Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας

Γρηγόριος ὁ Νύσσης

Ο κανόνας του θεοφιλούς βίου και η μίμηση των αγίων

Παρουσίαση ενός προτύπου ασκητικής βιοτής νεκρωμένης ως προς τη σάρκα και προτροπή προς τον θείο έρωτα της σοφίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 3

Ἐὰν ἴδῃς βίον ἀνθρώπου ἐν μέσῳ θανάτου καὶ ζωῆς ἑστῶτα τὸ ἑκατέρωθεν χρήσιμον εἰς φιλοσοφίαν αἱρούμενον, οὔτε τὸ ἄπρακτον τοῦ θανάτου καταδεχόμενον ἐν τῇ περὶ τὰς ἐντολὰς προθυμίᾳ, οὔτε ὅλῳ τῷ ποδὶ ἐπὶ τῆς ζωῆς βεβηκότα διὰ τὴν τῶν κοσμικῶν ἐπιθυμιῶν ἀλλοτρίωσιν, ἀλλ᾽ ἐν οἷς μὲν σαρκὸς ζωὴ δοκιμάζεται τῶν νεκρῶν ἀπρακτότερον μένοντα, πρὸς δὲ τὰ τῆς ἀρετῆς ἔργα, δι᾽ ὧν «οἱ τῷ πνεύματι ζῶντες» ἐπιγινώσκονται, ἀληθῶς ἔμψυχον καὶ ἐνεργὸν καὶ ἰσχύοντα, πρὸς τοῦτον βλέπε τὸν κανόνα τοῦ βίου. Οὗτος ἔστω σοι σκοπὸς τῆς θείας ζωῆς, καθάπερ τοῖς κυβερνήταις οἱ ἀειφανεῖς τῶν ἀστέρων. Μίμησαι τούτου καὶ πολιὰν καὶ νεότητα, μᾶλλον δὲ μίμησαι αὐτοῦ τὸ ἐν μειρακίῳ γῆρας καὶ τὴν ἐν τῷ γήρᾳ νεότητα.

Οὔτε γὰρ τὸ ῥωμαλέον αὐτοῦ τῆς ψυχῆς καὶ δραστήριον ἤδη πρὸς γῆρας ἐπικλιθείσης τῆς ἡλικίας ὁ χρόνος ἠμαύρωσεν, οὔτε ἡ νεότης ἐνεργὸς ἦν ἐν οἷς νεότης ἐνεργοῦσα γνωρίζεται, ἀλλά τις ἦν μίξις θαυμαστὴ τῶν ἐναντίων ἐν ἑκατέρᾳ τῇ ἡλικίᾳ, μᾶλλον δὲ ὑπαλλαγὴ τῶν ἰδιωμάτων, ἐν γήρᾳ μὲν τῆς δυνάμεως πρὸς τὸ ἀγαθὸν νεαζούσης, ἐν μειρακίῳ δὲ τῆς νεότητος πρὸς τὸ κακὸν ἀπρακτούσης. Εἰ δὲ καὶ τοὺς ἔρωτας τῆς ἡλικίας ἐκείνης ἀναζητήσεις, μίμησαι τὸ σφοδρὸν καὶ διάπυρον τοῦ θείου τῆς σοφίας ἔρωτος, ᾧ ἐκ νηπίου συνηυξήθη καὶ μέχρι γήρως διήρκεσεν. Εἰ δὲ ἀδυνατεῖς πρὸς αὐτὸν ὁρᾶν, καθάπερ πρὸς τὸν ἥλιον οἱ τοὺς ὀφθαλμοὺς ἐμπαθέστεροι, σὺ δὲ ἀπόβλεψον εἰς τὸν ὑπ᾽ αὐτῷ τεταγμένον τῶν ἁγίων χορόν, τοὺς πρὸς μίμησιν τῶν καθ᾽ ἡλικίας γενομένων τῷ βίῳ λάμποντας· τοῦτον τέθεικε σκοπὸν ὁ θεὸς τῇ ἡμετέρᾳ ζωῇ.