ ἰδίῳ ἄσθματι, καὶ διὰ τῆς ἐλευθερίου ἀναπνοῆς τὴν ἀσφάλειαν αὐτοῦ προδιοικησάμενος; οὐχὶ ἄνθρωπος; οὐχ ὁ αὐτὸς καταπαίζει καὶ τῆς παρδάλεως, ὅταν ὑπερτείνῃ χάρτην εἰς ἄνθρωπον ἐσχηματισμένον, καὶ ἡ μὲν τὸν χάρτην ἐσπάραξεν, ὁ δὲ ἄνθρωπος κάτω κείμενος τῆς ἀνοίας τοῦ θηρίου κατεγέλασεν; οὐχὶ καὶ τῶν λοιπῶν θηρίων τὰ ἀγριώτατα καὶ δυσκαταγωνιστότατα παίγνια ταῖς οἰκείαις ἐπινοίαις ποιεῖ; οὐ περιουσίᾳ διανοίας πάντων κρατεῖ; πῶς εἴπω περὶ τῶν πετομένων; ὅτι οὐκ ἀναβαίνει μὲν αὐτὸς εἰς τὸν ἀέρα τῷ σώματι, συμπαρίπταται δὲ ὅμως τοῖς πετεινοῖς τῷ λογισμῷ χρώμενος ὅσα καὶ πτεροῖς. οὐδὲν γὰρ κατέχει τὴν τοῦ ἀνθρώπου διάνοιαν.

τὰ ἐν βυθῷ διερευνᾶται, τὰ ὑπὲρ γῆς θηρᾶται, τὰ ἐν τῷ ἀέρι προκαταλαμβάνει καὶ εἰς γῆν κατασπάσας ἀποκομίζει. εἶδές ποτε ἐπ᾽ ἄκρου κλάδου καθεζόμενον ὄρνεον καὶ καταγελῶν τῶν κάτω περὶ τὴν γῆν στρεφομένων ἀνθρώπων ἐν τῷ πεποιθέναι τῇ κουφότητι τοῦ πτεροῦ; ἀλλ᾽ ὅμως ἔστι πάλιν κἀνταῦθα ἰδεῖν παῖδα μοχθηρὸν καλάμους καλάμοις ὑποβάλλοντα κατὰ δὲ τὸ ἄκρον τῶν καλάμων ἰξὸν προσαρτήσαντα, εἶτα λανθανόντως διὰ τῶν κλάδων καὶ τῶν φύλλων ἀποκρύψαντα τοῦ ἰξοῦ τὴν παρουσίαν καὶ ἀποπλανήσαντα τὸ ὄμμα τοῦ ὀρνέου, καὶ οὕτω τῇ μικρᾷ προσψαύσει καὶ κατασχέσει κρατήσαντα τὸ ἀεροπολοῦν καὶ τὸ δι᾽ αἰθέρος πρώην φερόμενον πτηνὸν δέσμιον ἰξῷ ἀποκομίζοντα. κάτω μὲν γὰρ κεῖται ὁ ἄνθρωπος κάτω δὲ καὶ τὼ χεῖρε αὐτοῦ καὶ τὼ πόδε, ἀλλ᾽ ἡ διάνοια τούτου συναναβαίνει εἰς ὕψος τοῖς πτηνοῖς καὶ διὰ τῆς τέχνης ἐφικτὰ τούτῳ γίνεται τὰ οὐράνια καὶ τὰ πτερωτὰ ἁλωτά. δίκτυά τε γὰρ ἵσταται τοῖς πτηνοῖς καὶ τοξόται τῶν πετομένων καταστοχάζονται καὶ δελεάσμασι βρωμάτων θηρῶνται τὰ λαιμαργότερα. οὐκ εἶδές ποτε ἀετὸν λάβρως μὲν ἐμπεσόντα τῷ θηράματι, τάχος δὲ περιπαρέντα ταῖς κάτω πάγαις; οὕτω τὸ ὑψηλὸν κάτω γίνεται ταῖς ἀνθρωπίναις ἐπινοίαις καθελκυσθέν. πάντα γὰρ ὑπὸ τὴν χεῖρα ἤγαγε τοῦ ἀνθρώπου θεός, καὶ τὴν κτίσιν ἐπλήρωσε καὶ τὸν ἄνθρωπον ἄμοιρον τῆς τούτων δεσποτείας οὐκ ἐποίησε.

μὴ γὰρ εἴπῃς· πῶς ἐμοὶ διαφέρει τὰ ἐν τῷ ἀέρι φερόμενα; ἐπεὶ διὰ τοῦ λογισμοῦ κἀκεῖνά σοι ὑποχείρια γίνεται μετὰ καὶ αὐτῶν τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. ὁρᾷς πῶς ὀφείλεις νοεῖν τὸ Κατ᾽ εἰκόνα γεγενῆσθαι τοῦ θεοῦ; κατὰ τὸ ἀρχικὸν δηλαδὴ καὶ τὸ τῆς ψυχῆς νοερόν τε καὶ λογικόν.

Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον. τί οὖν ἐστιν ἄνθρωπος ὁρισώμεθα καὶ ἡμεῖς ἐξ ὧν ἀνέγνωμεν καὶ ἐξ ὧν ἠκούσαμεν. οὐκέτι γὰρ ἡμῖν χρεία δανείζεσθαι ὅρους ἀλλοτρίους οὐδὲ τὰ ἐκ τῆς ματαιότητος ἐπεισάγειν τῷ λογισμῷ τῆς ἀληθείας. ἔστι τοίνυν ἄνθρωπος ποίημα θεοῦ λογικὸν κατ᾽ εἰκόνα γενόμενον τοῦ κτίσαντος αὐτόν. εἴ τι γοῦν λείπει τῷ λόγῳ τούτῳ πρὸς τέλειον ὅρον τοῦ ὑποκειμένου, οἱ πολλὰ προσταλαιπωρήσαντες τῇ ἀναλήψει τῆς φθειρομένης σοφίας ἐπισκεψάσθωσαν. ἡμεῖς δὲ τοῦ πρόσω ἐχώμεθα· Κατ᾽ εἰκόνα θεοῦ γέγονεν ἄνθρωπος.