Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ παρθενίας

Γρηγόριος ὁ Νύσσης

Η εγκράτεια, η καθοδήγηση στον ασκητικό βίο και ο τελικός σκοπός της θεοπτίας

Το ορθό μέτρο της άσκησης, η ζωτική σημασία του έμπειρου πνευματικού οδηγού και η προσφορά του καθαρού βίου ως θυσίας προς τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 12 από 12

Κεφάλαιον καʹ Ὅτι χρὴ τὸν ἀκριβῶς ζῆν προελόμενον πρὸς πᾶν εἶδος σωματικῆς ἡδονῆς ἀλλοτρίως ἔχειν. Ἐπειδὴ δὲ τῇ καθαρότητι τοῦ θεοῦ προσεγγίσαι, μὴ αὐτόν τινα πρότερον τοιοῦτον γενόμενον, ἀδύνατον κατεφάνη, ἀναγκαῖον ἂν εἴη μεγάλῳ τινὶ καὶ ἰσχυρῷ διατειχίσματι πρὸς τὰς ἡδονὰς ἑαυτὸν διαστῆσαι, ὡς ἂν μηδαμοῦ τῷ προσεγγισμῷ τούτῳ τὸ καθαρὸν τῆς καρδίας ἐπιμολύνοιτο· τεῖχος δέ ἐστιν ἀσφαλὲς ἡ τελεία πρὸς πᾶν τὸ ἐμπαθῶς ἐπιτελούμενον ἀλλοτρίωσις.

Μία γὰρ οὖσα τῷ γένει ἡ ἡδονή, καθὼς ἀκούειν ἔστι τῶν σοφῶν, ὥσπερ τὸ ὕδωρ ἐκ μιᾶς πηγῆς εἰς διαφόρους ὀχετοὺς μεριζόμενον, δι᾽ ἑκάστου τῶν αἰσθητηρίων τοῖς φιληδόνοις ἐγκαταμίγνυται. Οὐκοῦν ὁ διά τινος τῶν αἰσθήσεων τῆς ἐγγενομένης αὐτῷ ἡδονῆς ἡττηθεὶς ἐκεῖθεν ἐτρώθη τὴν καρδίαν, καθὼς διδάσκει ἡ τοῦ κυρίου φωνή, ὅτι τῶν ὀφθαλμῶν τὴν ἐπιθυμίαν ὁ πληρώσας ἐν τῇ καρδίᾳ τὴν βλάβην ἐδέξατο. Οἶμαι δὲ ἀπὸ μέρους ἐνταῦθα περὶ παντὸς αἰσθητηρίου προειρηκέναι τὸν κύριον, ὥστε ἀκολουθοῦντας ἡμᾶς τῷ εἰρημένῳ καλῶς ἂν προσθεῖναι, ὅτι καὶ ὁ ἀκούσας πρὸς τὸ ἐπιθυμῆσαι καὶ ὁ ἁψάμενος καὶ ὁ πᾶσαν τὴν ἐν ἡμῖν δύναμιν εἰς ὑπηρεσίαν ἡδονῆς κατασπάσας τῇ καρδίᾳ ἐξήμαρτεν.

Ἵνα οὖν μὴ τοῦτο γένηται, κανόνι χρηστέον τούτῳ πρὸς τὸν ἴδιον βίον τῷ σώφρονι, τῷ μήποτε προσθέσθαι τινὶ κατὰ ψυχήν, ᾧ δέλεάρ τι ἡδονῆς παραμέμικται, καὶ πρό γε πάντων τὴν ἐπὶ τῆς γεύσεως ἡδονὴν διαφερόντως φυλάττεσθαι, διότι προσεχεστέρα πως αὕτη δοκεῖ εἶναι καὶ οἱονεὶ μήτηρ τῆς ἀπηγορευμένης. Αἱ γὰρ κατὰ βρῶσιν καὶ πόσιν ἡδοναὶ πλεονάζουσαι τῶν ἐδωδίμων τῇ ἀμετρίᾳ ἀνάγκην ἐμποιοῦσι τῷ σώματι τῶν ἀβουλήτων κακῶν, πλησμονῆς ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐντικτούσης τὰ τοιαῦτα πάθη. Ὡς ἂν οὖν μάλιστα γαληναῖον ἡμῖν διαμένοι τὸ σῶμα, μηδενὶ τῶν ἐκ τοῦ κόρου παθημάτων ἐπιθολούμενον, προνοητέον τῆς ἐγκρατεστέρας διαγωγῆς μέτρον καὶ ὅρον τῆς ἀπολαύσεως οὐ τὴν ἡδονήν, ἀλλὰ τὴν ἐφ᾽ ἑκάστου χρείαν ὁρίζειν.

Ὁρῶμεν δὲ καὶ τοὺς γεωργοὺς ἀναμεμιγμένον τῷ σίτῳ τὸ ἄχυρον τεχνικῶς διακρίνοντας, ὡς ἂν ἑκάτερον αὐτῶν εἰς τὴν προσήκουσαν χρείαν παραληφθείη, τὸ μὲν εἰς τὴν ἀνθρωπίνην ζωήν, τὸ δὲ εἰς καῦσίν τε ἅμα καὶ εἰς τὴν τῶν ἀλόγων τροφήν. Οὐκοῦν καὶ ὁ τῆς σωφροσύνης ἐργάτης διακρίνων τῆς ἡδονῆς τὴν χρείαν, ὥσπερ ἀχύρου τὸν σῖτον, τὴν μὲν ἀπορρίψει τοῖς ἀλογωτέροις, ὧν «τὸ τέλος εἰς καῦσιν», ὥς φησιν ὁ ἀπόστολος, τῆς δὲ χρείας αὐτῆς κατὰ τὸ ἐνδέον εὐχαριστῶν μεταλήψεται.

Κεφάλαιον κβʹ Ὅτι οὐ δεῖ πέρα τοῦ δέοντος ἀσκεῖν τὴν ἐγκράτειαν καὶ ὅτι ὁμοίως ἐναντιοῦται τῇ ψυχῇ πρὸς τελείωσιν ἥ τε πολυσαρκία τοῦ σώματος καὶ ἡ ἄμετρος κακοπάθεια. Ἀλλ᾽ ἐπειδὴ πολλοὶ ἐπὶ τὸ ἕτερον εἶδος τῆς ἀμετρίας κατολισθήσαντες διὰ τῆς ὑπερβαλλούσης ἀκριβείας ἔλαθον ὑπεναντία σπουδάζοντες τῷ ἰδίῳ σκοπῷ, καὶ ἄλλῳ τρόπῳ τῶν ὑψηλῶν τε καὶ θειοτέρων τὴν ψυχὴν ἀποστήσαντες εἰς ταπεινὰς φροντίδας καὶ ἀσχολίας κατήγαγον πρὸς τὰ σωματικὰ παρατηρήματα τὴν διάνοιαν ἑαυτῶν κλίναντες, ὡς μηκέτι αὐτοῖς ἐν ἐλευθερίᾳ μετεωροπορεῖν τὸν νοῦν καὶ τὰ ἄνω βλέπειν, ἀλλ᾽ ἐπὶ τὸ πονοῦν καὶ συντριβόμενον τῆς σαρκὸς ἐπικλίνεσθαι, καλῶς ἂν ἔχοι καὶ τούτου ποιεῖσθαι τὴν ἐπιμέλειαν καὶ τὰς ἐξ ἑκατέρων ἀμετρίας ἐπίσης παραφυλάττεσθαι, μήτε διὰ πολυσαρκίας καταχωννύντας τὸν νοῦν μηδ᾽ αὖ πάλιν ταῖς ἐπεισάκτοις ἀσθενείαις ἐξίτηλον αὐτὸν καὶ ταπεινὸν ποιεῖν καὶ περὶ τοὺς σωματικοὺς πόνους ἠσχολημένον, μεμνῆσθαι δὲ τοῦ σοφοῦ παραγγέλματος τοῦ ἐπίσης ἀπειρηκότος τήν τε ἐπὶ τὰ δεξιὰ καὶ τὴν ἐπὶ τὰ ἐναντία παρατροπήν. Ἤκουσα δέ τινος ἰατρικοῦ τὰ ἐκ τῆς τέχνης διεξιόντος, ὅτι ἐκ τεσσάρων ἡμῖν οὐχ ὁμοειδῶν στοιχείων ἀλλ᾽ ἐναντίως διακειμένων τὸ σῶμα συγκέκραται, θερμοῦ τε καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ.

Προνοητέον τοίνυν τῆς ἰσοκρατείας τῶν ποιοτήτων πρὸς τὴν τῆς ὑγείας διαμονήν, εἴπερ τι ἀληθὲς αὐτῶν ὁ λόγος ἔχει, μηδενὶ μέρει τῶν ἐξ ὧν συνεστήκαμεν ἢ πλεονασμὸν ἢ ἐλάττωσιν ἐκ τῆς κατὰ τὴν δίαιταν ἀνωμαλίας ἐπάγοντες. Ὥσπερ γὰρ ὁ τοῦ ἅρματος ἐπιστάτης, εἰ μὴ συμφωνούντων ἐπιστατοίη τῶν πώλων, οὔτε τὸν ὀξὺν ἐπισπέρχει τῇ μάστιγι οὔτε τὸν βραδὺν κατάγχει ταῖς ἡνίαις, οὐδ᾽ αὖ πάλιν τὸν ἐνδιάστροφον ἢ δυσήνιον ἄνετον ἐᾷ ταῖς οἰκείαις ὁρμαῖς εἰς ἀταξίαν ἐκφέρεσθαι, ἀλλὰ τὸν μὲν εὐθύνει, τὸν δὲ ἀνακόπτει, τοῦ δὲ καθικνεῖται διὰ τῆς μάστιγος, ἕως ἂν μίαν τοῖς πᾶσι τὴν πρὸς τὸν δρόμον σύμπνοιαν ἐμποιήσῃ· τὸν αὐτὸν τρόπον καὶ ὁ ἡμέτερος νοῦς ὁ τὰς τοῦ σώματος ἡνίας ὑφ᾽ ἑαυτὸν ἔχων οὔτε πλεονάζοντι τῷ θερμῷ κατὰ τὸν καιρὸν τῆς νεότητος τὰς τῆς πυρώσεως προσθήκας ἐπινοήσει, οὔτε κατεψυγμένῳ διὰ πάθος ἢ χρόνον τὰ ψύχοντα καὶ τὰ μαραίνοντα πλεονάσει, καὶ ἐπὶ τῶν λοιπῶν ποιοτήτων ὁμοίως τῆς γραφῆς ἀκούσεται· «ἵνα μήτε τὸ πολὺ πλεονάσῃ μήτε τὸ ὀλίγον ἐλαττώσῃ», ἀλλὰ τὸ ἐν ἑκατέρῳ ἄμετρον περικόπτων τῆς τοῦ ἐνδέοντος προσθήκης ἐπιμελήσεται καὶ ἐπίσης τὴν ἐφ᾽ ἑκάτερα τοῦ σώματος ἀχρηστίαν φυλάξεται, μήτε δι᾽ ὑπερβαλλούσης εὐπαθείας ἄτακτον καὶ δυσήνιον τὴν σάρκα ἑαυτοῦ ἐπασκήσας, μήτε διὰ τῆς ἀμέτρου κακοπαθείας νοσώδη καὶ λελυμένην καὶ ἄτονον πρὸς τὴν ἀναγκαίαν ὑπηρεσίαν παρασκευάσας.

Οὗτος ὁ τελεώτατος τῆς ἐγκρατείας σκοπός, οὐχὶ πρὸς τὴν τοῦ σώματος βλέπειν κακοπάθειαν, ἀλλὰ πρὸς τὴν τῶν ψυχικῶν διακονημάτων εὐκολίαν.

Κεφάλαιον κγʹ Ὅτι χρὴ τὸν τὴν ἀκρίβειαν τοῦ βίου τούτου μαθεῖν βουλόμενον παρὰ τοῦ κατορθώσαντος διδάσκεσθαι. Τὰ δὲ καθ᾽ ἕκαστον, ὅπως τε χρὴ βιοτεύειν τὸν ἐν τῇ φιλοσοφίᾳ ταύτῃ ζῆν προελόμενον καὶ τίνα φυλάττεσθαι καὶ τίσιν ἐπιτηδεύμασιν ἀσκεῖν ἑαυτόν, ἐγκρατείας μέτρα καὶ διαγωγῆς τρόπον καὶ πάντα τὸν ἐπιβάλλοντα τῷ τοιούτῳ σκοπῷ βίον, ὅτῳ φίλον δι᾽ ἀκριβείας μαθεῖν, εἰσὶ μὲν καὶ ἔγγραφοι διδασκαλίαι ταῦτα διδάσκουσαι, ἐνεργεστέρα δὲ τῆς ἐκ τῶν λόγων διδαχῆς ἡ διὰ τῶν ἔργων ἐστὶν ὑφήγησις, καὶ οὐδεμία πρόσεστι δυσκολία τῷ πράγματι, ὡς δεῖν ἢ μακρὰν ὁδοιπορίαν ἢ ναυτιλίαν πολλὴν ὑποστάντας ἐπιτυχεῖν τοῦ παιδεύοντος, ἀλλ᾽ «Ἐγγύς σου τὸ ῥῆμα», φησὶν ὁ ἀπόστολος, ἀπὸ τῆς ἑστίας ἡ χάρις.

Ἐνταῦθα τὸ τῶν ἀρετῶν ἐργαστήριον, ἐν ᾧ πρὸς τὸ ἀκρότατον τῆς ἀκριβείας ὁ τοιοῦτος βίος προϊὼν ἐκκεκάθαρται. Καὶ πολλή ἐστιν ἐξουσία καὶ σιωπώντων ἐνταῦθα καὶ φθεγγομένων τὴν οὐράνιον ταύτην πολιτείαν διὰ τῶν ἔργων διδάσκεσθαι, ἐπεὶ καὶ πᾶς λόγος δίχα τῶν ἔργων θεωρούμενος, κἂν ὅτι μάλιστα κεκαλλωπισμένος τύχῃ, εἰκόνι ἔοικεν ἀψύχῳ ἐν βαφαῖς καὶ χρώμασιν εὐανθῆ τινα χαρακτῆρα προδεικνυούσῃ· ὁ δὲ ποιῶν καὶ διδάσκων, καθώς φησί που τὸ εὐαγγέλιον, οὗτος ἀληθῶς ζῶν ἐστιν ἄνθρωπος καὶ ὡραῖος τῷ κάλλει καὶ ἐνεργὸς καὶ κινούμενος.

Οὐκοῦν τούτῳ προσφοιτητέον ἐστὶ τῷ μέλλοντι κατὰ τὸν αἱροῦντα λόγον τῆς παρθενίας ἀνθέξεσθαι. Καθάπερ γὰρ ὁ φωνὴν ἔθνους τινὸς ἐκμαθεῖν προθυμούμενος οὐκ ἔστιν αὐτάρκης ἑαυτῷ διδάσκαλος, ἀλλὰ παρὰ τῶν ἐπισταμένων παιδεύεται καὶ οὕτω γίνεται τοῖς ἀλλογλώσσοις ὁμόφωνος, οὕτως οἶμαι καὶ τοῦ βίου τούτου μὴ κατὰ τὴν ἀκολουθίαν προϊόντος τῆς φύσεως, ἀλλὰ ἀπεξενωμένου τῇ καινότητι τῆς διαγωγῆς, μὴ ἄλλως τινὰ μαθεῖν τὴν ἀκρίβειαν ἢ παρὰ τοῦ κατωρθωκότος χειραγωγούμενον. Καὶ τὰ ἄλλα δὲ πάντα, ὅσα κατὰ τὸν βίον ἐπιτηδεύομεν, μᾶλλον ἂν κατορθωθείη τῷ μετιόντι, εἰ παρὰ διδασκάλοις τις ἑκάστου τῶν σπουδαζομένων ἐκμάθοι τὴν ἐπιστήμην ἢ εἰ ἀφ᾽ ἑαυτοῦ κατεπιχειροίη τοῦ πράγματος· οὐ γὰρ ἐναργές ἐστι τὸ ἐπιτήδευμα τοῦτο, ὥστε κατ᾽ ἀνάγκην ἑαυτοῖς ἐπιτρέπειν τῶν λυσιτελούντων τὴν κρίσιν, ὅτε καὶ τὸ κατατολμᾶν τῆς τῶν ἀγνοουμένων πείρας οὐκ ἔξω κινδύνου καθίσταται.

Καθάπερ δὲ τὴν ἰατρικὴν πρότερον ἀγνοουμένην διὰ τῆς πείρας ἐξεῦρον οἱ ἄνθρωποι παρατηρήμασί τισι κατ᾽ ὀλίγον ἐκκαλυφθεῖσαν, ὥστε καὶ τὸ ὠφελοῦν καὶ τὸ βλάπτον διὰ τῆς τῶν πεπειραμένων μαρτυρίας ἐπιγνωσθὲν οὕτως εἰς τὸν τῆς τέχνης λόγον παραληφθῆναι καὶ παράγγελμα πρὸς τὸ μέλλον τὸ παρατηρηθὲν τοῖς προλαβοῦσι γίνεσθαι, νῦν δὲ ὁ πρὸς τὴν τέχνην ταύτην ἐσπουδακὼς οὐκ ἔχει ἀνάγκην τῇ καθ᾽ ἑαυτὸν πείρᾳ διαγινώσκειν τῶν φαρμάκων τὴν δύναμιν, εἴτε δηλητήριον εἴτε ἀλεξητήριόν τί ἐστιν, ἀλλὰ τὰ ἐγνωσμένα παρ᾽ ἑτέρων μαθὼν αὐτὸς τὴν τέχνην κατώρθωσε· τὸν αὐτὸν τρόπον καὶ τῆς τῶν ψυχῶν ἰατρικῆς, τῆς φιλοσοφίας λέγω, δι᾽ ἧς παντὸς πάθους τοῦ τῆς ψυχῆς ἁπτομένου τὴν θεραπείαν μανθάνομεν, οὐκ ἔστιν ἀνάγκη στοχασμοῖς τισι καὶ ὑπονοίαις μετιέναι τὴν ἐπιστήμην, ἀλλ᾽ ἐξουσίᾳ πολλῇ τῆς μαθήσεως παρὰ τοῦ διὰ μακρᾶς τε καὶ πολλῆς τῆς πείρας κτησαμένου τὴν ἕξιν.

Ἔστι μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ παντὸς πράγματος ἐπισφαλὴς σύμβουλος ἡ νεότης, καὶ οὐκ ἄν τις εὕροι ῥᾳδίως κατορθωθέν τι τῶν σπουδῆς ἀξίων, ᾧ μὴ πολιὰ συμπαρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος· ὅσῳ δὲ μείζων τῶν λοιπῶν ἐπιτηδευμάτων ὁ προκείμενος τοῖς μετιοῦσίν ἐστι σκοπός, τοσούτῳ καὶ μᾶλλον προνοητέον ἡμῖν τῆς ἀσφαλείας ἐστίν. Ἐπὶ μὲν γὰρ τῶν λοιπῶν ἡ νεότης οὐ κατὰ λόγον διοικουμένη εἰς χρήματα πάντως τὴν ζημίαν ἤνεγκεν, ἤ τινος κοσμικῆς περιφανείας ἢ καὶ ἀξιώματος ἐκπεσεῖν παρεσκεύασεν· ἐπὶ δὲ τῆς μεγάλης τε καὶ ὑψηλῆς ταύτης ἐπιθυμίας οὐ χρήματα τὸ κινδυνευόμενόν ἐστιν, οὐδὲ δόξα κοσμικὴ καὶ ἐφήμερος, οὐδὲ ἄλλο τι τῶν ἔξωθεν ἡμῖν παρεπομένων—τῶν καὶ κατὰ γνώμην καὶ ὡς ἑτέρως διοικουμένων ὀλίγος τοῖς σωφρονοῦσιν ὁ λόγος—, ἀλλ᾽ αὐτῆς ἅπτεται τῆς ψυχῆς ἡ ἀβουλία, καὶ ὁ κίνδυνος τῆς ζημίας ταύτης ἐστὶν οὐ τὸ ἄλλο τι ζημιωθῆναι, οὗ τυχὸν καὶ δυνατὴ φαίνεται ἡ ἐπανάληψις, ἀλλὰ τὸ αὐτὸν ἀπολέσθαι καὶ ζημιωθῆναι τὴν ψυχὴν τὴν ἰδίαν. Ὁ μὲν γὰρ τὴν πατρῴαν καταναλώσας οὐσίαν οὐκ ἀπελπίζει τυχὸν ἐπινοίαις τισὶ πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπανελθεῖν εὐπορίαν, ἕως ἂν ἐν τοῖς ζῶσιν ᾖ· ὁ δὲ τῆς ζωῆς ταύτης ἐκπεσὼν πᾶσαν ἐλπίδα τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς συναφῄρηται.

Οὐκοῦν ἐπειδὴ νέοι ἔτι καὶ ἀτελεῖς τὴν διάνοιαν οἱ πολλοὶ τῆς παρθενίας ἀντιλαμβάνονται, τοῦτο πρὸ πάντων αὐτοῖς ἐπιτηδευτέον ἂν εἴη, τὸ ζητῆσαι τῆς ὁδοῦ ταύτης ἀγαθὸν καθηγεμόνα τε καὶ διδάσκαλον, μή που διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς ἀνοδίας τινὰς καὶ πλάνας ἑαυτοῖς ἀπὸ τῆς εὐθείας καινοτομήσωσιν. «Ἀγαθοὶ γὰρ δύο ὑπὲρ τὸν ἕνα», φησὶν ὁ ἐκκλησιαστής· εὐκαταγώνιστος δὲ ὁ εἷς τῷ ἐχθρῷ τῷ κατὰ τὰς θείας ὁδοὺς ἐνεδρεύοντι καὶ ὄντως «οὐαὶ τῷ ἑνὶ ὅταν πέσῃ», ὅτι οὐκ ἔχει τὸν ἀνορθοῦντα.

Ἤδη γάρ τινες ὁρμῇ μὲν δεξιᾷ πρὸς τὴν τοῦ σεμνοῦ βίου ἐπιθυμίαν ἐχρήσαντο, ὡς δὲ ὁμοῦ τῷ προελέσθαι καὶ τῆς τελειότητος ἐφαψάμενοι, ἑτέρῳ πτώματι διὰ τοῦ τύφου ὑπεσκελίσθησαν, διά τινος φρενοβλαβείας ἑαυτοὺς ἐξαπατήσαντες ἐκεῖνο ἡγεῖσθαι καλόν, ἐφ᾽ ὅπερ ἂν αὐτῶν ἡ διάνοια ῥέψῃ. Ἐκ τούτων εἰσὶν οἱ παρὰ τῆς Σοφίας ὀνομασθέντες ἀεργοί, οἱ τὰς ὁδοὺς ἑαυτῶν ἀκάνθαις στρώσαντες, οἱ βλάβην ἡγούμενοι τῆς ψυχῆς τὴν περὶ τὰ ἔργα τῶν ἐντολῶν προθυμίαν, οἱ παραγραψάμενοι τὰς ἀποστολικὰς παραινέσεις καὶ μὴ τὸν ἴδιον ἄρτον εὐσχημόνως ἐσθίοντες, ἀλλὰ τῷ ἀλλοτρίῳ προσκεχηνότες τέχνην βίου τὴν ἀργίαν ποιούμενοι· ἐντεῦθεν οἱ ἐνυπνιασταὶ οἱ τὰς ἐκ τῶν ὀνείρων ἀπάτας πιστοτέρας τῶν εὐαγγελικῶν διδαγμάτων ποιούμενοι καὶ ἀποκαλύψεις τὰς φαντασίας προσαγορεύοντες· «ἀπὸ τούτων εἰσὶν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας» καὶ πάλιν ἄλλοι οἱ τὸ ἄμικτόν τε καὶ θηριῶδες ἀρετὴν νομίζοντες καὶ τὴν τῆς ἀγάπης ἐντολὴν οὐ γνωρίζοντες οὐδὲ τῆς μακροθυμίας τε καὶ ταπεινοφροσύνης τὸν καρπὸν ἐπιστάμενοι.

Καὶ τίς ἂν διεξέλθοι πάντα τὰ τοιαῦτα πτώματα, εἰς ὅσα ἐκφέρεται τῷ μὴ θέλειν τοῖς κατὰ θεὸν εὐδοκιμοῦσι προστίθεσθαι; Ἐκ τούτων γὰρ ἔγνωμεν καὶ τοὺς τῷ λιμῷ μέχρι θανάτου ἐγκαρτεροῦντας, ὡς «τοῦ θεοῦ ταῖς τοιαύταις εὐαρεστουμένου θυσίαις», καὶ πάλιν ἄλλους ἐκ διαμέτρου πρὸς τὸ ἐναντίον ἀποστατήσαντας, οἳ μέχρις ὀνόματος τὴν ἀγαμίαν ἐπιτηδεύσαντες οὐδὲν διαφέρουσι τοῦ κοινοῦ βίου, οὐ μόνον τῇ γαστρὶ τὰ πρὸς ἡδονὴν χαριζόμενοι, ἀλλὰ καὶ γυναιξὶ κατὰ τὸ φανερὸν συνοικοῦντες καὶ ἀδελφότητα τὴν τοιαύτην συμβίωσιν ὀνομάζοντες, ὡς δὴ τὴν πρὸς τὸ χεῖρον ὑπόνοιαν ὀνόματι σεμνοτέρῳ περικαλύπτοντες· δι᾽ ὧν καὶ σφόδρα τὸ σεμνὸν τοῦτο καὶ καθαρὸν ἐπιτήδευμα βλασφημεῖται παρὰ τῶν ἔξωθεν.

Οὐκοῦν λυσιτελὲς ἂν εἴη μὴ νομοθετεῖν ἑαυτοῖς τοὺς νέους τὴν τοῦ βίου τούτου ὁδόν· οὐ γὰρ ἐπιλέλοιπε τὴν ζωὴν ἡμῶν τὰ τῶν ἀγαθῶν ὑποδείγματα, ἀλλὰ καὶ σφόδρα νῦν, εἴπερ ποτέ, ἡ σεμνότης ἤνθησε καὶ ἐπιχωριάζει τῷ βίῳ ἡμῶν πρὸς τὸ ἀκρότατον ταῖς κατ᾽ ὀλίγον προσθήκαις ἀκριβωθεῖσα, ἧς ἔξεστι μετασχεῖν τὸν τοῖς τοιούτοις ἴχνεσι περιπατοῦντα καὶ τῆς ὀσμῆς τοῦ μύρου τούτου κατόπιν ἑπόμενον «τῆς εὐωδίας τοῦ Χριστοῦ» ἀναπίμπλασθαι.

Καθάπερ γὰρ μιᾶς ἐξαφθείσης λαμπάδος εἰς πάντας τοὺς προσεγγίζοντας λύχνους ἡ τῆς φλογὸς διάδοσις γίνεται, οὔτε τοῦ πρώτου φωτὸς ἐλαττουμένου καὶ τοῖς διὰ μεταλήψεως φωτιζομένοις κατὰ τὸ ἴσον προσγινομένου, οὕτω καὶ ἡ τοῦ βίου τούτου σεμνότης ἀπὸ τοῦ κατωρθωκότος αὐτὴν ἐπὶ τοὺς προσεγγίζοντας διαδίδοται· ἀληθὴς γὰρ ὁ προφητικὸς λόγος, «τὸν μετὰ ὁσίου καὶ ἀθῴου καὶ ἐκλεκτοῦ διάγοντα τοιοῦτον γίνεσθαι».

Εἰ δὲ ζητεῖς τὰ γνωρίσματα, δι᾽ ὧν οὐκ ἔστιν ἁμαρτεῖν τοῦ ἀγαθοῦ ὑποδείγματος, εὔκολος ἡ ὑπογραφή. Ἐὰν ἴδῃς βίον ἀνδρὸς ἐν μέσῳ θανάτου καὶ ζωῆς ἐνδεικνύμενον, μήτε παντελῶς πρὸς τὸν θάνατον τετραμμένον, μήτε ὅλῳ τῷ ποδὶ ἐπὶ τῆς ζωῆς βεβηκότα, ἀλλ᾽ ἐν οἷς μὲν σαρκὸς ζωὴ δοκιμάζεται τοῖς νεκροῖς ἐναρίθμιον, πρὸς δὲ τὰ τῆς ἀρετῆς ἔργα, δι᾽ ὧν οἱ «τῷ πνεύματι ζῶντες» ἐπιγινώσκονται, ἀληθῶς ἔμψυχον καὶ ἐνεργὸν καὶ ἰσχύοντα, πρὸς τοῦτον βλέπε τὸν κανόνα τοῦ βίου· τοῦτον τέθεικε σκοπὸν ὁ θεὸς τῇ ἡμετέρᾳ ζωῇ. Ὄψει δὲ οὐχ ἕνα μόνον, ἀλλὰ χορὸν ἁγίων ὑπὸ καθηγεμόνι τῷ κορυφαίῳ ταττόμενον, τοὺς μίμησιν τοῦ κατωρθωκότος ποιουμένους.

Ἐν οἷς πολλοὶ ταῖς ἡλικίαις νεάζοντες ἐν τῷ καθαρῷ τῆς σωφροσύνης ἐπολιώθησαν, φθάσαντες τῷ λογισμῷ τὸ γῆρας καὶ τρόπῳ τὸν χρόνον ὑπερβαλλόμενοι, οἳ τὸν τῆς σοφίας ἔρωτα σφοδρότερον καὶ βιαιότερον τῶν σωματικῶν ἡδονῶν ἐπεδείξαντο, οὐχ ὅτι φύσεως ἑτέρως εἶχον—ἐν ἅπασι γὰρ «ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος»—, ἀλλ᾽ ἐπειδὴ καλῶς ἤκουσαν τοῦ εἰπόντος, ὅτι ἡ σωφροσύνη «ξύλον ἐστὶ ζωῆς πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς». Ἐπὶ τούτου τοῦ ξύλου τὸν τῆς νεότητος κλύδωνα ὥσπερ ἐπὶ σχεδίας τινὸς διαπλεύσαντες εἰς τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ καθωρμίσθησαν, καὶ νῦν ἐν εὐδίᾳ καὶ γαλήνῃ τὴν ψυχὴν ἀκύμαντον ἔχουσι, μακαριστοὶ τῆς εὐπλοΐας, οἳ τὸ καθ᾽ ἑαυτοὺς ἐπὶ τῆς ἀγαθῆς ἐλπίδος ὥσπερ ἐπί τινος ἀσφαλοῦς ἐβεβαίωσαν ἀγκύρας, οἳ πόρρω τῆς τῶν κυμάτων ταραχῆς ἀτρεμοῦσι, καθάπερ πυρσούς τινας ἀπὸ ὑψηλῆς φρυκτωρίας τὴν τῶν ἰδίων βίων λαμπρότητα τοῖς ἑπομένοις προέθηκαν. Οὐκοῦν ἔχομεν πρὸς ὃν ἀποβλέψαντες ἀσφαλῶς τὸν κλύδωνα τῶν πειρασμῶν διαπλεύσωμεν.

Τί μοι πολυπραγμονεῖς, εἴ τινες τῶν ταῦτα διανοηθέντων ἡττήθησαν, καὶ διὰ τοῦτο ἀπογινώσκεις ὡς ἀμηχάνου τοῦ πράγματος; Πρὸς τὸν κατωρθωκότα βλέπε, καὶ θαρρῶν κατατόλμησον τῆς ἀγαθῆς ναυτιλίας τῇ ἐπιπνοίᾳ τοῦ ἁγίου πνεύματος ὑπὸ κυβερνήτῃ τῷ Χριστῷ εὐθυνόμενος. Οὐδὲ γὰρ «οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις καὶ ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς» τὸ συμβάν τινι ναυάγιον κώλυμα τῶν ἐλπίδων πεποίηνται, ἀλλὰ τὴν ἀγαθὴν ἐλπίδα ἑαυτῶν προβαλλόμενοι ἐπὶ τὸ πέρας τοῦ κατορθώματος σπεύδουσιν. Ἦ οὐχὶ πάντων ἀτοπώτατον ἂν εἴη τὸ μὲν σφαλῆναί τινα ἐν τῷ διηκριβωμένῳ βίῳ πονηρὸν τίθεσθαι, ὅλον δὲ τὸν βίον καταγηρῶντας ἐν σφάλμασιν ἄμεινον ἡγεῖσθαι βουλεύεσθαι; Εἰ γὰρ δεινόν ἐστιν ἅπαξ προσεγγίσαι τῇ ἁμαρτίᾳ, καὶ διὰ τοῦτο ἀσφαλὲς εἶναι νομίζεις τὸ μηδὲ ἐγχειρεῖν τῷ ὑψηλοτέρῳ σκοπῷ, πόσῳ χαλεπώτερόν ἐστιν ἐπιτήδευμα βίου τὴν ἁμαρτίαν ποιήσασθαι καὶ διὰ τοῦτο ἀμέτοχον καθόλου τῆς καθαρωτέρας διαμεῖναι ζωῆς; Πῶς ἀκούεις τοῦ ἐσταυρωμένου, ὁ ζῶν, τοῦ ἀποθανόντος τῇ ἁμαρτίᾳ, ὁ κατ᾽ αὐτὴν ὑγιαίνων, τοῦ κελεύοντος τὴν ἀκολούθησιν ὀπίσω αὐτοῦ, ὥσπερ τι τρόπαιον κατὰ τοῦ ἀντικειμένου τὸν σταυρὸν ἐπὶ τοῦ σώματος φέροντος, ὁ μὴ σταυρούμενος τῷ κόσμῳ καὶ τὴν νέκρωσιν τῆς σαρκὸς μὴ δεχόμενος;

Πῶς πείθῃ τῷ παρακαλοῦντί σε Παύλῳ «παραστῆσαι τὸ σῶμά σου θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ», «ὁ συσχηματιζόμενος τῷ αἰῶνι τούτῳ καὶ μὴ μεταμορφούμενος τῇ ἀνακαινώσει τοῦ νοός σου» μηδὲ «περιπατῶν ἐν τῇ καινότητι τῆς ζωῆς ταύτης», ἀλλ᾽ ἔτι τὴν ἀκολουθίαν τῆς τοῦ παλαιοῦ ἀνθρώπου ζωῆς περιέπων;

Πῶς ἱερατεύεις θεῷ καίτοι εἰς αὐτὸ τοῦτο χρισθείς, εἰς τὸ προσφέρειν δῶρον τῷ θεῷ, δῶρον δὲ οὐκ ἀλλότριόν τι πάντως οὐδὲ ὑποβολιμαῖον ἐκ τῶν ἔξωθέν σοι παρεπομένων, ἀλλὰ τὸ ἀληθῶς σόν, ὅπερ ἐστὶν ὁ ἔσω σου ἄνθρωπος, τέλειός τε καὶ ἄμωμος εἶναι ὀφείλων κατὰ τὸν περὶ τοῦ ἀμνοῦ νόμον, πάσης κηλίδος τε καὶ λώβης ἀπηλλαγμένος;

Πῶς οὖν ταῦτα προσοίσεις θεῷ, ὁ μὴ ἀκούων τοῦ νόμου τοῦ κωλύοντος ἱερᾶσθαι τὸν ἄναγνον; Εἰ δὲ καὶ τὸν θεὸν ἐπιφανῆναί σοι ποθεῖς, τί οὐκ ἀκούεις τοῦ Μωϋσέως καθαρεύειν ἀπὸ γάμου τῷ λαῷ παραγγέλλοντος, ἵνα χωρήσωσι τοῦ θεοῦ τὴν ἐμφάνειαν; Εἰ δὲ μικρά σοι ταῦτα δοκεῖ, τὸ «συσταυρωθῆναι Χριστῷ», τὸ «παραστῆσαι ἑαυτὸν θυσίαν τῷ θεῷ», τὸ «ἱερέα γενέσθαι τοῦ θεοῦ τοῦ ὑψίστου», τὸ τῆς μεγάλης τοῦ θεοῦ ἐπιφανείας ἀξιωθῆναι, τί σοι τούτων ἐπινοήσωμεν ὑψηλότερον, εἴ πού σοι μικρὰ καὶ τὰ ἀπὸ τούτων δόξει; Ἐκ μὲν γὰρ τοῦ συσταυρωθῆναι, καὶ συζῆσαι καὶ συνδοξασθῆναι καὶ συμβασιλεῦσαι προσγίνεται· ἐκ δὲ τοῦ ἑαυτὸν παραστῆσαι τῷ θεῷ, ἀπὸ τῆς ἀνθρωπίνης φύσεως καὶ ἀξίας εἰς τὴν ἀγγελικήν ἐστι μετατάξασθαι· οὕτω γάρ φησι ὁ Δανιὴλ ὅτι «Χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ.» Ὁ δὲ τῆς ἀληθινῆς ἱερωσύνης λαβόμενος καὶ τῷ μεγάλῳ ἀρχιερεῖ ἑαυτὸν συντάξας «μένει πάντως καὶ αὐτὸς ἱερεὺς εἰς τὸν αἰῶνα, οὐκέτι θανάτῳ παραμένειν εἰς τὸ διηνεκὲς κωλυόμενος».

Τοῦ δὲ τὸν θεὸν αὐτὸν καταξιωθῆναι ἰδεῖν οὐκ ἄλλος τίς ἐστιν ὁ καρπὸς ἢ αὐτὸ τοῦτο τὸ καταξιωθῆναι τὸν θεὸν ἰδεῖν· πάσης γὰρ ἐλπίδος ἡ κορυφὴ καὶ πάσης ἐπιθυμίας κατόρθωμα, εὐλογίας τε θεοῦ καὶ ἐπαγγελίας πάσης καὶ τῶν ἀρρήτων ἀγαθῶν τῶν ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν εἶναι πεπιστευμένων τὸ πέρας καὶ τὸ κεφάλαιον τοῦτό ἐστιν, ὃ καὶ Μωϋσῆς ἰδεῖν ἐπεπόθησε καὶ πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν· ἀξιοῦνται δὲ μόνοι οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ διὰ τοῦτο ὄντως μακάριοι καὶ ὄντες καὶ ὀνομαζόμενοι, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται, ὧν ἕνα καὶ σὲ βουλόμεθα γενέσθαι, «συσταυρωθέντα Χριστῷ», παραστάντα θεῷ ἁγνὸν ἱερέα καὶ καθαρὸν θῦμα γενόμενον ἐν πάσῃ καθαρότητι διὰ τῆς ἁγνείας ἑαυτὸν ἑτοιμάσαντα τῇ τοῦ θεοῦ παρουσίᾳ, ἵνα καὶ αὐτὸς «ἴδῃς τὸν θεὸν ἐν καθαρᾷ τῇ καρδίᾳ» κατὰ τὴν ἐπαγγελίαν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.