Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας

Γρηγόριος ὁ Νύσσης

Η παρθενία ως υπέρβαση της φθοράς και επιστροφή στην αφθαρσία

Ο παρθενικός βίος ως διακοπή της κυριαρχίας του θανάτου και ως μέσο αποκατάστασης της ανθρώπινης φύσης στην αρχική της μακαριότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 12

Κεφάλαιον ιγʹ Ὅτι ἀρχὴ τῆς ἑαυτοῦ ἐπιμελείας ἡ ἀπαλλαγὴ τοῦ γάμου ἐστίν. Εἰ οὖν μέλλομεν ἀναλύειν ἐντεῦθεν καὶ σὺν Χριστῷ γίνεσθαι, πάλιν ἐκ τοῦ τελευταίου προσήκει τῆς ἀναλύσεως ἄρξασθαι, ὥσπερ οἱ τῶν οἰκείων ἀποξενωθέντες, ἐπειδὰν ἐπιστρέφωσιν ὅθεν ὥρμησαν, πρῶτον ἐκεῖνον καταλείπουσι τὸν τόπον ᾧ τελευταῖον προϊόντες συνέτυχον.

Ἐπεὶ οὖν τοῦ χωρισμοῦ τῆς ἐν τῷ παραδείσῳ ζωῆς τὸ τελευταῖον ὁ γάμος ἐστί, τοῦτον πρῶτον καταλιπεῖν ὥσπερ τινὰ σταθμὸν ἔσχατον τοῖς πρὸς τὸν Χριστὸν ἀναλύουσιν ὑφηγεῖται ὁ λόγος· εἶτα τῆς περὶ τὴν γῆν ταλαιπωρίας ἀναχωρῆσαι, ᾗ ἐνιδρύνθη μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος· ἐπὶ τούτῳ ἔξω τῶν τῆς σαρκὸς προκαλυμμάτων γενέσθαι, τοὺς «δερματίνους χιτῶνας», τουτέστι «τὸ φρόνημα τῆς σαρκὸς» ἐκδυσαμένους, καὶ πάντα «ἀπειπαμένους τὰ κρυπτὰ τῆς αἰσχύνης», μηκέτι τῇ συκῇ τοῦ πικροῦ βίου ὑποσκιάζεσθαι, ἀλλ᾽ ἀπορρίψαντας τὰ ἐκ τῶν προσκαίρων τούτων φύλλων τῆς ζωῆς προκαλύμματα ἐν ὀφθαλμοῖς γίνεσθαι πάλιν τοῦ κτίσαντος, τήν τε κατὰ γεῦσιν καὶ ὄψιν ἀπάτην ἀπώσασθαι, σύμβουλόν τε μηκέτι τὸν ἰοβόλον ὄφιν, ἀλλὰ τὴν ἐντολὴν τοῦ θεοῦ μόνην ἔχειν. Αὕτη δέ ἐστι τὸ τοῦ καλοῦ μόνου ἅπτεσθαι, τὴν δὲ τοῦ πονηροῦ γεῦσιν ἀπώσασθαι, ὡς ἐκεῖθεν ἡμῖν τῆς τῶν κακῶν ἀκολουθίας τὴν ἀρχὴν λαβούσης, ἐκ τοῦ μὴ θελῆσαι τὸ κακὸν ἀγνοῆσαι.

Διὸ καὶ ἀπερρήθη τοῖς πρωτοπλάστοις τὸ μὴ μετὰ τοῦ καλοῦ καὶ τὴν τῶν ἐναντίων γνῶσιν λαβεῖν, ἀλλ᾽ ἀποσχέσθαι μὲν «τοῦ γνωστοῦ καλοῦ τε καὶ πονηροῦ», καθαρὸν δὲ καὶ ἀμιγὲς καὶ ἀμέτοχον τοῦ κακοῦ τὸ ἀγαθὸν καρποῦσθαι· ὅπερ οὐδὲν ἄλλο ἐστίν, ὥς γε ὁ ἐμὸς λόγος, ἢ μετὰ τοῦ θεοῦ εἶναι μόνου καὶ ταύτην ἄπαυστον ἔχειν καὶ διηνεκῆ τὴν τρυφὴν καὶ μὴ συγκαταμιγνύειν τῇ ἀπολαύσει τοῦ καλοῦ τὰ πρὸς τὸ ἐναντίον ἀφέλκοντα. Καὶ εἰ χρὴ τολμήσαντα εἰπεῖν, τάχα οὕτως ἄν τις ἀπὸ τοῦ κόσμου τούτου, ὃς «ἐν τῷ πονηρῷ κεῖται», ἁρπαγείη πάλιν εἰς τὸν παράδεισον, ἐν ᾧ καὶ Παῦλος γενόμενος ἤκουσέ τε καὶ εἶδε τὰ ἄρρητα καὶ ἀθέατα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.

Ἀλλ᾽ ἐπειδὴ ὁ μὲν παράδεισος ζώντων ἐστὶν οἰκητήριον τοὺς διὰ τῆς ἁμαρτίας νεκρωθέντας οὐ προσδεχόμενος, ἡμεῖς δὲ σάρκινοι καὶ θνητοί, πεπραμένοι τῇ ἁμαρτίᾳ, πῶς ἔστιν «ἐν τῇ χώρᾳ τῶν ζώντων» γενέσθαι τὸν τῇ δυναστείᾳ τοῦ θανάτου κρατούμενον; Ποῖον τρόπον καὶ ποίαν ἐπίνοιαν ἐξεύροι τις ἄν, ὅπως ἔξω τῆς ἐξουσίας ταύτης γενήσεται; Ἀλλ᾽ ἀρκεῖ πάντως καὶ πρὸς τοῦτο ἡ τοῦ εὐαγγελίου ὑφήγησις. Οὐκοῦν ἠκούσαμεν τοῦ κυρίου πρὸς τὸν Νικόδημον λέγοντος, ὅτι «Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.» Οἴδαμεν δὲ τὴν μὲν σάρκα θανάτῳ διὰ τὴν ἁμαρτίαν οὖσαν ὑπόδικον, τὸ δὲ πνεῦμα τοῦ θεοῦ καὶ ἄφθαρτον καὶ ζωοποιὸν καὶ ἀθάνατον.

Ὥσπερ τοίνυν τῇ κατὰ σάρκα γενέσει συναπόκειται πάντως καὶ ἡ διαλύουσα δύναμις τὸ γεννώμενον, οὕτω δηλαδὴ καὶ τὸ πνεῦμα τοῖς δι᾽ αὐτοῦ γεννωμένοις τὴν ζωοποιὸν ἐναποτίθεται δύναμιν. Τί οὖν ἀνακύπτει διὰ τῶν εἰρημένων; ἀποστάντας ἡμᾶς τῆς κατὰ σάρκα ζωῆς, ᾗ πάντως ἐπακολουθεῖ καὶ ὁ θάνατος, τοιοῦτον ἐπιζητῆσαι βίον, ὃς οὐκέτι τοῦ θανάτου τὴν ἀκολουθίαν ἐφέλκεται· οὗτος δέ ἐστιν ὁ ἐν παρθενίᾳ βίος. Καὶ ὡς ἀληθῆ ταῦτα μικρῶν προστεθέντων ἔσται καταφανέστερα. Τίς γὰρ οὐκ οἶδεν, ὅτι τῆς μὲν σωματικῆς συναφείας τὸ ἔργον σωμάτων θνητῶν ἐστι κατασκευή, τῆς δὲ πρὸς τὸ πνεῦμα κοινωνίας ζωὴ καὶ ἀφθαρσία τοῖς συναφθεῖσιν ἀντὶ τέκνων προσγίνεται;

Καὶ καλῶς ἐστι τὸ ἀποστολικὸν εἰπεῖν ἐπὶ τούτῳ ὅτι «σῴζεται διὰ τῆς τεκνογονίας» ταύτης ἡ τῶν τοιούτων τέκνων μήτηρ εὐφραινομένη, καθὼς ἐν θείοις ὕμνοις ὁ ψαλμῳδὸς ἀνευφήμησεν εἰπών· «Ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.» Εὐφραίνεται γὰρ ὡς ἀληθῶς ἡ παρθένος μήτηρ, ἡ τὰ ἀθάνατα τέκνα κυοφοροῦσα διὰ τοῦ πνεύματος, στεῖρα διὰ τὴν σωφροσύνην ὑπὸ τοῦ προφήτου ὠνομασμένη.

Κεφάλαιον ιδʹ Ὅτι ἡ παρθενία κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν. Οὐκοῦν ὁ τοιοῦτος βίος προτιμητέος τοῖς γε νοῦν ἔχουσιν, ὃς κρείττων τῆς τοῦ θανάτου δυναστείας ἐστίν. Ἡ γὰρ σωματικὴ παιδοποιία—καὶ μηδεὶς δυσχεράνῃ τὸν λόγον—οὐ μᾶλλον ζωῆς ἀλλὰ θανάτου τοῖς ἀνθρώποις ἀφορμὴ γίνεται· ἀπὸ γὰρ γενέσεως ἡ φθορὰ τὴν ἀρχὴν ἔχει, ἧς οἱ παυσάμενοι διὰ τῆς παρθενίας ἐν ἑαυτοῖς ἔστησαν τὴν τοῦ θανάτου περιγραφήν, περαιτέρω προελθεῖν αὐτὸν δι᾽ ἑαυτῶν κωλύσαντες, καὶ ὥσπερ τι μεθόριον θανάτου καὶ ζωῆς ἑαυτοὺς στήσαντες ἐπέσχον αὐτὸν τῆς ἐπὶ πρόσω φορᾶς. Εἰ οὖν οὐ δύναται παρελθεῖν τὴν παρθενίαν ὁ θάνατος, ἀλλ᾽ ἐν αὐτῇ καταλήγει καὶ καταλύεται, σαφῶς ἀποδείκνυται τὸ κρεῖττον εἶναι τοῦ θανάτου τὴν παρθενίαν, καὶ καλῶς ἄφθορον ὀνομάζεται σῶμα τὸ μὴ ὑπουργῆσαν τῇ τοῦ φθαρτοῦ βίου ὑπηρεσίᾳ μηδὲ τῆς θνητῆς διαδοχῆς ὄργανον γενέσθαι καταδεξάμενον.

Ἐν τούτῳ γὰρ διεκόπη τὸ συνεχὲς τῆς τοῦ φθείρεσθαι καὶ ἀποθνῄσκειν ἀκολουθίας, ὅπερ ἀπὸ τοῦ πρωτοπλάστου καὶ μέχρι τῆς τοῦ παρθενεύοντος ζωῆς διὰ μέσου γέγονεν· οὐ γὰρ ἦν δυνατὸν ἀργῆσαί ποτε τὸν θάνατον, ἐνεργουμένης διὰ τοῦ γάμου τῆς ἀνθρωπίνης γενέσεως. Ἀλλὰ πάσαις ταῖς προλαβούσαις γενεαῖς συμπαροδεύων καὶ τοῖς ἀεὶ παραγινομένοις εἰς τὸν βίον συνδιεξερχόμενος, ὅρον τῆς ἐνεργείας ἑαυτοῦ τὴν παρθενίαν εὗρεν, ὃν παρελθεῖν τῶν ἀμηχάνων ἐστίν· ὥσπερ γὰρ ἐπὶ τῆς θεοτόκου Μαρίας «ὁ βασιλεύσας ἀπὸ Ἀδὰμ μέχρις» ἐκείνης «θάνατος», ἐπειδὴ καὶ κατ᾽ αὐτὴν ἐγένετο, καθάπερ τινὶ πέτρᾳ τῷ καρπῷ τῆς παρθενίας προσπταίσας περὶ αὐτὴν συνετρίβη, οὕτως ἐν πάσῃ ψυχῇ τῇ διὰ παρθενίας τὴν ἐν σαρκὶ παριούσῃ ζωὴν συντρίβεταί πως καὶ καταλύεται τοῦ θανάτου τὸ κράτος, οὐκ ἔχοντος τίσι τὸ ἑαυτοῦ κέντρον ἐναπερείσηται.

Καὶ γὰρ τὸ πῦρ, εἰ μὴ ὑποβληθείη ξύλα καὶ καλάμη καὶ χόρτος αὐτῷ ἢ ἄλλο τι τῶν ὑπὸ πυρὸς δαπανωμένων, οὐκ ἔχει φύσιν ἐφ᾽ ἑαυτῷ μένειν· οὕτως οὐδὲ τοῦ θανάτου ἡ δύναμις ἐνεργήσει, μὴ τοῦ γάμου τὴν ὕλην ὑποτιθέντος αὐτῷ καὶ τοὺς τεθνηξομένους οἷον καταδίκους τινὰς ἑτοιμάζοντος.

Εἰ δὲ ἀμφιβάλλεις, ἐπίσκεψαι τῶν συμφορῶν τὰ ὀνόματα, ὅσα ἐκ τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπάγεται, καθὼς ἤδη καὶ κατ᾽ ἀρχὰς τοῦ λόγου προείρηται. Πόθεν τὴν ἀρχὴν ἔχει; Ἆρ᾽ ἔστι χηρείαν ὀδύρεσθαι ἢ ὀρφανίαν ἢ τὴν ἐπὶ παισὶ συμφορὰν μὴ προλαβόντος τοῦ γάμου; Αἱ γὰρ περισπούδαστοι θυμηδίαι καὶ εὐφροσύναι καὶ ἡδοναί, καὶ πάντα ὅσα περὶ τὸν γάμον σπουδάζεται, ταῖς τοιαύταις ὀδύναις ἐναπολήγουσιν. Ὥσπερ γὰρ τοῦ ξίφους ἡ μὲν λαβὴ λεία καὶ εὐαφὴς καὶ περιεξεσμένη καὶ στίλβουσα καὶ τῷ τύπῳ τῆς παλάμης ἐμφυομένη, τὸ δὲ λοιπὸν σίδηρός ἐστι, θανάτου ὄργανον, φοβερὸν μὲν ἰδεῖν, φοβερώτερον δὲ εἰς πεῖραν ἐλθεῖν, τοιοῦτόν τι καὶ ὁ γάμος ἐστί, καθάπερ λαβήν τινα διά τινος εὐμηχάνου τορείας ὡραϊσμένην τὸ λεῖον καὶ ἐπιπόλαιον τῆς ἡδονῆς προτείνων τῇ ἐπαφῇ τῆς αἰσθήσεως, ἀλλ᾽ ἐπειδὰν ἐν χερσὶ γένηται τοῦ ἁψαμένου καὶ τὴν τῶν ἀλγεινῶν παρουσίαν συνημμένως μεθ᾽ ἑαυτοῦ συνεισήγαγε, πένθους καὶ συμφορῶν δημιουργὸς τοῖς ἀνθρώποις γινόμενος.

Οὗτος ἔδειξε τὰ ἐλεεινὰ καὶ πλήρη δακρύων θεάματα· παῖδας ἐν ἀωρίᾳ τῆς ἡλικίας ἠρημωμένους καὶ λάφυρον προκειμένους τοῖς δυναστεύουσιν, ἐπιμειδιῶντας πολλάκις ὑπὸ τῆς τῶν κακῶν ἀγνοίας τῷ δυστυχήματι. Χηρείας δὲ γένεσις τίς ἄλλη καὶ οὐχὶ γάμος ἐστίν; Οὐκοῦν ἡ ἀναχώρησις τούτου πάντων ἀθρόως τῶν κακῶν τούτων λειτουργημάτων τὴν ἀτέλειαν ἔχει, καὶ οὐδὲν ἀπεικός· ὅπου γὰρ ἀναλύεται μὲν ἡ ἐξ ἀρχῆς ὁρισθεῖσα κατὰ τῶν πεπλημμεληκότων κατάκρισις, οὐκέτι δὲ θλίψεις τῶν μητέρων κατὰ τὸ γεγραμμένον πληθύνονται οὐδὲ λύπη τῆς ἀνθρωπίνης προηγεῖται γενέσεως, συνανῄρηται πάντως ἡ ἀπὸ τοῦ βίου συμφορὰ καὶ ἀφῄρηται τῶν προσώπων τὸ δάκρυον, καθώς φησιν ὁ προφήτης· οὐ γὰρ ἐν ἀνομίαις ἐστὶν ἡ σύλληψις ἔτι, οὐδὲ ἐν ἁμαρτίαις ἡ κύησις, οὐδὲ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς καὶ ἐκ θελήματος σαρκός, ἀλλ᾽ ἐκ θεοῦ μόνου ἡ γέννησις γίνεται. Τοῦτο δὲ γίνεται, ὅταν συλλαμβάνῃ μέν τις ἐν τῷ ζωτικῷ τῆς καρδίας τὴν ἀφθαρσίαν τοῦ πνεύματος, τίκτῃ δὲ «σοφίαν τε καὶ δικαιοσύνην, ἁγιασμόν τε καὶ ἀπολύτρωσιν». Παντὶ γὰρ ἔξεστι μητέρα γενέσθαι τοῦ ταῦτα ὄντος, καθώς φησί που ὁ κύριος, ὅτι «Ὁ τὸ θέλημά μου ποιῶν καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ μού ἐστιν.» Τίνα οὖν χώραν ἔχει ἔτι ἐπὶ τῶν τοιούτων κυημάτων ὁ θάνατος;

Ὄντως «κατεπόθη ἐν ἐκείνοις τὸ θνητὸν ὑπὸ τῆς ζωῆς», καὶ ἔοικεν εἰκών τις εἶναι τῆς «ἐν τῷ μέλλοντι αἰῶνι» μακαριότητος ὁ ἐν παρθενίᾳ βίος, πολλὰ φέρων ἐν ἑαυτῷ τῶν δι᾽ ἐλπίδος ἀποκειμένων ἀγαθῶν τὰ γνωρίσματα.

Ἔξεστι δὲ ἐπιγνῶναι τὴν τῶν εἰρημένων ἀλήθειαν τὸν λόγον κατεξετάζοντας· πρῶτον μὲν γὰρ «τῇ ἁμαρτίᾳ καθάπαξ ἀποθανὼν ζῇ τὸ λοιπὸν τῷ θεῷ», οὐκέτι «καρποφορῶν τῷ θανάτῳ», καὶ ὅσον τὸ ἐφ᾽ ἑαυτῷ συντέλειαν τῆς κατὰ σάρκα ζωῆς ἐν ἑαυτῷ ποιήσας ἀναμένει λοιπὸν «τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τοῦ μεγάλου θεοῦ», οὐδὲν διάστημα μεταξὺ ἑαυτοῦ καὶ τῆς παρουσίας τοῦ θεοῦ διὰ τῶν διὰ μέσου γενεῶν ἐργαζόμενος. Εἶτα τὸ ἐξαίρετον τῶν ἐν τῇ ἀναστάσει καλῶν καὶ ἐν τῷ παρόντι καρποῦται βίῳ· εἰ γὰρ ἰσάγγελος ἡ ζωή, ἣ μετὰ τὴν ἀνάστασιν παρὰ τοῦ κυρίου τοῖς δικαίοις ἐπήγγελται, τῆς δὲ ἀγγελικῆς φύσεως ἴδιον τὸ ἀπηλλάχθαι τοῦ γάμου ἐστίν, ἤδη δέδεκται τὰ τῆς ἐπαγγελίας καλὰ «ταῖς λαμπρότησι τῶν ἁγίων» ἀναμιγνύμενος καὶ τῷ ἀμολύντῳ τῆς ζωῆς τὴν καθαρότητα τῶν ἀσωμάτων μιμούμενος. Εἰ οὖν τούτων καὶ τῶν τοιούτων ἡ παρθενία γίνεται πρόξενος, τίς μὲν λόγος ἐπαξίως τὴν χάριν ταύτην θαυμάσεται; Τί δὲ ἄλλο τῶν τῆς ψυχῆς ἀγαθῶν οὕτω φανήσεται μέγα καὶ τίμιον, ὡς τῷ μεγαλείῳ τοῦ χαρίσματος τούτου παρισωθῆναι διὰ συγκρίσεως;

Κεφάλαιον ιεʹ Ὅτι ἡ ἀληθὴς παρθενία ἐν παντὶ ἐπιτηδεύματι θεωρεῖται. Ἀλλ᾽ εἰ κατείληπται ἡμῖν ἡ ὑπερβολὴ τοῦ χαρίσματος, συνιδεῖν προσήκει καὶ τὸ ἀκόλουθον, ὅτι οὐχ ἁπλοῦν, ὡς ἄν τις οἰηθείη, τὸ κατόρθωμα τοῦτό ἐστιν, οὐδὲ μέχρι τῶν σωμάτων ἱστάμενον, ἀλλ᾽ ἐπὶ πάντα διῆκον καὶ διαβαῖνον τῇ ἐπινοίᾳ, ὅσα κατορθώματα ψυχῆς ἐστι καὶ νομίζεται. Ἡ γὰρ τῷ ἀληθινῷ νυμφίῳ προσκολληθεῖσα διὰ παρθενίας ψυχή, οὐ μόνον τῶν σωματικῶν μολυσμάτων ἑαυτὴν ἀποστήσει, ἀλλ᾽ ἐντεῦθεν μὲν ἄρξεται τῆς καθαρότητος, ἐπὶ πάντα δὲ ὁμοίως καὶ μετὰ τῆς ἴσης ἀσφαλείας πορεύσεται, μήπου τῆς καρδίας παρὰ τὸ δέον ἐπικλιθείσης εἰς πονηροῦ τινος κοινωνίαν μοιχικόν τι πάθος κατὰ τὸ μέρος ἐκεῖνο προσδέξηται. Οἷόν τι λέγω —πάλιν γὰρ τὸν λόγον ἐπαναλήψομαι—· ἡ τῷ κυρίῳ προσκολληθεῖσα ψυχὴ εἰς τὸ γενέσθαι πρὸς αὐτὸν ἓν πνεῦμα, καὶ καθάπερ ὁμολογίαν τινὰ συμβιωτικὴν καταθεμένη τὸ μόνον ἐκεῖνον «ἀγαπᾶν ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως», οὔτε τῇ πορνείᾳ προσκολληθήσεται, ἵνα μὴ γένηται σῶμα ἓν πρὸς αὐτήν, οὔτε ἄλλο τι τῶν ἀντικειμένων τῇ σωτηρίᾳ προσδέξεται, ὡς μιᾶς οὔσης ἐν ἅπασι τῆς τῶν μιασμάτων κοινότητος, καί, εἰ δι᾽ ἑνός τινος μολυνθείη, μηκέτι τὸ ἄσπιλον ἔχειν ἐν ἑαυτῇ δυναμένη.

Ἔστι δὲ καὶ δι᾽ ὑποδείγματος τεκμηριῶσαι τὸν λόγον. Ὥσπερ τὸ ἐν τῇ λίμνῃ ὕδωρ τέως μὲν λεῖόν ἐστι καὶ ἀκίνητον, εἰ μηδεμία τις τῶν ἔξωθεν ταραχὴ προσπεσοῦσα τὸ σταθερὸν τοῦ τόπου διακινήσειε, λίθου δέ ποθεν ἐμπεσόντος τῇ λίμνῃ ὅλον ἐν κύκλῳ συνεκλονήθη τῷ μερικῷ σάλῳ συγκυματούμενον—ὁ μὲν γὰρ ὑπὸ τοῦ βάρους εἰς τὸν βυθὸν καταδύεται, τῶν δὲ περὶ αὐτὸν κυμάτων κυκλοτερῶς ἐν ἀλλήλοις ἐγειρομένων καὶ ἐπὶ τὰ ἄκρα τοῦ ὕδατος ὑπὸ τῆς ἐν τῷ μέσῳ κινήσεως ἐξωθουμένων, πᾶσα ἐν κύκλῳ περιτραχύνεται τῆς λίμνης ἡ ἐπιφάνεια συνδιατιθεμένη τῷ βάθει—· οὕτω καὶ τὸ τῆς ψυχῆς γαληναῖον καὶ ἡσύχιον δι᾽ ἑνός τινος παρεμπεσόντος εἰς αὐτὴν πάθους ὅλον συνδιεσείσθη καὶ τῆς τοῦ μέρους βλάβης ἐπῄσθετο. Φασὶ δὲ καὶ οἱ τὰ τοιαῦτα ἐξητακότες μὴ ἀπεσχίσθαι τὰς ἀρετὰς ἀπ᾽ ἀλλήλων μηδὲ δυνατὸν εἶναι μιᾶς τινος ἀρετῆς κατὰ τὸν ἀκριβῆ περιδράξασθαι λόγον τὸν μὴ καὶ τῶν λοιπῶν ἐφαψάμενον, ἀλλ᾽ ᾧ ἂν παραγένηται μία τῶν ἀρετῶν ἀναγκαίως ἐπακολουθεῖν καὶ τὰς ἄλλας. Οὐκοῦν ἐξ ἀντιστρόφου καὶ ἡ περί τι βλάβη τῶν ἐν ἡμῖν εἰς ὅλον τὸν κατ᾽ ἀρετὴν διατείνει βίον καὶ ὄντως, καθώς φησιν ὁ ἀπόστολος, τοῖς μέλεσι τὸ ὅλον συνδιατίθεται, ἄν τε πάσχῃ μέλος ἕν, συναλγοῦντος τοῦ παντός, ἄν τε καὶ δοξάζηται, τοῦ ὅλου συγχαίροντος.