Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η κάθαρση της ψυχής και η αέναη μετοχή στο θεϊκό αγαθό

Η επώδυνη διαδικασία της μεταθανάτιας αποβολής της κακίας και η σταδιακή μεταστροφή της ψυχής, η οποία διευρύνεται ατελεύτητα απολαμβάνοντας τη μετοχή της στα θεία αγαθά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 9

Ἐγὼ δὲ μικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρημένων διάνοιαν, Δοκεῖ μοι, εἶπον, τοῖς περὶ παθῶν προεξητασμένοις ἀνακύπτειν ἐκ τῶν εἰρημένων τις ἐναντίωσις. Εἰ γὰρ ἐκ τῆς πρὸς τὰ ἄλογα συγγενείας ἐνομίσθη τὰ τοιαῦτα τῆς ψυχῆς ἐν ἡμῖν ἐνεργεῖσθαι κινήματα, ὅσα προσλαβὼν ὁ λόγος ἀπηριθμήσατο, θυμόν τε καὶ φόβον, καὶ ἡδονὴν καὶ ἐπιθυμίαν, καὶ τὰ τοιαῦτα· εἴρηται δὲ τὴν μὲν ἀγαθὴν τῶν τοιούτων χρῆσιν ἀρετὴν εἶναι, διὰ δὲ τῆς ἐσφαλμένης τὴν κακίαν γίνεσθαι· προσέθηκε δὲ ὁ λόγος ἑκάστου τε τῶν ἄλλων τὴν πρὸς τὸν κατ᾽ ἀρετὴν βίον συνεισφορὰν, ὅτι δι᾽ ἐπιθυμίαν πρὸς τὸν Θεὸν ἀναγόμεθα, οἷόν τινα σειρὰν κάτωθεν πρὸς αὐτὸν ἀνελκόμενοι, δοκεῖ πως, ἔφην, ἐναντιοῦσθαι πρὸς τὸν σκοπὸν ὁ λόγος. —Μ. Πῶς τοῦτον λέγεις; φησίν. —Γ. Ὅτι τοι, εἶπον, τῆς ἀλόγου πάσης κινήσεως μετὰ τὴν κάθαρσιν ἐν ἡμῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυμητικὸν πάντως ἔσται· τούτου δὲ μὴ ὄντος οὐδ᾽ ἂν ἡ τοῦ κρείττονος ἔφεσις εἴη, μηδενὸς ὑπολειφθέντος τῇ ψυχῇ τοιούτου κινήματος, τοῦ πρὸς τὴν ὄρεξιν τῶν ἀγαθῶν ἐπεγείροντος. —Μ. Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαμεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις καταλαμβάνομεν.

Εἰ τοίνυν εἴτε ἐκ τῆς νῦν ἐπιμελείας, εἴτε ἐκ τῆς μετὰ ταῦτα καθάρσεως ἐλευθέρα γένοιτο ἡμῖν ἡ ψυχὴ τῆς πρὸς τὰ ἄλογα τῶν παθῶν συμφυΐας, οὐδὲν πρὸς τὴν τοῦ καλοῦ θεωρίαν ἐναποδισθήσεται. Τὸ γὰρ καλὸν ἑλκτικόν πως κατὰ τὴν ἑαυτοῦ φύσιν παντὸς τοῦ πρὸς ἐκεῖνο βλέποντος. Εἰ οὖν πάσης κακίας ἡ ψυχὴ καθαρεύσειεν, ἐν τῷ καλῷ πάντως ἔσται. Καλὸν δὲ τῇ ἑαυτοῦ φύσει τὸ Θεῖον πρὸς ὃ διὰ τῆς καθαρότητος τὴν συνάφειαν ἕξει τῷ οἰκείῳ συναπτομένη.

Εἰ οὖν τοῦτο γένοιτο, οὐκέτι ἔσται χρεία τῆς κατ᾽ ἐπιθυμίαν κινήσεως, ἣ πρὸς τὸ καλὸν ἡγεμονεύσει. Ὁ γὰρ ἐν σκότει τὴν διαγωγὴν ἔχων, οὗτος ἐν ἐπιθυμίᾳ τοῦ φωτὸς ἔσται· εἰ δὲ ἐν τῷ φωτὶ γένοιτο, τὴν ἐπιθυμίαν ἐκδέξεται ἡ ἀπόλαυσις, ἡ δὲ ἐξουσία τῆς ἀπολαύσεως ἀργὴν καὶ ἕωλον τὴν ἐπιθυμίαν ἐργάζεται. Οὐκοῦν οὐδεμία τις ἔσται διὰ τούτων ζημία πρὸς τὴν τοῦ ἀγαθοῦ μετουσίαν, εἰ τοιούτων ἡ ψυχὴ κινημάτων ἐλευθέρα γένοιτο, πρὸς ἑαυτὴν πάλιν ἐπανελθοῦσα, καὶ ἑαυτὴν ἀκριβῶς εἰδοῦσα, οἵα τῇ φύσει ἐστὶ, καὶ οἷον ἐν κατόπτρῳ καὶ εἰκόνι διὰ τοῦ· οἰκείου κάλλους πρὸς τὸ ἀρχέτυπον βλέπουσα. Ἀληθῶς γὰρ ἐν τούτῳ ἔστιν εἰπεῖν τὴν ἀκριβῆ πρὸς τὸ Θεῖον εἶναι ὁμοίωσιν, ἐν τῷ μιμεῖσθαί πως τὴν ἡμετέραν ζωὴν τὴν ὑπερκειμένην οὐσίαν. Ἡ γὰρ ὑπεράνω παντὸς νοήματος φύσις πόῤῥω τῶν ἐν ἡμῖν θεωρουμένων ἀφιδρυμένη, ἄλλῳ τινὶ τρόπῳ τὴν ἰδίαν ἐξοδεύει ζωὴν, καὶ οὐ καθὼς ἡμεῖς νῦν ἐν τῷ ζῇν ἐσμεν. Ἄνθρωποι μὲν γὰρ, διὰ τὸ ἀεὶ πάντως ἐν κινήσει τὴν φύσιν εἶναι, καθάπερ ἂν ἡ ὁρμὴ τῆς προαιρέσεως γένηται, κατ᾽ ἐκεῖνο φερόμεθα, οὐχ ὁμοίως τῆς ψυχῆς κατὰ τὸ ἔμπροσθεν αὐτῆς, ὡς ἂν εἴποι τις, καὶ τὸ ὀπίσω διακειμένης.

Ἐλπὶς μὲν γὰρ καθηγεῖται τῆς ἐπὶ τὸ πρόσω κινήσεως, μνήμη δὲ δέχεται πρὸς τὴν ἐλπίδα προϊοῦσαν τὴν κίνησιν· ἀλλ᾽ εἰ μὲν πρὸς τὸ φύσει καλὸν ἡ ἐλπὶς τὴν ψυχὴν ἄγοι, φαιδρὸν ἐνσημαίνεται τῇ μνήμῃ τὸ ἴχνος ἡ τῆς προαιρέσεως κίνησις· εἰ δὲ διαψευσθείη τοῦ κρείττονος, εἰδώλῳ τινὶ καλοῦ, παρασοφισαμένης τὴν ψυχὴν τῆς ἐλπίδος, ἡ ἐπακολουθοῦσα τοῖς γινομένοις μνήμη αἰσχύνη γίνεται. Καὶ ἐμφύλως οὗτος ὁ πόλεμος ἐν τῇ ψυχῇ συνίσταται, μαχομένης τῇ ἐλπίδι τῆς μνήμης, ὡς κακῶς καθηγησαμένης τῆς προαιρέσεως.

Τοιοῦτον γάρ τινα νοῦν ἑρμηνεύει σαφῶς τὸ κατ᾽ αἰσχύνην πάθος, ὅταν δάκνηται πρὸς τὸ ἀποβὰν ἡ ψυχὴ, οἷόν τινι μάστιγι τῇ μεταμελείᾳ καθαπτομένη τῆς ἀβουλήτου ὁρμῆς, καὶ εἰς συμμαχίαν κατὰ τοῦ λυποῦντος ἐφελκομένη τὴν λήθην.

Ἀλλ᾽ ἡμῖν μὲν, διὰ τὸ πτωχὴν εἶναι τοῦ καλοῦ, ἡ φύσις ἀεὶ πρὸς τὸ ἐνδέον ἴεται, καὶ ἡ τοῦ λείποντος ἔφεσις αὕτη ἐστὶν ἡ ἐπιθυμητικὴ τῆς φύσεως ἡμῶν διάθεσις, ἤτοι σφαλλομένη δι᾽ ἀκρισίαν τοῦ ὄντος καλοῦ, ἢ καὶ τυγχάνουσα οὗ τυχεῖν ἀγαθόν. Ἡ δὲ ὑπερέχουσα πᾶσαν ἀγαθὴν ἔννοιαν φύσις, καὶ πάσης ὑπερκειμένη δυνάμεως, ἅτε μηδενὸς ἐνδεῶς ἔχουσα τῶν πρὸς τὸ ἀγαθὸν νοουμένων, αὕτη τῶν ἀγαθῶν οὖσα τὸ πλήρωμα, οὐδὲ κατὰ μετοχὴν καλοῦ τινος ἐν τῷ καλῷ κινουμένη, ἀλλ᾽ αὐτὴ οὖσα ἡ τοῦ καλοῦ φύσις, ὅ τί ποτε καὶ εἶναι τὸ καλὸν ὁ νοῦς ὑποτίθεται, οὔτε τὴν ἐλπιστικὴν κίνησιν ἐν ἑαυτῇ δέχεται. Πρὸς γὰρ τὸ μὴ παρὸν ἡ ἐλπὶς ἐνήργηται μόνον. Ὃ δὲ ἔχει τις, τί καὶ ἐλπίζει; φησὶν ὁ Ἀπόστολος. Οὔτε τῆς μνημονευτικῆς ἐνεργείας πρὸς τὴν τῶν ὄντων ἐπιστήμην ἐπιδεής ἐστι· τὸ γὰρ βλεπόμενον τοῦ μνημονευθῆναι οὐκ ἐπιδέεται.

Ἐπεὶ δὲ οὖν παντὸς ἀγαθοῦ ἐπέκεινα ἡ θεία φύσις, τὸ δὲ ἀγαθὸν ἀγαθοῦ φίλον πάντως, διὰ τοῦτο ἐν ἑαυτῇ βλέπουσα, καὶ ὃ ἔχει θέλει, καὶ ὃ θέλει ἔχει, οὐδὲν τῶν ἔξωθεν εἰς ἑαυτὴν δεχομένη, ἔξω δὲ αὐτῆς οὐδὲν, ὅτι μὴ ἡ κακία μόνη, ἥτις, εἰ κἂν παράδοξον εἰπεῖν, ἐν τῷ μὴ εἶναι τὸ εἶναι ἔχει· οὐ γὰρ ἄλλη τίς ἐστι καὶ κακίας γένεσις, εἰ μὴ τοῦ ὄντος στέρησις. Τὸ δὲ κυρίως ὂν ἡ τοῦ ἀγαθοῦ φύσις ἐστίν. Ὃ οὖν ἐν τῷ ὄντι οὐκ ἔστιν, ἐν τῷ μὴ εἶναι πάντως ἐστίν. Ἐπειδὰν οὖν καὶ ἡ ψυχὴ πάντα τὰ ποικίλα τῆς φύσεως ἀποσκευασαμένη κινήματα θεοειδὴς γίνεται, καὶ ὑπερβᾶσα τὴν ἐπιθυμίαν ἐν ἐκείνῳ ᾖ, πρὸς ὃ ὑπὸ τῆς ἐπιθυμίας τέως ὑπῄρετο, οὐκέτι τινὰ σχολὴν δίδωσιν ἐν ἑαυτῇ, οὔτε τῇ ἐλπίδι, οὔτε τῇ μνήμῃ, τὸ γὰρ ἐλπιζόμενον ἔχει· ἡ δὲ περὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἀσχολία τὴν μνήμην ἐκκρούει τῆς διανοίας· καὶ οὕτω τὴν ὑπερέχουσαν μιμεῖται ζωὴν τοῖς ἰδιώμασι τῆς θείας φύσεως ἐμμορφωθεῖσα, ὡς μηδὲν ὑπολειφθῆναι τῶν ἄλλων αὐτῇ, πλὴν τῆς ἀγαπητικῆς διαθέσεως, φυσικῶς τῷ καλῷ προσφυομένης. Τοῦτο γάρ ἐστιν ἡ ἀγάπη, ἡ πρὸς τὸ καταθύμιον ἐνδιάθετος σχέσις.

Ὅταν οὖν ἡ ἁπλῆ καὶ μονοειδὴς καὶ ἀκριβῶς θεοείκελος ἡ ψυχὴ γινομένη εὕροιτο ἀληθῶς ἁπλοῦν τε καὶ ἄϋλον ἀγαθὸν, ἐκεῖνο τὸ μόνον τοιόν τι ἀγαπητὸν καὶ ἐράσμιον προσφύεταί τε αὐτῷ καὶ συνανακιρνᾶται διὰ τῆς ἀγαπητῆς κινήσεώς τε καὶ ἐνεργείας, πρὸς τὸ ἀεὶ καταλαμβανόμενόν τε καὶ εὑρισκόμενον ἑαυτὴν μορφοῦσα· καὶ τοῦτο γινομένη διὰ τῆς τοῦ ἀγαθοῦ ὁμοιότητος, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστὶν, ἐπιθυμίας ἐν ἐκείνῳ μὴ οὔσης διὰ τὸ μηδέ τινος τῶν ἀγαθῶν ἔνδειαν ἐν αὐτῷ εἶναι, ἀκόλουθον ἂν εἴη καὶ τὴν ψυχὴν ἐν τῷ ἀνενδεεῖ γινομένην ἐκβάλλειν ἀφ᾽ ἑαυτῆς καὶ τὴν ἐπιθυμητικὴν κίνησίν τε καὶ διάθεσιν, ἣ τότε γίνεται μόνον, ὅταν μὴ παρῇ τὸ ποθούμενον.

Τοῦ δὲ τοῦ τοιούτου δόγματος καὶ ὁ θεῖος Ἀπόστολος ἡμῖν καθηγήσατο, πάντων τῶν νῦν ἐν ἡμῖν καὶ ἐπὶ τῷ κρείττονι σπουδαζομένων παῦλάν τινα καὶ καταστολὴν προαγγείλας, μόνης δὲ τῆς ἀγάπης οὐχ εὑρὼν τὸν ὅρον. Προφητεῖαι γὰρ, φησὶ, καταργηθήσονται, καὶ γνώσεις παύσονται· ἡ δὲ ἀγάπη οὐδέ ποτε πίπτει· ὅπερ ἴσον ἐστὶ τῷ ἀεὶ ὡσαύτως ἔχειν· ἀλλὰ καὶ πίστιν καὶ ἐλπίδα συμπαραμεμενηκέναι τῇ ἀγάπῃ λέγων, πάλιν καὶ τούτων αὐτὴν ὑπερτίθησιν εἰκότως. Ἡ γὰρ ἐλπὶς μέχρι ἐκείνου κινεῖται, ἕως ἂν μὴ παρείη τῶν ἐλπιζομένων ἀπόλαυσις, καὶ ἡ πίστις ὡσαύτως ἔρεισμα τῆς τῶν ἐλπιζομένων ἀδηλίας γίνεται. Οὕτω γὰρ αὐτὴν καὶ ὡρίσατο λέγων· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις. Ἐπειδὰν δὲ ἔλθῃ τὸ ἐλπιζόμενον, τῶν ἄλλων εὐτηρεμόντων πάντων, ἡ κατὰ τὴν ἀγάπην ἐνέργεια μένει, τὸ διαδεχόμενον αὐτὴν οὐχ εὑρίσκουσαν. Διὸ καὶ προτερεύει τῶν τε κατ᾽ ἀρετὴν κατορθουμένων ἁπάντων, καὶ τῶν τοῦ νόμου παραγγελμάτων. Εἰ οὖν ἐπὶ τοῦτό ποτε τὸ τέλος φθάσειεν ἡ ψυχὴ, ἀνενδεῶς ἕξει τῶν ἄλλων, ἅτε δὴ τοῦ πληρώματος περιδεδραγμένη τῶν ὄντων, καὶ δοκεῖ μόνη πως αὐτῆς τῆς θείας μακαριότητος ἐν αὐτῇ σώζειν τὸν χαρακτῆρα. Ἥ τε γὰρ ζωὴ τῆς ἄνω φύσεως ἀγάπη ἐστὶν, ἐπειδὴ τὸ καλὸν ἀγαπητὸν πάντως ἐστὶ τοῖς γινώσκουσι· γινώσκει δὲ αὐτὸ τὸ Θεῖον· ἡ δὲ γνῶσις ἀγάπη γίνεται.

Διὸ τὸ καλόν ἐστι τῇ φύσει τὸ γινωσκόμενον, τοῦ δὲ ἀληθῶς καλοῦ ὁ ὑβριστὴς οὐ προσάπτεται κόρος· κόρου δὲ τὴν ἀγαπητικὴν πρὸς τὸ καλὸν σχέσιν οὐ διακόπτοντος, ἀεὶ ἡ θεία ζωὴ δι᾽ ἀγάπης ἐνεργηθήσεται, ἣ καλή τε κατὰ φύσιν ἐστὶ, καὶ ἀγαπητικῶς πρὸς τὸ καλὸν ἐκ φύσεως ἔχει, καὶ ὅρον τῆς κατὰ τὴν ἀγάπην ἐνεργείας οὐκ ἔχει, ἐπειδὴ οὐδὲ τοῦ καλοῦ τι πέρας καταλαμβάνεται, ὡς συναπολήγειν τῷ πέρατι τοῦ καλοῦ τὴν ἀγάπην· μόνῳ γὰρ τῷ ἐναντίῳ τὸ καλὸν περατιοῦται· οὗ δὲ ἡ φύσις ἀνεπίδεκτός ἐστι τοῦ χείρονος, πρὸς τὸ ἀπέραντόν τε καὶ ἀόριστον τὸ ἀγαθὸν προελεύσεται.

Ἐπεὶ οὖν ἑλκτικὴ τῶν οἰκείων πᾶσα φύσις ἐστὶν, οἰκεῖον δέ πως τῷ Θεῷ τὸ ἀνθρώπινον, ἅτε δὴ φέρον ἐν ἑαυτῷ τοῦ ἀρχετύπου μιμήματα, ἕλκεται κατὰ πᾶσαν ἀνάγκην πρὸς τὸ θεῖόν τε καὶ συγγενὲς ἡ ψυχή. Δεῖ γὰρ πάντη καὶ πάντως τῷ Θεῷ ἀποσωθῆναι τὸ ἴδιον· ἀλλ᾽ εἰ μὲν κούφη καὶ ἀπέριττος τύχῃ, μηδεμιᾶς σωματικῆς ἀχθηδόνος αὐτὴν πιεζούσης, ἡδεῖα καὶ εὔκολος αὐτῇ ἡ πρὸς τὸν ἐπισπώμενον προσχώρησις γίνεται. Εἰ δὲ τοῖς τῆς προσπαθείας ἥλοις εἰς τὴν πρὸς τὰ ὑλώδη σχέσιν καταπαρῇ, οἷόν τινα πάσχειν εἰκὸς ἐν τοῖς συμπτώμασι τῶν σεισμῶν, τὰ ἐμπιεσθέντα τοῖς χώμασι σώματα· προκείσθω δὲ καθ᾽ ὑπόθεσιν τὸ μὴ βεβαρῆσθαι μόνον αὐτὰ τοῖς συμπτώμασιν, ἀλλὰ καὶ διαπεπερονῆσθαί τισιν ὀβελοῖς ἢ ξύλοις τοῖς ἐνευρεθεῖσι τῷ χώματι· ὅπερ οὖν εἰκὸς ὑπομεῖναι τὰ οὕτω διακείμενα σώματα, παρὰ τῶν οἰκείων τῆς συμπτώσεως ὁσίας ἕνεκεν ἐξελκόμενα· ξανθήσεται γὰρ πάντως, καὶ σπαραχθήσεται, καὶ πᾶν ὁτιοῦν τῶν χαλεπωτάτων πείσεται, τοῦ χώματος αὐτὰ καὶ τῶν ἥλων διὰ τὴν τῶν ἐφελκομένων βίαν καταξαινόντων· τοιοῦτόν τί μοι δοκεῖ καὶ περὶ τὴν ψυχὴν γίνεσθαι πάθος, ὅταν ἡ θεία δύναμις ὑπὸ φιλανθρωπίας ἐκ τῶν ἀλόγων τε καὶ ὑλικῶν συμπτωμάτων ἐφέλκηται τὸ ἴδιον.

Οὐ γὰρ μισῶν οὐδ᾽ ἀμυνόμενος ἐπὶ τῇ κακῇ ζωῇ, κατά γε τὸν ἐμὸν λόγον, ἐπάγει τοῖς ἐξημαρτηκόσι τὰς ὀδυνηρὰς διαθέσεις ὁ Θεὸς, ὁ ἀντιποιούμενός τε καὶ πρὸς ἑαυτὸν ἕλκων πᾶν ὅτιπερ αὐτοῦ χάριν ἦλθεν εἰς γένεσιν· ἀλλ᾽ ὁ μὲν ἐπὶ τῷ κρείττονι σκοπῷ πρὸς ἑαυτὸν, ὅς ἐστι πηγὴ πάσης μακαριότητος, ἐπισπᾶται τὴν ψυχήν· ἐπισυμβαίνει δὲ κατ᾽ ἀνάγκην ἡ ἀλγεινὴ διάθεσις τῷ ἑλκομένῳ.

Καὶ ὥσπερ τὴν ἐμμιχθεῖσαν τῷ χρυσίῳ ὕλην οἱ διὰ πυρὸς ἐκκαθαροῦντες οὐ μόνον τὸ νόθον τῷ πυρὶ τήκουσιν, ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην καὶ τὸ καθαρὸν τῷ κιβδήλῳ συγκατατήκεται, κἀκείνου δὲ δαπανωμένου τοῦτο μένει· οὕτω καὶ τῆς κακίας τῷ ἀκοιμήτῳ πυρὶ δαπανωμένης, ἀνάγκη πᾶσα καὶ τὴν ἑνωθεῖσαν αὐτῇ ψυχὴν ἐν τῷ πυρὶ εἶναι, ὡς ἂν τὸ κατεσπαρμένον νόθον καὶ ὑλῶδες, καὶ κίβδηλον ἀπαναλωθῇ τῷ αἰωνίῳ πυρὶ δαπανώμενον.

Καὶ καθάπερ εἴ τινι σχοινίῳ πηλὸς τῶν κολλωδεστέρων διὰ βάθους περιπλασθείη, εἶτα διά τινος λεπτοῦ χωρήματος ἡ ἀρχὴ διεξαχθείη τῆς σχοίνου, καὶ βιαίως τις ἐπὶ τὰ ἐντὸς ἐκ τοῦ ἄκρου τὴν σχοῖνον ἐφέλκοιτο, ἀνάγκη πᾶσα τὴν μὲν ἕπεσθαι τῷ ἐπισπωμένῳ, τὸν δὲ παραπλασθέντα πηλὸν ἐκ τῆς βιαίας ὁλκῆς ἔξω τῆς τρυμαλιᾶς μένειν τῆς σχοίνου ἀποξυόμενον, καὶ αἴτιον αὐτῇ γίνεσθαι τοῦ μὴ εὐοδοῦσθαι κατὰ τὴν πάροδον, ἀλλὰ βιαίαν ὑπομένειν ἐκ τοῦ ἐφελκομένου τὴν τάσιν· τοιοῦτόν τί μοι δοκεῖ καὶ τὸ περὶ τὴν ψυχὴν ἐννοεῖν ταῖς ὑλικαῖς τε καὶ γεώδεσι προσπαθείαις ἐνειληθεῖσαν, κάμνειν καὶ διατείνεσθαι, τοῦ μὲν Θεοῦ τὸ ἴδιον πρὸς ἑαυτὸν ἕλκοντος· τοῦ δ᾽ ἀλλοτρίου, διὰ τὸ συμφυῆναί πως αὐτῇ, βιαίως ἀποξυρομένου, καὶ τὰς δριμείας αὐτῇ καὶ ἀνυποστάτους ἀλγηδόνας ἐπάγοντος. —Γ. Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούμενον, τοῖς ἐξημαρτηκόσιν ἐπάγει τὴν κόλασιν, ἀλλὰ τὸ μὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν ἐνεργεῖ μόνον τοῦ κακοῦ ἀποκρίνουσα, καὶ πρὸς τὴν τῆς μακαριότητος κοινωνίαν ἐπισπωμένη· ὁ δὲ τῆς συμφυΐας διασπασμὸς ὀδύνη τῷ ἑλκομένῳ γίνεται. —Μ. Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐμός ἐστι λόγος, καὶ ὅτι μέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν.

Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν εἰς τοσοῦτον ἐν ἀπηγορευμένοις γεγονότα κακοῖς, καὶ τὸν μετρίοις συνενεχθέντα πλημμελήμασιν, ἐν τῇ κρίσει τῆς μοχθηρᾶς ἕξεως ἀνιαθῆναι. Ἀλλὰ παρὰ τὸ ποσὸν τῆς ὕλης, ἢ πλεῖον ἢ ἔλαττον ἡ ὀδυνηρὰ ἐκείνη φλὸξ ἐξαφθήσεται, ὡς ἂν τὸ ὑποτρέφον ᾖ. ᾯ τοίνυν πολὺς ὁ ὑλώδης ἔπεστι φόρτος, πολλὴν ἀνάγκη καὶ διαρκεστέραν ἐπ᾽ αὐτῷ γίνεσθαι τὴν ἀναλίσκουσαν φλόγα· ᾧ δὲ ἐπ᾽ ἔλαττον ἡ τοῦ πυρὸς δαπάνη ἐγκαταμέμικται, τοσοῦτον ὑποκαταβαίνει τῆς σφοδροτέρας τε καὶ δριμυτέρας ἐνεργείας ἡ κόλασις, ὅσον ἠλάττωται τῷ τῆς κακίας μέτρῳ τὸ ὑποκείμενον. Χρὴ γὰρ πάντη καὶ πάντως ἐξαιρεθῆναί ποτε τὸ κακὸν ἐκ τοῦ ὄντος, καὶ ὅπερ ἐν τοῖς φθάσασιν εἴρηται, τὸ ὄντως μὴ ὂν, μηδ᾽ εἶναι ὅλως. Ἐπειδὴ γὰρ ἔξω τῆς προαιρέσεως ἡ κακία εἶναι φύσιν οὐκ ἔχει, ὅταν πᾶσα προαίρεσις ἐν τῷ Θεῷ γένηται, εἰς παντελῆ ἀφανισμὸν ἡ κακία μὴ χωρήσει. τῷ μηδὲν αὐτῆς ὑπολειφθῆναι δοχεῖον. Γ. Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶπον ἐγὼ, τῷ λογιζομένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυσιαίαν μόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ᾽ εἰς αἰώνιόν τι διάστημα ἡ ἄσχετος ἐκείνη ὀδύνη παραταθείη, τίς ἐκ τῆς ὕστερον ἐλπίδος ὑπολέλειπται παραμυθία, ᾧ πρὸς ὅλον αἰῶνα συνδιαμετρεῖται ἡ κόλασις; —Μ.

Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχὴν ἀμιγῆ τε καὶ ἀκοινώνητον· ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσεως ἡμῶν, ὡς ὅτι μάλιστα ἐν μετρίοις τισὶ καὶ εὐθεραπεύτοις εἶναι τὰ τῆς ἀρετῆς ἀποτεύγματα. Οἶδε γὰρ ἡ εὐαγγελικὴ διδασκαλία καὶ μυρίων ὀφειλέτην τινὰ ταλάντων, καὶ πεντακοσίων δηναρίων, καὶ πεντήκοντα, καὶ κοδράντου τινὸς, ὅπερ τὸ ἔσχατόν ἐστιν ἐν νομίσμασι· τὴν δὲ τοῦ Θεοῦ δικαίαν κρίσιν διὰ πάντων διεξιέναι, καὶ τῷ βάρει τοῦ ὀφλήματος συνεπιτείνουσαν τὴν ἀνάγκην τῆς ἀπαιτήσεως, καὶ οὐδὲ τῶν σμικροτάτων ὑπερορῶσαν. Τὴν δὲ ἀπόδοσιν τῶν ὀφλημάτων τὸ Εὐαγγέλιον εἶπεν οὐκ ἐκ χρημάτων διαλύσεως γίνεσθαι, ἀλλὰ παραδίδοσθαι τοῖς βασανισταῖς τὸν ὑπόχρεων, ἕως ἂν, φησὶν, ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ὅπερ οὐδὲν ἕτερόν ἐστιν, ἢ διὰ τῆς βασάνου τὴν ἀναγκαίαν ὀφειλὴν ἀποτίσαι, τὸ ὄφλημα τῆς τῶν λυπηρῶν μετουσίας, ὧν παρὰ τὸν βίον ὑπόχρεως ἐγένετο, ἀμιγῆ τε καὶ ἄκρατον τοῦ ἐναντίου τὴν ἡδονὴν ὑπὸ ἀβουλίας ἑλόμενος, καὶ οὕτως, ἅπαν ἀποθέμενος τὸ ἀλλότριον ἑαυτοῦ, ὅπερ ἐστὶν ἡ ἁμαρτία, καὶ τὴν ἐκ τῶν ὀφλημάτων αἰσχύνην ἀποδυσάμενος, ἐν ἐλευθερίᾳ τε καὶ παῤῥησίᾳ γένηται. Ἡ δ᾽ ἐλευθερία ἐστὶν ἡ πρὸς τὸ ἀδέσποτόν τε καὶ αὐτοκρατὲς ἐξομοίωσις, ἡ κατ᾽ ἀρχὰς μὲν ἡμῖν παρὰ Θεοῦ δεδωρημένη, συγκαλυφθεῖσα τῇ τῶν ὀφλημάτων αἰσχύνῃ.

Πᾶσα δ᾽ ἐλευθερία μία τίς ἐστι τῇ φύσει καὶ πρὸς ἑαυτὴν οἰκείως ἔχει. Ἀκολούθως οὖν πᾶν τὸ ἐλεύθερον τῷ ὁμοίῳ συναρμοσθήσεται· ἀρετὴ δὲ ἀδέσποτον. Οὐκοῦν ἐν ταύτῃ γενήσεται πᾶν τὸ ἐλεύθερον, ἀδέσποτον γὰρ τὸ ἐλεύθερον.

Ἀλλὰ μὴν ἡ θεία φύσις ἡ πηγὴ πάσης ἐστὶ τῆς ἀρετῆς. Ἐν ταύτῃ ἄρα οἱ τῆς κακίας ἀπηλλαγμένοι γενήσονται, ἵνα, καθώς φησιν ὁ Ἀπόστολος, ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Αὕτη γὰρ ἡ φωνὴ σαφῶς μοι δοκεῖ βεβαιοῦν τὴν προεξητασμένην διάνοιαν, ἡ λέγουσα, καὶ εἰς πάντα γενέσθαι τὸν Θεὸν, καὶ ἐν πᾶσι. Τῆς γὰρ ἐν τῷ παρόντι ζωῆς ποικίλως τε καὶ πολυειδῶς ἡμῖν ἐνεργουμένης, πολλὰ μέν ἐστιν ὧν μετέχομεν, οἷον χρόνου καὶ ἀέρος καὶ τόπου, βρώσεώς τε καὶ πόσεως, καὶ σκεπασμάτων, καὶ ἡλίου, καὶ λύχνου, καὶ ἄλλων πρὸς τὴν χρείαν τοῦ βίου πολλῶν, ὧν οὐδέν ἐστιν ὁ Θεός· ἡ δὲ προσδοκωμένη μακαριότης μὲν οὐδενός ἐστιν ἐπιδεὴς, πάντα δὲ ἡμῖν καὶ ἀντὶ πάντων ἡ θεία γενήσεται φύσις, πρὸς πᾶσαν χρείαν τῆς ζωῆς ἐκείνης ἑαυτὴν ἁρμοδίως ἐπιμερίζουσα. Καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῶν θείων λόγων, ὅτι καὶ τόπος γίνεται ὁ Θεὸς τοῖς ἀξίοις, καὶ οἶκος, καὶ ἔνδυμα, καὶ τροφὴ, καὶ πόσις, καὶ φῶς, καὶ πλοῦτος, καὶ βασιλεία, καὶ πᾶν νόημά τε καὶ ὄνομα τῶν πρὸς τὴν ἀγαθὴν ἡμῖν συντελούντων ζωήν. Ὁ δὲ πάντα γινόμενος καὶ ἐν πᾶσι γίνεται. Ἐν τούτῳ δέ μοι δοκεῖ τὸν παντελῆ τῆς κακίας ἀφανισμὸν δογματίζειν ὁ λόγος. Εἰ γὰρ ἐν πᾶσι τοῖς οὖσιν ὁ Θεὸς ἔσται, ἡ κακία δηλαδὴ ἐν τοῖς οὖσιν οὐκ ἔσται. Εἰ γάρ τις ὑπόθοιτο κἀκείνην εἶναι, πῶς σωθήσεται τὸ ἐν πᾶσι τὸν Θεὸν εἶναι;

Ἡ γὰρ ὑπεξαίρεσις ἐκείνης, ἐλλιπῆ τῶν πάντων ποιεῖ τὴν περίληψιν. Ἀλλ᾽ ὁ ἐν τοῖς πᾶσιν ἐσόμενος, ἐν τοῖς μὴ οὖσιν οὐκ ἔσται. —Γ. Τί οὖν χρὴ λέγειν, εἶπον, πρὸς τοὺς μικροψύχως ταῖς συμβολαῖς διακειμένους; —Μ. Εἴπωμεν πρὸς αὐτοὺς, φησὶν ἡ διδάσκαλος, ὅτι Μάτην, ὦ οὗτοι, δυσανασχετεῖτε καὶ δυσχεραίνετε τῷ εἱρμῷ τῆς ἀναγκαίας πραγμάτων ἀκολουθίας, ἀγνοοῦντες πρὸς ὅντινα σκοπὸν τὰ καθ᾽ ἕκαστον ἐν τῷ παντὶ οἰκονομούμενα φέρεται, ὅτι πάντα χρὴ τάξει τινὶ καὶ ἀκολουθίᾳ κατὰ τὴν τεχνικὴν τοῦ καθηγεμόνος σοφίαν τῇ θείᾳ προσοικειωθῆναι φύσει.

Τούτου γὰρ ἕνεκεν ἡ λογικὴ φύσις ἦλθεν εἰς γένεσιν, ὡς τὸν πλοῦτον τῶν θείων ἀγαθῶν μὴ ἀργὸν εἶναι· ἀλλ᾽ οἷον ἀγγεῖά τινα προαιρετικὰ τῶν ψυχῶν δοχεῖα, παρὰ τῆς τὸ πᾶν συστησαμένης σοφίας κατεσκάσθη, ἐφ᾽ ᾧτε εἶναί τι χώρημα δεκτικὸν ἀγαθῶν, τὸ ἀεὶ τῇ προσθήκῃ τοῦ εἰσχεομένου μεῖζον γινόμενον.

Τοιαύτῃ γὰρ ἡ τοῦ θείου ἀγαθοῦ μετουσία, ὥστε μείζονα καὶ δεκτικώτερον ποιεῖν τὸν ἐν ᾧ γίνεται, ἐκ δυνάμεως καὶ μεγέθους προσθήκην ἀναλαμβανομένη τῷ δεχομένῳ, ὡς ἂν αὔξεσθαι τὸν τρεφόμενον, καὶ μὴ λήγειν ποτὲ τῆς αὐξήσεως. Τῆς γὰρ πηγῆς τῶν ἀγαθῶν ἀνέκλειπτα πηγαζούσης, ἡ τοῦ μετέχοντος φύσις, διὰ τὸ μηδὲν τοῦ λαμβανομένου περιττωματικόν τε εἶναι καὶ ἄχρηστον, ὅλον τὸ εἰσρέον προσθήκην τοῦ ἰδίου ποιουμένου μεγέθους, ἑλκτικωτέρα τε ἅμα τοῦ κρείττονος, καὶ πολυχωρητοτέρα γίνεται, ἀμφοτέρων ἀλλήλοις συνεπιδιδόντων, τῆς τε τρεφομένης δυνάμεως ἐν τῇ τῶν ἀγαθῶν ἀφθονίᾳ πρὸς τὸ μεῖζον ἐπιδιδούσης, καὶ τῆς τρεφούσης χορηγίας, τῇ τῶν αὐξανομένων ἐπιδόσει συμπλημμυρούσης. Ἔστιν οὖν εἰκὸς εἰς τοιοῦτον ἀναβήσεσθαι μέγεθος, ἐφ᾽ ὃν ὅρος οὐδεὶς ἐπικόπτει τὴν αὔξησιν. Εἶτα τοιούτων ἡμῖν προκειμένων, χαλεπαίνετε διὰ τῆς τεταγμένης ἡμῖν ὁδοῦ πρὸς τὸν ἴδιον σκοπὸν προϊούσης τῆς φύσεως; Οὐ γὰρ ἔστιν ἄλλως ἐπέκεινα γενέσθαι τὸν δρόμον ἡμῖν, μὴ τοῦ βαροῦντος ἡμᾶς, τοῦ ἐμβριθοῦς λέγω τούτου καὶ γεώδους φορτίου, τῆς ψυχῆς ἡμῶν ἀποσεισθέντος, τῆς τε πρὸς αὐτὸ συμπαθείας, ἣν ἐν τῷδε τῷ βίῳ ἐσχήκαμεν, διὰ κρείττονος ἐπιμελείας ἐγκαθαρθέντας, ἐν τῷ καθαρῷ δυνηθῆναι προσοικειωθῆναι τὸ ὅμοιον.