Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η βιβλική θεμελίωση της αναστάσεως και οι λογικές ενστάσεις

Η μετάβαση στο δόγμα της εγέρσεως των νεκρών. Προβάλλονται μαρτυρίες από την αγία Γραφή και εξετάζονται οι απορίες σχετικά με την ταυτότητα των αναστημένων σωμάτων και τη χρησιμότητα των μελών τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 9

Ἐπειδὰν οὖν εἰς τὸ οἰκεῖον πλήρωμα τὸ ἀνθρώπινον φθάσῃ, στήσεται πάντως ἡ ῥοώδης αὕτη τῆς φύσεως κίνησις, εἰς τὸ ἀναγκαῖον καταντήσασα πέρας, καί τις ἑτέρα κατάστασις τὴν ζωὴν διαδέχεται, τῆς νῦν ἐν γενέσει καὶ φθορᾷ διεξαγομένης κεχωρισμένη. Μὴ οὔσης γὰρ γενέσεως, κατὰ πᾶσαν ἀνάγκην οὐδὲ τὸ φθειρόμενον ἔσται. Εἰ γὰρ πρὸ τῆς διαλύσεως σύνθεσις ἄρχεται, σύνθεσιν δέ φαμεν τὴν διὰ γενέσεως πάροδον· ἀκόλουθον πάντως μὴ καθηγουμένης τῆς συνθέσεως, μηδὲ τὴν διάλυσιν ἕπεσθαι. Οὐκοῦν ἑστῶσά τις καὶ ἀδιάλυτος ἡ μετὰ ταῦτα ζωὴ δι᾽ ἀκολουθίας προφαίνεται, οὔτε ὑπὸ γενέσεως, οὔτε ὑπὸ φθορᾶς ἀλλοιουμένη. Γ. Ἐγὼ δὲ ταῦτα διεξελθούσης διδασκάλον, ἐπειδὴ τοῖς πολλοῖς παρακαθημένοις ἐδόκει τὸ προσῆκον ἐσχηκέναι πέρας ὁ λόγος, φοβηθεὶς μὴ οὐκ ἔτι ὁ διαλύων ἡμῖν τὰ περὶ τῆς ἀναστάσεως παρὰ τῶν ἔξωθεν προφερόμενα, εἴ τι ἐκ τῆς ἀῤῥωστίας ἡ διδάσκαλος πάθοι, ὃ δὴ καὶ ἐγένετο· οὔπω, φημὶ, τοῦ κυριωτάτου τῶν κατὰ δόγμα ζητουμένων ὁ λόγος ἥψατο.

Φησὶ γὰρ ἡ θεόπνευστος Γραφὴ, κατά τε τὴν νέαν καὶ ἀρχαίαν διδασκαλίαν, πάντως ποτὲ τάξει τινὶ καὶ εἱρμῷ τῆς φύσεως ἡμῶν κατὰ τὴν παροδικὴν τοῦ χρόνου κίνησιν διεξιούσης, στήσεσθαι μὲν τὴν ῥοώδη ταύτην φορὰν τὴν διὰ τῆς τῶν ἐπιγινομένων διαδοχῆς προϊοῦσαν, τῆς δὲ τοῦ παντὸς συμπληρώσεως μηκέτι τὴν ἐπὶ τὸ πλεῖον ἐπαύξησιν προδεχομένης, ἅπαν τὸ τῶν ψυχῶν πλήρωμα, πάλιν ἐκ τοῦ ἀειδοῦς καὶ ἐσκεδασμένου πρὸς τὸ συνεστὸς καὶ φαινόμενον ἐπανελεύσεσθαι, τῶν αὐτῶν στοιχείων κατὰ τὸν αὐτὸν εἱρμὸν πρὸς ἄλληλα πάλιν ἀναδραμόντων. Ἡ δὲ τοιαύτη τῆς ζωῆς κατάστασις, περὶ τῶν τῆς θείας διδασκαλίας Γραφῶν ἀνάστασις λέγεται, τῇ τοῦ γεώδους ἀνορθώσει, πάσης τῆς τῶν στοιχείων κινήσεως συνονομαζομένης. —Μ. Τί οὖν, φησὶ, τούτων ἀμνημόνευτον ἐν τοῖς εἰρημένοις ἐστίν; —Γ. Αὐτὸ, φημὶ, τὸ δόγμα τῆς ἀναστάσεως. Μ. Καὶ μὴν πολλὰ, φησὶ, τῶν νῦν διεξοδικῶς εἰρημένων, πρὸς τοῦτον τὸν σκοπὸν φέρει. —Γ. Οὐ γὰρ οἶδας, εἶπον, ὅσον παρὰ τῶν ἀντιτεταγμένων ἡ μῖν παρὰ τῆς ἐλπίδος ταύτης ἀντιθέσεως ἀνθυποφέρεται σμῆνος; Καὶ ἅμα λέγειν ἐπεχείρουν, ὅσα πρὸς ἀνατροπὴν τῆς ἀναστάσεως παρὰ τῶν ἐριστικῶν ἐφευρίσκεται. —Μ. Ἡ δὲ, Δοκεῖ μοι, φησὶ, χρῆναι πρότερον τὰ σποράδην παρὰ τῆς θείας Γραφῆς περὶ τούτου τοῦ δόγματος ἐκτεθέντα δι᾽ ὀλίγων ἐπιδραμεῖν, ὡς ἂν ἐκεῖθεν ἡμῖν ἡ κορωνὶς ἐπιτεθείη τῷ λόγῳ.

Ἤκουσα τοίνυν τοῦ Δαβὶδ ὑμνολογοῦντος ἐν θείαις ᾠδαῖς, ὅτε τὴν τοῦ παντὸς διακόσμησιν ὑπόθεσιν τοῦ ὕμνου πεποιημένος ἐν ἑκατοστῷ τρίτῳ ψαλμῷ πρὸς τῷ τέλει τῆς ὑμνῳδίας τοῦτό φησιν, ὅτι «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Πάντα ἐν πᾶσιν ἐνεργοῦσαν τοῦ πνεύματος δύναμιν, ζωοποιεῖν τε λέγων, οἷς ἂν ἐγγένηται, καὶ ἀφιστᾷν τῆς ζωῆς πάλιν ὧν ἂν ἀπογένηται. Ἐπεὶ οὖν τῇ ἀναχωρήσει τοῦ πνεύματος τὴν τῶν ζώντων ἔκλειψιν, τῇ δὲ τούτου παρουσίᾳ τὸν τῶν ἐκλειπόντων ἀνακαινισμὸν γίνεσθαι λέγει, προηγεῖται δὲ κατὰ τὴν τοῦ λόγου τάξιν τῶν ἀνακαινιζομένων ἡ ἔκλειψις· τούτῳ ἐκείνῳ φαμὲν τὸ κατὰ τὴν ἀνάστασιν καταγγέλλεσθαι τῇ Ἐκκλησίᾳ μυστήριον, τῷ προφητικῷ πνεύματι τοῦ Δαβὶδ τὴν χάριν ταύτην προεκφωνήσαντος. Ἀλλὰ καὶ ἑτέρωθέν φησιν ὁ αὐτὸς οὗτος προφήτης, ὅτι ὁ τοῦ παντὸς Θεὸς, ὁ τῶν ὄντων Κύριος ἐπέφανεν ἡμῖν ἐπὶ τῷ συστήσασθαι τὴν ἑορτὴν ἐν τοῖς πυκάζουσι τὴν τῶν Σκηνοπηγίων ἑορτὴν διὰ τῆς τοῦ πυκασμοῦ λέξεως ἑρμηνεύων, ἣ πάλαι μὲν ἐκ τῆς παραδόσεως τοῦ Μωϋσέως νενόμιστο προφητικῶς, οἶμαι, τὰ μέλλοντα τοῦ νομοθέτου προαγορεύοντος· ἀεὶ δὲ γενόμενος, οὔπω ἐγεγόνει.

Προεδηλοῦτο μὲν γὰρ τοῖς τῶν γινομένων αἰνίγμασι τυπικῶς ἡ ἀλήθεια· αὕτη δὲ ἡ ἀληθὴς σκηνοπηγία οὔπω ἦν, ἀλλὰ τούτου χάριν, κατὰ τὸν προφητικὸν λόγον, ὁ Θεὸς τῶν ὅλων καὶ Κύριος ἑαυτὸν ἐπέφανεν ἡμῖν, ὡς ἂν συσταίη τῇ ἀνθρωπίνῃ φύσει ἡ τοῦ διαλυθέντος ἡμῶν οἰκητηρίου σκηνοπηγία, πάλιν διὰ τῆς συνόδου τῶν στοιχείων σωματικῶς πυκαζομένη. Τὴν γὰρ περιβολὴν καὶ τὸν ἐκ ταύτης κόσμον ἡ τοῦ πυκασμοῦ λέξις κατὰ τὴν ἰδίαν ἔμφασιν διασημαίνει.

Ἔχει δὲ ἡ ῥῆσις τῆς ψαλμῳδίας τοῦτον τὸν τρόπον· Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν συστήσασθαι ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. Ὅπερ δοκεῖ μοι προαναφωνεῖν δι᾽ αἰνίγματος, τὸ μίαν ἑορτὴν πάσῃ τῇ λογικῇ κτίσει συνίστασθαι τῶν ὑποδεεστέρων τοῖς ὑπερέχουσιν ἐν τῇ τῶν ἀγαθῶν συνόδῳ συγχορευόντων. Ἐπειδὴ γὰρ ἐν τῇ τυπικῇ τοῦ ναοῦ κατασκευῇ, οὐ πᾶσιν ἐφεῖτο τῆς ἔξωθεν περιβολῆς ἐντὸς γενέσθαι, ἀλλὰ περικέκριτο τῆς εἰσόδου πᾶν ὅσον ἐθνικὸν καὶ ἀλλόφυλον, τῶν τε αὖ ἐντὸς γινομένων, οὐ μετῆν ἐκ τοῦ ἴσου πᾶσι τῆς ἐπὶ τὸ ἐνδότερον παρόδου, μή τινι καθαρωτέρᾳ διαίτῃ, καί τισι περιῤῥαντηρίοις ἀφαγνισθεῖσι· πάλιν δὲ καὶ ἐν αὐτοῖς τούτοις οὐ πᾶσι βάσιμος ἦν ὁ ἔνδον ναὸς, ἀλλὰ τοῖς ἱερεῦσι μόνοις νόμιμον ἦν κατὰ χρείαν ἱερουργίας ἐντὸς τοῦ καταπετάσματος γίνεσθαι, τὸ δὲ ἀπόκρυφόν τε καὶ ἄδυτον τοῦ ναοῦ, ἐν ᾧ τὸ θυσιαστήριον ἵδρυτο κεράτων τισὶ προσβολαῖς κεκαλλωπισμένον, καὶ αὐτοῖς τοῖς ἱερεῦσιν ἀνεπίβατον ἦν, πλὴν ἑνὸς τοῦ προτεταγμένου τῆς ἱερωσύνης, ὡς ἅπαξ τοῦ ἐνιαυτοῦ κατά τινα νόμιμον ἡμέραν, μόνος ποῤῥητοτέραν τινὰ καὶ μυστικωτέραν προσάγων ἱερουργίαν ἐπὶ τὸ ἐντὸς παρεδύετο.

Τοσαύτης οὖν οὔσης περὶ τὸν ναὸν τοῦτον διαφορᾶς, ὅτι τις εἰκὼν καὶ μίμημα τῆς νοητῆς ἦν καταστάσεως, τοῦτο τῆς σωματικῆς παρατηρήσεως διδασκούσης, ὅτι οὔτε πᾶσα ἡ λογικὴ φύσις τῷ ναῷ τοῦ Θεοῦ, τουτέστι τῇ ὁμολογίᾳ τοῦ μεγάλου Θεοῦ προσεγγίζει· ἀλλ᾽ οἱ πρὸς τὰς ψευδεῖς ὑπολήψεις πεπλανημένοι ἐκτός εἰσι τοῦ θείου περισχοινίσματος.

Τῶν δὲ διὰ τῆς ὁμολογίας ἐντὸς γεγενημένων προτιμοτέρων τῶν ἄλλων, οἱ περιῤῥαντηρίοις καὶ ἁγνείαις προκαθαιρόμενοι, καὶ τούτων οἱ ἀφιερωθέντες ἤδη τὸ πλέον ἔχουσιν, ὥστε τῆς ἐσωτερικῆς ἀξιοῦσθαι μυσταγωγίας, ὡς δ᾽ ἄν τις ἐπὶ τὸ φανερώτερον προάγοι τὴν τοῦ αἰνίγματος ἔμφασιν.

Ταῦτα ἔστι μαθεῖν τοῦ λόγου διδάσκοντος, ὅτι τῶν λογικῶν δυνάμεων, αἱ μέν τινές εἰσιν οἷον τὸ ἅγιον θυσιαστήριον ἐν τῷ ἀδύτῳ τῆς θεότητος καθιδρυμέναι· αἱ δέ τινες πάλιν καὶ τούτων ἐν ἐξοχῇ θεωροῦνται, κεράτων δίκην προβεβλημέναι, καὶ ἄλλαι περὶ ἐκείνας κατά τινα τάξεως ἀκολουθίαν προτερεύουσί τε καὶ δευτερεύουσι. Τὸ δὲ τῶν ἀνθρώπων γένος διὰ τὴν ἐγγινομένην κακίαν ἔξω τῆς θείας περιβολῆς ἀπεώσθη· ὅπερ τῷ περιράντρῳ λουτρῷ καθηράμενον ἐντὸς γίνεται.

Ἀλλ᾽ ἐπειδὴ μέλλει ποτὲ τὰ μετὰ ταῦτα παραφράγματα λύεσθαι, δι᾽ ὧν ἡμᾶς ἡ κακία πρὸς τὰ ἐντὸς τοῦ καταπετάσματος ἀπετείχισεν, ὅταν σκηνοπηχθῇ πάλιν διὰ τῆς ἀναστάσεως ἡμῶν ἡ φύσις, καὶ πᾶσα ἡ κατὰ κακίαν ἐγγινομένη διαφθορὰ ἐξαφανισθῇ τῶν ὄντων, τότε κοινὴ συστήσεται ἡ περὶ τὸν Θεὸν ἑορτὴ τοῖς διὰ τῆς ἀναστάσεως πυκασθεῖσιν, ὡς μίαν τε καὶ τὴν αὐτὴν προκεῖσθαι πᾶσι τὴν εὐφροσύνην· μηκέτι διαφορᾶς τινος τῆς τῶν ἴσων μετουσίας, τὴν λογικὴν φύσιν διατεμνούσης, ἀλλὰ τῶν νῦν ἔξω διὰ τὴν κακίαν ὄντων ἐντὸς τῶν ἀδύτων τῆς θείας μακαριότητός ποτε γενησομένων, καὶ τοῖς κέρασι τοῦ θυσιαστηρίου, τουτέστι, ταῖς ἐξεχούσαις τῶν ὑπερκοσμίων δυνάμεσιν ἑαυτοὺς συναπτόντων. Ὅπερ δὴ γυμνότερόν φησιν ὁ Ἀπόστολος, τὴν τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν συμφωνίαν διερμηνεύων, ὅτι αὐτῷ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός· ἀντὶ μὲν τῶν κεράτων λέγων τὸ ἀγγελικόν τε καὶ ἐπουράνιον, διὰ δὲ τῶν λοιπῶν σημαίνων τὴν μετ᾽ ἐκείνους νοουμένην κτίσιν ἡμᾶς, οὓς πάντας μία καὶ σύμφωνος ἑορτὴ κατακρατήσει.

Ἑορτή ἐστιν ἡ τοῦ ὄντως ὄντος ὁμολογία τε καὶ ἐπίγνωσις. Ἔστι δὲ, φησὶ, καὶ ἄλλα πολλὰ τῆς ἁγίας Γραφῆς πρὸς σύστασιν τοῦ κατὰ τὴν ἀνάστασιν δόγματος ἀναλέξασθαι. Ὅ τε γὰρ Ἐζεκιὴλ τῷ προφητικῷ πνεύματι τὸν ἐν τῷ μέσῳ πάντα χρόνον, καὶ τὸ ἐν τούτῳ διάστημα ὑπερβὰς, ἐπ᾽ αὐτοῦ ἵσταται τοῦ καιροῦ τῆς ἀναστάσεως τῇ προγνωστικῇ δυνάμει καὶ τὸ ἐσόμενον ὡς ἤδη τεθεαμένος ὑπ᾽ ὄψιν ἄγει τῷ διηγήματι. Πεδίον μέγα καὶ εἰς ἄπειρον εἶδε διηπλωμένον, ὀστέων σωρείαν ἐπὶ τούτῳ πολλὴν, ἄλλων ἀλλαχῆ πρὸς τὸ συμβὰν διεῤῥιμμένων· εἶτα θείᾳ δυνάμει πρὸς τὰ συγγενῆ καὶ ἴδια συγκινουμένων, καὶ ταῖς οἰκείαις ἁρμονίαις ἐμφυομένων. Εἶτα νεύροις καὶ σαρξὶ καὶ δέρμασι καλυπτομένων (ὅπερ ἡ ψαλμῳδία πυκαζομένων λέγει), καὶ πνεῦμα ζωοποιοῦν τε καὶ διεγεῖρον ἅπαν τὸ κείμενον.

Τὴν δὲ τοῦ Ἀποστόλου κατὰ τὴν ἀνάστασιν θαυμάτων διασκευὴν, ὡς πρόχειρον οὖσαν τοῖς ἐντυγχάνουσιν, τί ἄν τις λέγοι; Ὅπως ἐν κελεύσματί τινι καὶ σαλπίγγων ἤχει φησὶν ὁ λόγος ἐν ἀκαρεῖ τοῦ χρόνου ἅπαν ἀθρόως τὸ τεθνηκός τε καὶ κείμενον, εἰς ἀθανάτου φύσιν ὑπαμειφθήσεσθαι;

Ἀλλὰ καὶ τὰς ἀγγελικὰς φωνὰς, ὡς προδήλους ἅπασιν οὔσας, παρήσαμεν. Οὐ γὰρ μόνῳ λόγῳ φησὶν ὁ Κύριος τοὺς νεκροὺς ἀναστήσεσθαι, ἀλλὰ καὶ αὐτὴν ἐνεργεῖ τὴν ἀνάστασιν, ἀπὸ τῶν ἐγγυτέρων ἡμῖν καὶ ἧττον ἀπιστεῖσθαι δυναμένων τῆς θαυματοποιίας ἀρξάμενος. Πρῶτον μὲν γὰρ ἐν τοῖς ἐπιθανασίοις τῶν νοσημάτων τὴν ζωοποιὸν δείκνυσι δύναμιν, ἀπελαύνων προστάγματι καὶ λόγῳ τὰ πάθη· εἶτα ἀρτιθανὲς ἐγείρει παιδίον, εἶτα νεανίαν τοῖς τάφοις ἤδη προσκομιζόμενον τῆς σοροῦ διαναστήσας τῇ μητρὶ δίδωσι· μετὰ τοῦτο διαπεπτωκότα ἤδη τετραημέρῳ χρόνῳ τὸν Λάζαρον νεκρὸν ἐξάγει τοῦ τάφου φωνῇ καὶ προστάγματι ζωοποιήσας τὸν κείμενον· εἶτα τὸν ἑαυτοῦ ἄνθρωπον ἥλοις καὶ λόγχῃ διαπεπαρμένον ἐκ νεκρῶν διὰ τρίτης ἡμέρας διανίστησι, τοὺς τύπους τῶν ἥλων καὶ τὴν πληγὴν τῆς λόγχης εἰς μαρτυρίαν τῆς ἀναστάσεως ἐπαγόμενος.

Περὶ ὧν οὐδὲν οἶμαι χρῆναι διεξιέναι, μὴ μιᾶς ἀμφιβολίας ἐν τοῖς τὰ προγεγραμμένα παραδεδειγμένοις εἰπούσης. Γ. Ἀλλ᾽ οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούμενον ἦν· τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθήσεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν γραφικῶν ἀποδείξεων, καὶ τῶν ἤδη προεξητασμένων, οἱ πολλοὶ τῶν ἀκουόντων συνθήσονται. Ὑπόλοιπον ἂν εἴη σκοπεῖν, φησὶν, εἰ ὥσπερ τὸ νῦν καὶ τὸ ἐλπιζόμενον ἔσται. Ὅπερ εἰ ὄντως εἴη, φευκτὸν εἶπον τοῖς ἀνθρώποις τὴν ἐλπίδα τῆς ἀναστάσεως εἶναι. Εἰ γὰρ οἷα γίνεται, ὅταν λήγεται τοῦ ζῇν τὰ ἀνθρώπινα σώματα, τοιαῦτα τῇ ζωῇ πάλιν ἀποκαθίσταται· ἄρα τις ἀτέλεστος συμφορὰ διὰ τῆς ἀναστάσεως τοῖς ἀνθρώποις ἐλπίζεται.

Τί γὰρ ἂν ἐλεεινότερον γένοιτο θέαμα, ἢ ὅταν ἐν ἐσχάτῳ γήρᾳ καταῤῥιγνυθέντα τὰ σώματα μεταποιηθῇ πρὸς τὸ εἰδεχθές τε καὶ ἄμορφον, τῆς μὲν σαρκὸς αὐτῆς ἀναλωθείσης τῷ χρόνῳ, ῥυσοῦ δὲ τοῖς ὀστέοις περιεσκληκότος τοῦ δέρματος; Τῶν δὲ δὴ νεύρων συνεσπασμένων διὰ τὸ μηκέτι τῇ φυσικῇ ἰκμάδι ὑποπιαίνεσθαι, καὶ διὰ τοῦτο παντὸς συνελκομένου τοῦ σώματος, ἄτοπόν τι καὶ ἐλεεινὸν θέαμα γίνεται, τῆς μὲν κεφαλῆς ἐπὶ τὸ γόνυ συγκεκλιμένης· τῆς δὲ χειρὸς ἔνθεν καὶ ἔνθεν πρὸς μὲν τὴν κατὰ φύσιν ἐνέργειαν ἀπρακτούσης, ἐντρομῆς δὲ κατὰ τὸ ἀκούσιον ἀεὶ κραδαινομένης. Οἷα δὲ πάλιν τῶν ταῖς χρονίαις νόσοις ἐκτετηκότων τὰ σώματα;

Ἃ τοσοῦτον διαφέρει τῶν γυμνωθέντων ὀστέων, ὅσον ἐπικαλύφθαι δοκεῖ λεπτῷ, καὶ ἐκδεδαπανημένῳ ἤδη τῷ δέρματι. Οἷα δὲ καὶ τῶν ἐν ταῖς ὑδερικαῖς ἀῤῥωστίαις ἐξῳδηκότων, τῶν δὲ τῇ ἱερᾷ νόσῳ κεκρατημένων τὴν ἀσχήμονα λώβην τίς ἂν ὑπ᾽ ὄψιν ἀγάγοι λόγος, ὡς κατ᾽ ὀλίγον αὐτοῖς πάντα τὰ μέλη τὰ ὀργανικά τε καὶ αἰσθητὰ προσιοῦσα ἡ σηπεδὼν ἐπιβόσκεται; τῶν δὲ ἐν σεισμοῖς, ἢ πολέμοις, ἢ ἐξ ἑτέρας τινὸς αἰτίας ἠκροτηριασμένων, καὶ πρὸ τοῦ θανάτου χρόνον τινὰ ἐν τῇ συμφορᾷ ταύτῃ ἐπιβιούντων, ἢ τῶν ἀπὸ γενέσεως λώβῃ τινὶ συναποτελεσθέντων ἐν διαστρόφοις τοῖς μέλεσι, περιὸν, τί ἄν τις λέγοι;

Περὶ τῶν ἀρτιγενῶν νηπίων τῶν τε ἐκτιθεμένων, καὶ τῶν καταπνιγομένων, καὶ τῶν κατὰ τὸ αὐτόματον ἀπολλυμένων, τί ἐστι λογίσασθαι, εἰ τὰ τοιαῦτα πάλιν πρὸς τὴν ζωὴν ἐπανάγοιτο, ἄρα ἐναπομένῃ τῇ νηπιότητι, καὶ τί ἀθλιώτερον; ἀλλ᾽ ἐπὶ τὸ ἄκρον ἥξει τῆς ἡλικίας, καὶ ποίῳ γάλακτι πάλιν ἡ φύσις αὐτὰ τιθηνήσεται; Ὥστε εἰ μὲν διὰ πάντων ταὐτὸν ἡμῖν τὸ σῶμα πάλιν ἀναβιώσεται, συμφορὰ ἔσται τὸ προσδοκώμενον· εἰ δὲ μὴ ταὐτὸν, ἄλλος τις ὁ ἐγειρόμενος ἔσται παρὰ τὸν κείμενον.

Εἰ γὰρ πέπτωκε μὲν τὸ παιδίον, ἀνίσταται δὲ τέλειος, ἢ τὸ ἔμπαλιν, πῶς ἔστιν εἰπεῖν αὐτὸν ἀνωρθῶσθαι τὸν κείμενον, ἐν τῇ τῆς ἡλικίας διαφορᾷ τοῦ πεπτωκότος ὑπηλλαγμένου ὄντος· ἀντὶ γὰρ τοῦ παιδίου τέλειον, καὶ ἀντὶ τοῦ πρεσβυτέρου τὸν ἀκμηστὸν τίς ὁρῶν, ἕτερον ἀνθ᾽ ἑτέρου τεθέαται, καὶ ἀντὶ τοῦ λελωβημένου τὸν ἄρτιον, καὶ ἀντὶ τοῦ ἐκτετηκότος τὸν εὔσαρκον, καὶ τὰ ἄλλα πάντα ὡσαύτως, ἵνα μὴ, τὰ καθ᾽ ἕκαστόν τις διεξιὼν, ὄχλον ἐπεισάγῃ τῷ λόγῳ; Εἰ μὴ οὖν τοιοῦτον ἀναβιώσῃ τὸ σῶμα πάλιν, οἷον ἦν ὅτε τῇ γῇ κατεμίγνυτο, οὐ τὸ τεθνηκὸς ἀναστήσεται, ἀλλ᾽ εἰς ἄλλον ἄνθρωπον ἡ γῆ διαπλασθήσεται.

Τί οὖν πρὸς ἐμὲ ἡ ἀνάστασις, εἰ ἀντ᾽ ἐμοῦ τις ἄλλος ἀναβιώσεται; Πῶς γὰρ ἂν ἐπιγνοίην αὐτὸς ἐμαυτὸν, βλέπων ἐν ἐμαυτῷ οὐκ ἐμαυτόν; Οὐ γὰρ ἂν εἴην ἀληθῶς ἐγὼ, εἰ μὴ διὰ πάντων εἴην ὁ αὐτὸς ἐμαυτῷ. Καθάπερ γὰρ κατὰ τὸν παρόντα βίον εἴ τινος ἔχοιμι διὰ μνήμης τὸν χαρακτῆρα, ὑποκείσθω δὲ κατὰ τὸν λόγον ψεδνὸς ὁ τοιοῦτος εἶναι, προχειλὴς, ὑποσιμὸς, λευκόχρους, γλαυκόμματος, ἐν πολιᾷ τῇ τριχὶ, καὶ ῥυσῷ τῷ σώματι· εἶτα ζητῶν τὸν τοιοῦτον, ἐντύχοιμι νέῳ, κομήτῃ, γρυπῷ, μελανοχροῖ, καὶ τὰ λοιπὰ πάντα τοῦ κατὰ τὴν μορφὴν χαρακτῆρος ἑτέρως ἔχοντι. Ἆρα τοῦτον εἰδὼς ἐκεῖνον οἰήσομαι; μᾶλλον δὲ τί χρὴ ταῖς ἐλάττοσι τῶν ἐνστάσεων ἐνδιατρίβειν τὸν ἰσχυρότερον ἀφιέμενον;

Τίς γὰρ οὐκ οἶδεν, ὅτι ῥοῇ τινι προσέοικεν ἡ ἀνθρωπίνη φύσις, ἀπὸ γενέσεως εἰς θάνατον ἀεὶ διά τινος κινήσεως προϊοῦσα, τότε τῆς κινήσεως λήγουσα, ὅταν καὶ τοῦ εἶναι παύσεται; Ἡ δὲ κίνησις αὕτη οὐ τοπική τίς ἐστι μετάστασις (οὐ γὰρ ἐκβαίνει ἑαυτὴν ἡ φύσις), ἀλλὰ δι᾽ ἀλλοιώσεως ἔχει τὴν πρόοδον. Ἡ δὲ ἀλλοίωσις ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένει· (πῶς γὰρ ἂν ἐν ταὐτότητι φυλαχθείη τὸ ἀλλοιούμενον;) ἀλλ᾽ ὥσπερ τὸ ἐπὶ τῆς θρυαλλίδος πῦρ, τῷ μὲν δοκεῖν ἀεὶ τὸ αὐτὸ φαίνεται (τὸ γὰρ συνεχὲς ἀεὶ τῆς κινήσεως ἀδιάσπαστον αὐτὸ καὶ ἡνωμένον πρὸς ἑαυτὸ δείκνυσι), τῇ δὲ ἀληθείᾳ πάντως πάντοτε ἑαυτὸν αὐτὸ διαδεχόμενον, οὐδέποτε αὐτὸ μένει (ἡ γὰρ ἐξελκυσθεῖσα διὰ τῆς θερμότητος ἰκμὰς, ὁμοῦ τε ἐξεφλογώθη καὶ εἰς λίγνην ἐκκαυθεῖσα μετεποιήθη, καὶ ἀεὶ τῇ ἀλλοιωτικῇ δυνάμει ἡ τῆς φλογὸς κίνησις ἐνεργεῖται, εἰς λίγνην δι᾽ ἑαυτῆς ἀλλοιοῦσα τὸ ὑποκείμενον)· ὥσπερ τοίνυν δὶς κατὰ ταὐτὸν τῆς φλογὸς θίγοντα, οὐκ ἔστι τῆς αὐτῆς τὸ δὶς ἅψασθαι· (τὸ γὰρ ὀξὺ τῆς ἀλλοιώσεως οὐκ ἀναμένει τὸν ἐκ δευτέρου πάλιν ἐπιθιγγάνοντα, κἂν ὡς τάχιστα τοῦτο ποιῇ), ἀλλ᾽ ἀεὶ καινή τε καὶ πρόσφατός ἐστιν ἡ φλὸξ πάντοτε γινομένη, καὶ ἀεὶ ἑαυτὴν διαδεχομένη, καὶ οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ μένουσα· τοιοῦτόν τι καὶ περὶ τὴν τοῦ σώματος ἡμῶν φύσιν ἐστί.

Τὸ γὰρ ἐπίῤῥυτον τῆς φύσεως ἡμῶν, καὶ τὸ ἀπόῤῥυτον διὰ τῆς ἀλλοιωτικῆς κινήσεως ἀεὶ πορευόμενον, τότε κινούμενον ἵσταται, ὅταν καὶ τῆς ζωῆς ἀπολήξῃ· ἕως δ᾽ ἂν ἐν τῷ ζῇν ᾖ, στάσιν οὐκ ἔχει. Ἢ γὰρ πληροῦται, ἢ διαπνέεται, ἢ δι᾽ ἑκατέρων πάντως εἰσαεὶ διεξάγεται.

Εἰ τοίνυν οὐδὲ τῷ χθιζῷ τις ὁ αὐτός ἐστιν, ἀλλ᾽ ἕτερος τῇ ἀπαλλαγῇ γίνεται, ὅταν ἐπαναγάγῃ πάλιν τὸ σῶμα ἡμῶν πρὸς τὴν ζωὴν ἡ ἀνάστασις, δῆμός τις ἀνθρώπων πάντως ὁ εἷς γενήσεται, ὡς ἂν μηδὲν ἐλλείποι τοῦ ἀνισταμένου τὸ βρέφος, τὸ νήπιον, ὁ παῖς, τὸ μειράκιον, ὁ ἀνὴρ, ὁ πατὴρ, ὁ πρεσβύτης, καὶ τὰ διὰ μέσου πάντα. Σωφροσύνης δὲ καὶ ἀκολασίας διὰ σαρκὸς ἐνεργουμένης, τῶν δὲ ὑπομενόντων ὑπὲρ τῆς εὐσεβείας τὰς ἀλγεινὰς τῶν κολάσεων, τῶν τε αὖ μαλακιζομένων πρὸς ταῦτα διὰ τῆς σωματικῆς αἰσθήσεως, ἑκατέρων τούτων ἐπιδεικνυμένων, πῶς ἔστι παρὰ τὴν κρίσιν διασωθῆναι τὸ δίκαιον; Ἢ τοῦ αὐτοῦ νῦν μὲν πεπλημμεληκότος, αὖθις δὲ διὰ μεταμελείας ἑαυτὸν ἐκκαθάραντος, κἂν οὕτω τύχῃ πάλιν ἐπὶ τὸ πλημμελὲς ὀλισθήσαντος, ὑπαμειφθέντος δὲ κατὰ τὴν ἀκολουθίαν τῆς φύσεως, καὶ τοῦ μεμολυσμένου καὶ τοῦ ἀμολύντου σώματος, καὶ μήθ᾽ ἑτέρου τούτων εἰς τὸ διηνεκὲς ἐξαρκέσαντος, ποῖον τῷ ἀκολάστῳ σῶμα συγκολασθήσεται, τὸ ῥικνωθὲν ἐν τῷ γήρᾳ πρὸς τῷ θανάτῳ; Ἀλλ᾽ ἕτερον ἦν τοῦτο παρὰ τὸ τὴν ἁμαρτίαν κατειργασμένον, ἀλλ᾽ ὅπερ κατεμολύνθη τῷ πάθει; καὶ ποῦ ὁ πρεσβύτης; Ἢ γὰρ οὐκ ἀναστήσεται οὗτος, καὶ οὐκ ἐνεργὸς ἡ ἀνάστασις· ἢ οὗτος ἐγερθήσεται, καὶ διαφεύξεται τὴν δίκην ὁ ὑποκείμενος.

Εἴπω τι καὶ ἄλλο τῶν προφερομένων ἡμῖν παρὰ τῶν οὐ δεδεγμένων τὸν λόγον. Οὐδὲν, φησὶν, ἄπρακτον τῶν ἐν τῷ σώματι μορίων ἡ φύσις ἐποίησε. Τὰ μὲν γὰρ τὴν τοῦ ζῇν αἰτίαν καὶ δύναμιν ἐν ἡμῖν ἔχει, ὧν ἄνευ συστῆναι διὰ σαρκὸς ζωὴν ἡμῶν, οὐκ ἐνδέχεται, οἷον, καρδία, ἧπαρ, ἐγκέφαλος, πνεύμων, γαστὴρ, καὶ τὰ λοιπὰ σπλάγχνα· τὰ δὲ τῇ αἰσθητικῇ κινήσει ἀποκεκλήρωται· τὰ δὲ τῆς παρεκτικῆς καὶ μεταβατικῆς ἐνεργείας ἐστίν· ἄλλα δὲ πρὸς τὴν διαδοχὴν τῶν ἐπιγινομένων ἐπιτηδείως ἔχει.

Εἰ μὲν οὖν ἐν τοῖς αὐτοῖς ἡμῖν ὁ μετὰ ταῦτα βίος ἔσται, πρὸς οὐδὲν ἡ μετάστασις γίνεται· εἰ δὲ ἀληθὴς ὁ λόγος (ὥσπερ οὖν ἐστιν ἀληθὴς), ὁ μήτε γάμον ἐμπολιτεύεσθαι τῷ μετὰ τὴν ἀνάστασιν βίῳ διοριζόμενος, μήτε διὰ βρώσεως καὶ πόσεως τὴν τότε διακρατεῖσθαι ζωὴν, τίς ἔσται χρῆσις τῶν μερῶν τοῦ σώματος, οὐκέτι τῶν δι᾽ ἃ νῦν ἐστι τὰ μέλη κατὰ τὴν ζωὴν ἐκείνην ἐλπιζομένων; Εἰ γὰρ τοῦ γάμου χάριν τὰ πρὸς τὸν γάμον ἐστὶ μέλη, ὅταν ἐκεῖνος μὴ ᾖ, οὐδὲ τῶν πρὸς ἐκεῖνον δεόμεθα. Οὕτω πρὸς τὸ ἔργον αἱ χεῖρες, καὶ πρὸς τὸν δρόμον οἱ πόδες, καὶ πρὸς τὴν παραδοχὴν τῶν σιτίων τὸ στόμα, καὶ οἱ ὀδόντες πρὸς τὴν τῆς τροφῆς ὑπηρεσίαν, καὶ πρὸς τὴν πέψιν τὰ σπλάγχνα, καὶ πρὸς τὴν ἀποβολὴν τῶν ἀχρειωθέντων οἱ ἐξοδικοὶ τῶν πόρων. Ὅταν οὖν ἐκεῖνα μὴ ᾖ, τὰ δι᾽ ἐκεῖνα γινομένα πῶς ἢ ὑπὲρ τίνος ἔσται, ὡς ἀνάγκην εἶναι, εἰ μὲν εἴη περιττὰ τὰ σώματα πρὸς οὐδὲν πρὸς τὴν ζωὴν ἐκείνην συνεργεῖν μέλλοντα, μηδὲ εἶναί τι τῶν νῦν συμπληρούντων ἡμῖν τὸ σῶμα (ἐν ἄλλοις γὰρ ἡ ζωὴ), καὶ οὐκέτι τὸ τοιοῦτον ἀνάστασιν ὀνομάσειε, τῶν καθ᾽ ἕκαστον μελῶν διὰ τὴν ἐκείνῃ τῇ ζωῇ ἀχρηστίαν οὐ συνανισταμένων τῷ σώματι;

Εἰ δὲ διὰ πάντων ἔσται τούτων ἐναργὴς ἡ ἀνάστασις, μάταια ἡμῖν καὶ ἀνόνητα πρὸς τὴν ζωὴν ἐκείνην δημιουργήσει ὁ ἐνεργῶν τὴν ἀνάστασιν. Ἀλλὰ μὴν καὶ εἶναι πιστεύειν χρὴ τὴν ἀνάστασιν, καὶ μὴ ματαίαν εἶναι. Οὐκοῦν προσεκτέον τῷ λόγῳ, ὅπως ἂν ἡμῖν διὰ πάντων ἐν τῷ δόγματι τὸ εἰκὸς διασώζοιτο. Μ. Ἐμοῦ δὲ ταῦτα διεξελθόντος, Οὐκ ἀγεννῶς, φησὶν ἡ διδάσκαλος, κατὰ τὴν λεγομένην ῥητορικὴν τῶν τῆς ἀναστάσεως δογμάτων κατεπεχείρησας, πιθανῶς τοῖς ἀνασκευαστικοῖς τῶν λόγων ἐν κύκλῳ περιδραμὼν τὴν ἀλήθειαν, ὥστε τοὺς μὴ λίαν ἐπεσκεμμένους τὸ τῆς ἀληθείας μυστήριον παθεῖν ἄν πως τὸ κατὰ τὸ εἰκὸς πρὸς τὸν λόγον, καὶ οἰηθῆναι μὴ ἔξω τοῦ δέοντος ἐπῆχθαι τοῖς εἰρημένοις τὴν ἐπαπόρησιν.