Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παραδείσου

Γρηγόριος ὁ Νύσσης

Η πνευματική διάσταση της Εδέμ και η θεία παιδαγωγία

Μετάβαση στην αλληγορική ερμηνεία της Εδέμ ως πνευματικής τρυφής και ερμηνεία των αιτίων της καθυστερημένης εισαγωγής του ανθρώπου στον Παράδεισο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 3

Ἆρά σε εὔφρανα ἐκ τῶν ἐν τῷ παραδείσῳ τερπνῶν ἢ ἐλύπησα πλέον τῇ τῶν φθαρτῶν παραδόσει; πάντως γάρ που ἡ διάνοια ὑψηλὰ καὶ μετέωρα καὶ ὑπερκόσμια φρονοῦσα, οἷα δὴ τὸ πολίτευμα ἔχουσα ἐν οὐρανοῖς καὶ πρὸς τὴν ἄνω βλέπουσα ἀξίαν, τῆς ἐπαγγελίας ἐνενόει καὶ περιεσκόπει ἀκούσεσθαί τι τῶν ἐπηγγελμένων [ταῖς ἐπαγγελίαις] ἡμῖν ἀγαθῶν, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. εἰ ὀφθαλμὸς οὐκ εἶδεν, τίς ὁ διηγούμενος; εἰ οὖς οὐκ ἤκουσεν, πῶς τὸ σὸν ὑποδέξεται; εἰ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, πῶς ἡ διάνοια ἡμῶν λάβῃ; οὔτε τὰ σωματικὰ ἐκβάλλομεν καὶ τὰ πνευματικὰ ἐπιζητοῦμεν. ὡς γὰρ ἐπὶ τοῦ νόμου ἦν μὲν καὶ τὸ αἰσθητόν, ἀλλὰ τύπον ἐποίει τοῦ νοητοῦ, οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν σωματικῶς, ἀλληγοροῦμεν δὲ πνευματικῶς.

Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. τὰ ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος ἐν ᾧ ἐφύτευσε παραδέδοται· Ἐν Ἐδέμ, φησίν, ἐφύτευσεν, τουτέστιν ἐν τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ὀνομάζεται. ἆρα οὖν τρυφὴν τὴν διὰ στόματος ἀπόλαυσιν ὀνομάζει τῇ κοιλίᾳ παραδεδομένην ἧς τέλος ὁ ἀφεδρών, καὶ τρυφὴν παραδέδωκε τὴν ἀπολλυμένην καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις, γαστρὸς πλήρωσις καὶ εὐπάθεια σώματος καὶ διάχυσις ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν οὐδὲ εἰπεῖν εὐσεβές. ἀκολασίας γάρ που καὶ ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τὴν ψυχὴν εὐκατάφορον ποιοῦντα πρὸς ἁμαρτίαν. οὐκοῦν τρυφὴν νοήσωμεν ἀξίαν θεοῦ, ἵνα καὶ τὴν φυτείαν πρέπουσαν τῇ γεωργίᾳ θεοῦ διδαχθῶμεν. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἁρμόζουσα;

Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἐπεὶ οὖν ἄπειρον τὸ κάλλος τῆς ἀρετῆς ἀπὸ τῆς πολυποικίλου σοφίας τοῦ θεοῦ τὴν ἀρχὴν ἔχον, διὰ τοῦτο γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ κεκαλλωπισμένον ἐξήστραπτεν. ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ θεοῦ· ἀλλαχοῦ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν φυτῶν τὰ οὐράνια κάλλη, ὅστις ἐν τοῖς ἑξῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον.

Ἐν μὲν οὖν τοῖς κατόπιν ἐλέγετο ὅτι πρότερον τὴν κτίσιν πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν καὶ δεσποτείαν τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἐναντίον πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πλήρει τῷ οἴκῳ τὸν οἰκοδεσπότην ἐπεισαγάγῃ καὶ μὴ πένητα κτίσας ὕστερον αὐτῷ τὴν εὐπορίαν χαρίσηται, ἐνταῦθα δὲ τὴν ἐκ προκοπῆς τελείωσιν αὐτῷ χαριζόμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παραδείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων γνωρίσῃ μὲν τοῦ κάλλους τὴν ὑπεροχήν, φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν ζημίαν.