Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η σχέση της ψυχής με τα πάθη και η ελεύθερη προαίρεση

Η εξέταση του επιθυμητικού και του θυμοειδούς. Αποδεικνύεται ότι τα πάθη δεν αποτελούν ουσιώδη συστατικά της κατ' εικόνα Θεού φύσης, αλλά δυνάμεις που κατευθύνονται από την ανθρώπινη προαίρεση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 9

Οὐκοῦν ἐστιν ἐν αὐτοῖς ἡ ψυχὴ, ἐν οἷς ἅπαξ ἐγένετο, οὐδεμιᾶς ἀνάγκης τῆς πρὸς ἐκεῖνα συμφυΐας αὐτὴν ἀποσπώσης. Τί οὖν τὸ σκυθρωπὸν ἐν τούτοις ἐστὶν, εἰ τοῦ ὁρωμένου τὸ ἀειδὲς ἀνταλλάσσεται; καὶ ὑπὲρ τίνος οὕτω διαβέβληταί σοι πρὸς τὸν θάνατον ἡ διάνοια; —Γ. Ἐγὼ δὲ, ἀναλαβὼν τῇ διανοίᾳ τὸν ὁρισμὸν, ὃν ἐν τοῖς πρὸ τούτου λόγοις περὶ ψυχῆς ἐποιήσατο, οὐχ ἱκανῶς εἶπον ἐνδεδεῖχθαί μοι τὸν λόγον ἐκεῖνον τὰς ἐνθεωρουμένας τῇ ψυχῇ δυνάμεις· ὅς φησι νοερὰν αὐτὴν εἶναι οὐσίαν, καὶ τῷ ὀργανικῷ σώματι ζωτικὴν δύναμιν πρὸς τὴν τῶν αἰσθήσεων ἐνέργειαν ἐμποιεῖν· οὐ γὰρ μόνον περὶ τὴν ἐπιστημονικήν τε καὶ θεωρητικὴν διάνοιαν ἐνεργός ἐστιν ἡμῶν ἡ ψυχὴ, ἐν τῷ νοερῷ τῆς οὐσίας τὸ τοιοῦτον ἐργαζομένη, οὐδὲ τὰ αἰσθητήρια μόνα πρὸς τὴν κατὰ φύσιν ἐνέργειαν οἰκονομεῖ· ἀλλὰ πολλὴ μὲν ἡ κατὰ ἐπιθυμίαν, πολλὴ δὲ καὶ ἡ κατὰ θυμὸν κίνησις ἐνθεωρεῖται τῇ φύσει· ἑκατέρας δὲ τούτων γενικῶς ἡμῖν ἐνυπαρχούσης, εἰς πολλάς τε καὶ ποικίλας διαφορὰς ὁρῶμεν προϊοῦσαν παῖς ἐνεργείαις ἀμφοτέρων τὴν κίνησιν.

Πολλὰ μὲν γὰρ ἔστιν ἰδεῖν, ὧν τὸ ἐπιθυμητικὸν καθηγεῖται· πολλά γε πάλιν ἃ τῆς θυμοειδοῦς αἰτίας ἐκφύεται, καὶ οὐδὲν τοῦτο σῶμά ἐστι, τὸ δὲ ἀσώματον νοερὸν πάντως· νοερὸν δέ τι τὴν ψυχὴν ὁ ὁρισμὸς ἀπεφήνατο, ὥστε δυοῖν ἀτόποις τὸ ἕτερον ἐκ τῆς ἀκολουθίας ἀνακύπτειν τοῦ λόγου, ἢ καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν ἄλλας ἐν ἡμῖν εἶναι ψυχὰς, καὶ πλῆθος ψυχῶν ἀντὶ μιᾶς καθορᾶσθαι, ἢ μηδὲ τὸ διανοητικὸν τὸ ἐν ἡμῖν ψυχὴν οἴεσθαι. Τὸ γὰρ νοερὸν ἐπίσης πᾶσιν ἐφαρμοζόμενον, ἢ πάντας ψυχὰς ἀποδείξει ταῦτα, ἢ ἕκαστον τούτων ἐκ τοῦ ἴσου τοῦ ἰδιώματος τῆς ψυχῆς ἐξαιρήσει. Μ. Ἡ δὲ Πολλοῖς φησὶν, ἤδη καὶ ἄλλοις ἐζητημένον τὸν λόγον τοῦτον ἀκολούθως καὶ αὐτὸς ἐπιζητεῖς, ὅ, τι ποτὲ χρὴ ταῦτα νομίζειν εἶναι τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς, εἴτε συνουσιωμένα τῇ ψυχῇ, καὶ παρὰ τὴν αὐτὴν εὐθὺς τῇ κατασκευῇ συνυπάρχοντα, εἴτε τι ἄλλο παρ᾽ αὐτὴν ὄντα καὶ ὕστερον ἡμῖν ἐπιγινόμενα. Τὸ μὲν γὰρ ἐνορᾶσθαι τῇ ψυχῇ ταῦτα, παρὰ πάντων ἐπίσης ὁμολογεῖται· τὸ δὲ ὅ, τι χρὴ περὶ αὐτῶν οἴεσθαι, οὔπω δι᾽ ἀκριβείας εὗρεν ὁ λόγος. ὥστε βεβαίαν τὴν περὶ τούτων ὑπόληψιν ἔχειν, ἀλλ᾽ ἔτι πεπλανημέναις οἱ πολλοὶ καὶ διαφόροις ταῖς περὶ τούτων δόξαις ἐπιδιστάζουσιν.

Ἡμῖν δὲ εἰ μὲν ἱκανὴ πρὸς ἀπόδειξιν ἀληθῶς ἦν ἡ ἔξω φιλοσοφία, ἡ τεχνικῶς περὶ τούτων διαλαβοῦσα, περιττὸν ἂν ἦν ἴσως τὸν περὶ ψυχῆς λόγον προτιθέναι τῷ σκέμματι. Ἐπεὶ δὲ τοῖς μὲν κατὰ τὸ φανὲν ἀκόλουθον κατ᾽ ἐξουσίαν προῆλθεν ἡ περὶ ψυχῆς θεωρία· ἡμεῖς δὲ τῆς ἐξουσίας ἄμοιροι ταύτης ἐσμὲν, τῆς λέγειν φημὶ ἅπερ βουλόμεθα, κανόνι παντὸς δόγματος καὶ νόμῳ κεχρημένοι τῇ ἁγίᾳ Γραφῇ· ἀναγκαίως πρὸς ταύτην βλέποντες, τοῦτο δεχόμεθα μόνον, ὅ, τι περ ἂν ᾖ συμφωνοῦν τῷ τῶν γεγραμμένων σκοπῷ. Οὐκοῦν παρέντες τὸ Πλατωνικὸν ἅρμα, καὶ τὴν ὑπεζευγμένην αὐτῷ ξυνωρίδα τῶν πώλων, οὐχ ὁμοίως ταῖς ὁρμαῖς πρὸς ἀλλήλους ἐχόντων, καὶ τὸν ὑπὲρ τούτων ἡνίοχον, δι᾽ ὧν ἁπάντων τὰ τοιαῦτα περὶ ψυχῆς φιλοσοφεῖ δι᾽ αἰνίγματος· ὅσα θ᾽ ὁ μετ᾽ ἐκεῖνον φιλόσοφος ὁ τεχνικῶς τοῖς φαινομένοις ἀκολουθῶν, καὶ τὰ νῦν ἡμῖν προκείμενα δι᾽ ἐπιμελείας κατεξετάζων, θνητὴν εἶναι διὰ τούτων τὴν ψυχὴν ἀπεφήνατο, καὶ πάντας τούς τε πρὸ τούτων, καὶ τοὺς ἐφεξῆς, τούς τε καταλογάδην καὶ τοὺς ἐν ῥυθμῷ τινι καὶ μέτρῳ φιλοσοφήσαντας καταλιπόντες, σκοπὸν τοῦ λόγου τὴν θεόπνευστον Γραφὴν ποιησώμεθα, ἣ ψυχῆς ἐξαίρετον μηδὲν νομίζειν εἶναι νομοθετεῖ, ὃ μὴ καὶ τῆς θείας φύσεώς ἐστιν ἴδιον. Ὁ γὰρ ὁμοίωμα Θεοῦ τὴν ψυχὴν εἶναι φήσας, πᾶν ὃ ἀλλότριόν ἐστι Θεοῦ, ἐκτὸς εἶναι τοῦ ὅρου τῆς ψυχῆς ἀπεφήνατο.

Οὐδὲ γὰρ ἂν ἐν τοῖς παρηλλαγμένοις διασωθείη τὸ ὅμοιον. Οὐκοῦν ἐπειδὴ τοιοῦτον οὐδὲ τῇ θείᾳ συνθεωρεῖται φύσει, οὐδὲ τῇ ψυχῇ συνουσιοῦσθαι ταῦτα κατὰ λόγον ἄν τις ὑπονοήσειε.

Τὸ μὲν οὖν κατὰ τὴν διαλεκτικὴν τέχνην διὰ συλλογιστικῆς τε καὶ ἀναλυτικῆς ἐπιστήμης βεβαιοῦσθαι καὶ τὰ ἡμέτερα δόγματα, ὡς σαθρόν τε καὶ ὕποπτον εἰς ἀπόδειξιν ἀληθείας τὸ τοιοῦτον εἶδος τοῦ λόγου παραιτησόμεθα. Πᾶσι γάρ ἐστι πρόδηλον τὸ τὴν διαλεκτικὴν περιεργίαν ἴσην ἐφ᾽ ἑκάτερα τὴν ἰσχὺν ἔχειν, πρός τε τὴν τῆς ἀληθείας ἀνατροπὴν, καὶ πρὸς τὴν τοῦ ψεύδους κατηγορίαν. Ὅθεν καὶ αὐτὴν τὴν ἀλήθειαν, ὅταν μετά τινος τοιαύτης τέχνης προάγηται, δι᾽ ὑποψίας πολλάκις ποιούμεθα, ὡς τῆς περὶ ταύτης δεινότητος παρακρουομένης ἡμῶν τὴν διάνοιαν, καὶ τῆς ἀληθείας ἀποσφαλείσης. Εἰ δέ τις τὸν ἀκατάσκευόν τε καὶ γυμνὸν πάσης περιβολῆς προσίοιτο λόγον, ἐροῦμεν ὡς ἂν οἷόν τε ᾖ κατὰ τὸν εἱρμὸν τῆς γραφικῆς ὑφηγήσεως τὴν περὶ τούτων θεωρίαν προσάγοντες. Τί οὖν ἐστιν ὅ φαμεν; Τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρωπος νοῦ τε καὶ ἐπιστήμης δεκτικὸν εἶναι, ἢ παρὰ τῶν ἔξω τοῦ λόγου τοῦ καθ᾽ ἡμᾶς μεμαρτύρηται, οὐκ ἂν οὕτω τοῦ ὁρισμοῦ τὴν φύσιν ἡμῶν ὑπογράφοντος, εἴπερ ἐνεώρα θυμόν τε καὶ ἐπιθυμίαν καὶ τὰ τοιαῦτα πάντα συνουσιωμένα τῇ φύσει. Οὐδὲ γὰρ ἐπ᾽ ἄλλου τινὸς ὅρον ἄν τις ἀποδοίη τοῦ ὑποκειμένου, τὸ κοινὸν ἀντὶ τοῦ ἰδίου λέγων.

Ἐπεὶ οὖν τὸ ἐπιθυμητικόν τε καὶ θυμοειδὲς κατὰ τὸ ἴσον καὶ ἐπὶ τῆς ἀλόγου τε καὶ λογικῆς φύσεως καθορᾶται, οὐκ ἄν τις εὐλόγως ἐκ τοῦ κοινοῦ χαρακτηρίζει τὸ ἴδιον. Ὃ δὲ πρὸς τὴν τῆς φύσεως ὑπογραφὴν περιττόν τε καὶ ἀπόβλητον, πῶς ἔνεστιν ὡς μέρος τῆς φύσεως, ἐπ᾽ ἀνατροπῇ τοῦ ὅρου τὴν ἰσχὺν ἔχειν; Πᾶς γὰρ ὁρισμὸς οὐσίας πρὸς τὸ ἴδιον τοῦ ὑποκειμένου βλέπει. Ὅ, τι δ᾽ ἂν ἔξω τοῦ ἰδιάζοντος ᾖ, ὡς ἀλλότριον παρορᾶται τοῦ ὅρου.

Ἀλλὰ μὴν ἡ κατὰ θυμόν τε καὶ ἐπιθυμίαν ἐνέργεια κοινὴ πάσης εἶναι τῆς λογικῆς τε καὶ ἀλόγου φύσεως ὁμολογεῖται. Πᾶν δὲ τὸ κοινὸν, οὐ ταὐτόν ἐστι τῷ ἰδιάζοντι. Ἀνάγκη ἄρα διὰ τούτων ἐστὶ, μὴ ἐν τούτοις εἶναι ταῦτα λογίζεσθαι, ἐν οἷς κατεξαίρετον ἡ ἀνθρωπίνη χαρακτηρίζεται φύσις. Ἀλλ᾽ ὥσπερ τὸ αἰσθητικὸν καὶ τὸ θρεπτικὸν καὶ αὐξητικὸν ἐν ἡμῖν τις ἰδὼν οὐκ ἀναλύει διὰ τούτων τὸν ἀποδοθέντα τῆς ψυχῆς ὅρον (οὐ γὰρ ἐπειδὴ τοῦτό ἐστιν ἐν τῇ ψυχῇ, ἐκεῖνο οὐκ ἔστιν), οὕτω καὶ τὰ περὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν κατανοήσας τῆς φύσεως ἡμῶν κινήματα, οὐκ ἂν εὐλόγως τῷ ὅρῳ μάχοιτο, ὡς ἐλλειπῶς ἐνδειξαμένῳ τὴν φύσιν. Γ. Τί οὖν χρὴ περὶ τούτου γινώσκειν, εἶπον πρὸς τὴν διδάσκαλον; Οὔπω γὰρ οἷός τέ εἰμι κατιδεῖν ὅπως προσήκει τὰ ἐν ἡμῖν ὄντα, ὡς ἀλλότρια τῆς φύσεως ἡμῶν ἀποποιεῖσθαι. —Μ. Ὁρᾷς, φησὶν, ὅτι μάχη τίς ἐστι τοῦ λογισμοῦ πρὸς ταῦτα, καὶ σπουδὴ τοῦ μονωθῆναι τὴν ψυχὴν τούτων, ὡς ἂν οἷόν τις ᾖ. Καί εἰσί γέ τινες οἷς κατώρθωται ἡ σπουδὴ, καθάπερ ἐπὶ τοῦ Μωϋσέως ἀκούομεν, ὅτι κρείττων ἦν θυμοῦ τε καὶ ἐπιθυμίας ἐκεῖνος, ἀμφότερα μαρτυρούσης αὐτῷ τῆς ἱστορίας, ὅτι πρᾷος ἦν παρὰ πάντας ἀνθρώπους (ἐνδείκνυται δὲ τὸ ἀόργητον διὰ τοῦ πρᾴου, καὶ τὴν πρὸς τὸν θυμὸν ἀλλοτρίωσιν), καὶ ὅτι οὐκ ἐπεθύμησε τούτων τινὸς, περὶ ἃ ὁρῶμεν ἐν τοῖς πολλοῖς τὸ ἐπιθυμητικὸν ἐνεργούμενον.

Ὅπερ οὐκ ἂν ἐγένετο, εἰ φύσις ἦν ταῦτα, καὶ εἰς τὸν λόγον τῆς οὐσίας ἀνήγετο. Οὐ γάρ ἐστι δυνατὸν τὸν ἔξω γεγονότα τῆς φύσεως ἐν τῷ εἶναι μένειν. Ἀλλὰ μὴν εἰ Μωσῆς καὶ ἐν τῷ εἶναι ἦν, καὶ ἐν τούτοις οὐκ ἦν, ἄλλο τι ἄρα παρὰ τὴν φύσιν ἐστὶ ταῦτα, καὶ οὐχὶ φύσις. Εἰ γὰρ ἀληθῶς φύσις τοῦτό ἐστιν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας καταλαμβάνεται, τούτων δὲ ἡ ἀλλοτρίωσις ἐφ᾽ ἡμῖν κεῖται, ὡς μὴ μόνον ἀζήμιον, ἀλλὰ καὶ ἐπικερδὲς εἶναι τῇ φύσει τὸν ἀφανισμὸν τῶν τοιούτων.

Δῆλον οὖν ὅτι τῶν ἔξωθεν ἐπιθεωρουμένων ἐστὶ ταῦτα τὰ πάθη τῆς φύσεως ὄντα καὶ οὐκ οὐσία. Ἡ μὲν γάρ ἐστιν ὅπερ ἐστίν· θυμὸν δὲ ζέσιν εἶναι τοῦ περὶ καρδίαν αἵματος τοῖς πολλοῖς δοκεῖ. Ἕτεροι δὲ, ὄρεξιν τοῦ ἀντιλυπῆσαι τὸν προκατάρξαντα.

Ὡς δ᾽ ἂν ἡμεῖς ὑπολάβοιμεν, θυμός ἐστιν ὁρμὴ τοῦ κακῶσαι τὸν παροξύνοντα. Ὧν οὐδὲν τῷ περὶ ψυχῆς ὅρῳ συμβαίνει. Κἂν τὴν ἐπιθυμίαν ἐφ᾽ ἑαυτῆς διορισώμεθα, ἔφεσιν λέξομεν τοῦ ἐνδέοντος, ἢ πόθον τῆς καθ᾽ ἡδονὴν ἀπολαύσεως, ἢ λύπην ἐπὶ τῷ μὴ κατ᾽ ἐξουσίαν ὄντι καταθυμητικῷ· ἤ τινα πρὸς τὸ ἡδὺ σχέσιν, οὗ μὴ πάρεστιν ἡ ἀπόλαυσις. Ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα τὴν μὲν ἐπιθυμίαν ἐνδείκνυται, τοῦ δὲ ὁρισμοῦ τοῦ περὶ ψυχῆς οὐ προσάπτεται.

Ἀλλὰ καὶ ὅσα ἄλλα περὶ ψυχὴν καθορᾶται, τὰ ἐξ ἀντιθέτου ἀλλήλοις ὁρώμενα, οἷον δειλίαν καὶ θράσος, λύπην καὶ ἡδονὴν, φόβον καὶ καταφρόνησιν, καὶ ὅσα τοιαῦτα, ὧν ἕκαστον συγγενῶς ἔχειν δοκεῖ πρὸς τὸ ἐπιθυμητικὸν ἢ θυμοειδὲς, ἰδιάζοντι δὲ ὅρῳ τὴν ἰδίαν ἀνυπογράφει φύσιν. Τό τε γὰρ θράσος καὶ ἡ καταφρόνησις ἔμφασιν ὑποσημαίνει τινὰ τῆς θυμώδους ὁρμῆς· ἐλάττωσιν δέ τινα καὶ ὕφεσιν τοῦ αὐτοῦ τούτου ἡ κατὰ δειλίαν καὶ φόβον ἐγγινομένη σχέσις. Ἡ δὲ λύπη ἐξ ἀμφοτέρων ἔχει τὰς ὕλας. Ἥ τε γὰρ τοῦ θυμοῦ ἀτονία, ἐν τῷ τοῦ ἀμύνασθαι τοὺς προλελυπηκότας ἀδυνάτῳ λύπη γίνεται· καὶ ἡ ἀπόγνωσις τῶν ἐπιθυμουμένων, καὶ ἡ στέρησις τῶν καταθυμίων, τὴν σκυθρωπὴν ταύτην ἐμποιεῖ τῇ διανοίᾳ διάθεσιν. Καὶ τὸ ἀντιθεωρούμενον τῇ λύπῃ, τὸ καθ᾽ ἡδονὴν λέγω νόημα, ὁμοίως τῷ θυμῷ τε καὶ τῇ ἐπιθυμίᾳ ἐπιμερίζεται. Ἡδονὴ γὰρ ἑκατέρου τούτων κατὰ τὸ ἶσον ἡγεμονεύει. Ἃ πάντα καὶ περὶ τὴν ψυχήν ἐστι, καὶ ψυχὴ οὐκ ἔστιν, ἀλλ᾽ οἷον μυρμηκίαι τινὲς τοῦ διανοητικοῦ μέρους τῆς ψυχῆς ἐκφυόμεναι. Ἃ μέρη μὲν αὐτῆς εἶναι διὰ τὸ προσπεφυκέναι νομίζεται, οὐ μὴν ἐκεῖνό εἰσιν, ὅπερ ἐστὶν ἡ ψυχὴ κατ᾽ οὐσίαν. —Γ. Καὶ μὴν ὁρῶμεν, φημὶ πρὸς τὴν παρθένον, οὐ μικρὰν ἐκ τούτων γινομένην τὴν πρὸς τὸ κρεῖττον συνεισφορὰν τοῖς ἐναρέτοις.

Τῷ τε γὰρ Δανιὴλ ἔπαινος ἦν ἡ ἐπιθυμία· καὶ ὁ Φινεὲς τῷ θυμῷ τὸν Θεὸν ἱλεώσατο· καὶ ἀρχὴν σοφίας φόβον ἐμάθομεν, καὶ τῆς κατὰ Θεὸν λύπης σωτηρίαν εἶναι τὸ πέρας παρὰ τοῦ Παύλου ἠκούσαμεν· τῶν τε δεινῶν τὴν καταφρόνησιν νουθετεῖ ἡμῖν τὸ Εὐαγγέλιον· καὶ τὸ μὴ φοβεῖσθαι πτόησιν οὐδὲν ἄλλο ἢ τοῦ θράσους ἐστὶν ὑπογραφή· ὅπερ ἐν ἀγαθοῖς ὑπὸ τῆς Σοφίας κατείλεκται.

Δείκνυσι τοίνυν διὰ τῶν τοιούτων ὁ λόγος, τὸ μὴ πάθη τὰ τοιαῦτα δεῖν οἴεσθαι· οὐ γὰρ ἂν πρὸς ἀρετῆς κατόρθωσιν συμπαραληφθείη τὰ πάθη. Μ. Καὶ ἡ διδάσκαλος, Ἔοικα, φησὶ, τῆς τοιαύτης τῶν λογισμῶν συγχύσεως αὐτὴν τὴν αἰτίαν παρέχειν, μὴ διακρίνασα τὸν περὶ τούτου λόγον, ὥστε τινὰ τάξιν ἀκόλουθον ἐπιτεθῆναι τῇ θεωρίᾳ. Νῦν οὖν, ὅπως ἂν οἷόν τε ᾖ, ἐπινοηθήσεταί τις τάξις τῷ σκέμματι, ὡς ἂν δι᾽ ἀκολούθου προϊούσης τῆς θεωρίας, μὴ καθ᾽ ἡμῶν αἱ τοιαῦται τῶν ἀντιθέσεων ἔχοιεν χώραν. Φαμὲν γὰρ τῆς ψυχῆς τὴν μὲν θεωρητικήν τε καὶ διακριτικὴν καὶ τῶν ὄντων ἐποπτικὴν δύναμιν οἰκείαν εἶναι καὶ κατὰ φύσιν αὐτὴν, καὶ διὰ τῆς θεοειδοῦς χάριτος, διὰ τοῦτο σώζειν ἐν αὐτῇ τὴν εἰκόνα. Ἐπεὶ καὶ τὸ Θεῖον, ὅ, τί ποτε κατὰ τὴν φύσιν ἐστὶν, ἐν τούτοις ὁ λογισμὸς εἶναι στοχάζεται· ἐν τῷ ἀφορᾷν τε τὰ πάντα καὶ διακρίνειν τὸ καλὸν ἀπὸ τοῦ χείρονος. Ὅσα δὲ τῆς ψυχῆς ἐν μεθορίῳ κεῖται πρὸς ἑκάτερον τῶν ἐναντίων ἐπιῤῥεπῶς κατὰ τὴν ἰδίαν φύσιν ἔχοντα· ὧν ἡ ποία χρῆσις, ἢ πρὸς τὸ καλὸν ἢ πρὸς τὸ ἐναντίον ἄγει τὴν ἔκβασιν, οἷον τὸν θυμὸν, ἢ τὸν φόβον, ἢ εἴ τι τὸ τοιοῦτον τῶν ἐν τῇ ψυχῇ κινημάτων ἐστὶν, ὧν ἄνευ οὐκ ἔστιν ἀνθρωπίνην θεωρηθῆναι φύσιν· ταῦτα ἔξωθεν ἐπιγενέσθαι αὐτῇ λογιζόμεθα, διὰ τὸ τῷ ἀρχετύπῳ κάλλει μηδένα τοιοῦτον ἐνθεωρηθῆναι χαρακτῆρα.

Ὁ δὲ δὴ περὶ τούτων λόγος ἡμῖν ὡς ἐν γυμνασίῳ προκείσθω, ὡς ἂν διαφύγοι τῶν συκοφαντικῶς ἀκουόντων τὰς ἐπηρείας, ὁδῷ τινι καὶ τάξεως ἀκολουθίᾳ πρὸς τὴν ἀνθρωποποιΐαν ὁρμῆσαι τὸ Θεῖον διηγεῖται ὁ λόγος.

Ἐπειδὴ γὰρ συνέστη τὸ πᾶν, καθὼς ἡ ἱστορία φησὶν, οὐκ εὐθὺς ὁ ἄνθρωπος ἐν τῇ γῇ γίνεται, ἀλλὰ τούτου μὲν ἡ τῶν ἀλόγων προηγήσατο φύσις· ἐκείνων δὲ τὰ βλαστήματα. Δείκνυσιν, οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι ἡ ζωτικὴ δύναμις ἀκολουθίᾳ τινὶ τῇ σωματικῇ καταμίγνυται φύσει, πρῶτον μὲν τοῖς ἀναισθήτοις ἐνδύουσα, κατὰ τοῦτο δὲ ἐπὶ τὸ αἰσθητικὸν προϊοῦσα, εἶθ᾽ οὕτως πρὸς τὸ νοερὸν καὶ λογιστικὸν ἀναβαίνουσα.

Οὐκοῦν τῶν ὄντων τὸ μὲν σωματικὸν, τὸ δὲ νοερόν ἐστι πάντως· τοῦ δὲ σωματικοῦ, τὸ μὲν ἔμψυχόν ἐστι, τὸ δὲ ἄψυχον. Ἔμψυχον δὲ λέγω τὸ μετέχον ζωῆς· τῶν δὲ ζώντων, τὰ μὲν αἰσθήσει συζῇ, τὰ ἀμοιρεῖ ταύτης. Πάλιν τῶν αἰσθητικῶν, τὰ μὲν λογικά ἐστι, τὰ δὲ ἄλογα. Ἐπεὶ οὖν ἡ αἰσθητικὴ ζωὴ οὐκ ἂν δίχα τῆς ὕλης συσταίη, οὐδ᾽ ἂν τὸ νοερὸν ἄλλως ἐν σώματι γένοιτο, μὴ τῷ αἰσθητικῷ ἐμφυόμενον, τούτου χάριν τελευταία ἡ τοῦ ἀνθρώπου κατασκευὴ ἱστορεῖται, ὡς πᾶσαν ἐκπεριειληφότος τὴν ζωτικὴν ἰδέαν, τήν τε ἐν τοῖς βλαστήμασι καὶ τὴν ἐν τοῖς ἀλόγοις θεωρουμένην. Τὸ μὲν τρέφεσθαί τε αὔξεσθαι ἐκ τῆς φυτικῆς ἔχει ζωῆς· ἔστι γὰρ τὸ τοιοῦτον καὶ ἐν ἐκείνοις ἰδεῖν, ἑλκομένης τε καὶ διὰ ῥιζῶν τῆς τροφῆς καὶ ἀποποιουμένης διὰ καρπῶν τε καὶ φύλλων· τὸ δὲ κατ᾽ αἴσθησιν οἰκονομεῖσθαι ἐκ τῶν ἀλόγων ἔχει. Τὸ δὲ διανοητικόν τε καὶ λογικὸν ἄμικτόν ἐστι ἰδιάζον, ἐπὶ ταύτης τῆς φύσεως ἐφ᾽ ἑαυτῇ θεωρούμενον. Ἀλλ᾽ ὥσπερ τὸ ἐφελκτικὸν τῶν ἀναγκαίων πρὸς τὴν ὑλικὴν ζωὴν ἡ φύσις ἔχει, ὅπερ ἐν ἡμῖν γενόμενον ὄρεξις λέγεται.

Τοῦτο δέ φαμεν τοῦ φυσικοῦ τῆς ζωῆς εἴδους εἶναι· ἐπεὶ δὲ καὶ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, οἷόν τινας ὁρμὰς φυσικῶς ἐνεργουμένας ἐν τῷ πληροῦσθαί τε τοῦ οἰκείου καὶ ὀργᾷν πρὸς τὴν ἔκφυσιν· οὕτω καὶ ὅσα τῆς ἀλόγου φύσεώς ἐστιν ἴδια, ταῦτα τῷ νοερῷ τῆς ψυχῆς κατεμίχθη. Ἐκείνων, φησὶν, ὁ θυμὸς, ἐκείνων ὁ φόβος, ἐκείνων τὰ ἄλλα πάντα ὅσα κατὰ τὸ ἐναντίον ἐν ἡμῖν ἐνεργεῖται, πλὴν τῆς λογικῆς τε καὶ διανοητικῆς δυνάμεως· ὃ δὴ μόνον τῆς ἡμετέρας ζωῆς ἐξαίρετον ἐν ἑαυτῷ, καθὼς εἴρηται, τοῦ θείου χαρακτῆρος ἔχον τὴν μίμησιν. Ἀλλ᾽ ἐπειδὴ κατὰ τὸν ἤδη προαποδοθέντα λόγον, οὐκ ἔστιν ἄλλως τὴν λογικὴν δύναμιν ἐγγενέσθαι τῇ σωματικῇ ζωῇ, μὴ διὰ τῶν αἰσθήσεων ἐγγινομένην· ἡ δὲ αἴσθησις ἐν τῇ τῶν ἀλόγων προϋπέστη φύσει· ὡς ἀναγκαίως διὰ τοῦ ἑνὸς καὶ πρὸς τὰ συνημμένα τούτων γίνεται τῆς ψυχῆς ἡμῶν ἡ κοινωνία.

Ταῦτα δέ ἐστιν ὅσα ἐν ἡμῖν γινόμενα πάθη λέγεται, ἃ οὐχὶ πάντως ἐπὶ κακῷ τινι τῇ ἀνθρωπίνῃ συνεκληρώθη ζωῇ· ἦ γὰρ ἂν ὁ Δημιουργὸς τῶν κακῶν τὴν αἰτίαν ἔχῃ, εἰ ἐκεῖθεν αἱ τῶν πλημμελημάτων ἦσαν ἀνάγκαι συγκαταβεβλημέναι τῇ φύσει· ἀλλὰ τῇ ποιᾷ χρήσει τῆς προαιρέσεως, ἢ ἀρετῆς, ἢ κακίας ὄργανα τὰ τοιαῦτα τῆς ψυχῆς κινήματα γίνεται. Καθάπερ ὁ σίδηρος κατὰ γνώμην τοῦ τεχνίτου τυπούμενος, πρὸς ὅπερ ἂν ἔθετο τοῦ τεχνιτεύοντος ἡ ἐνθύμησις, πρὸς τοῦτο καὶ σχηματίζεται, ἢ ξίφος, ἤ τι γεωργικὸν ἐργαλεῖον γινόμενος.

Οὐκοῦν εἰ μὲν ὁ λόγος, ὃ δὴ τῆς φύσεώς ἐστιν ἐξαίρετον, τῶν ἔξωθεν ἐπεισκριθέντων τὴν ἡγεμονίαν ἔχοι, καθὼς καὶ δι᾽ αἰνίγματος ὁ τῆς Γραφῆς παρεδήλωσε λόγος, ἄρχειν ἐγκελευόμενος πάντων τῶν ἀλόγων, οὐκ ἄν τι πρὸς κακίας ὑπηρεσίαν τῶν τοιούτων κινημάτων ἡμῖν ἐνεργήσειε, τοῦ μὲν φόβου τὸ ὑπήκοον ἐμποιοῦντος, τοῦ δὲ θυμοῦ τὸ ἀνδρεῖον, τῆς δειλίας δὲ τὴν ἀσφάλειαν, τῆς δὲ ἐπιθυμητικῆς ὁρμῆς τὴν θείαν τε καὶ ἀκήρατον ἡμῖν ἡδονὴν προξενούσης. Εἰ δὲ ἀποβάλοι τὰς ἡνίας ὁ λόγος, καὶ οἷόν τις ἡνίοχος ἐμπλακεὶς τῷ ἅρματι κατόπιν ὑπ᾽ αὐτοῦ σύροιτο, ἐκεῖ ἀπαγόμενος ὅπουπερ ἂν ἡ ἄλογος κίνησις τῶν ὑπεζευγμένων φέρει, τότε εἰς πάθος αἱ ὁρμαὶ καταστρέφονται, οἷον δὴ καὶ ἐπὶ τοῖς ἀλόγοις ἔστιν ἰδεῖν. Ἐπεὶ γὰρ οὐκ ἐπιστατεῖ λογισμοῖς τοῖς φυσικῶς αὐτοῖς ἐγκωμιαζομένης κινήσεως, τὰ μὲν θυμώδη τῶν ζώων ἐν ἀλλήλοις φθείρεται τῷ θυμῷ στρατηγούμενα· τὰ δὲ πολύσαρκά τε καὶ δυνατὰ εἰς οὐδὲν οἰκεῖον ἀγαθὸν ἀπώνατο τῆς δυνάμεως, κτῆμα τοῦ λογικοῦ διὰ τὴν ἀλογίαν γινόμενα· ἥ τε τῆς ἐπιθυμίας καὶ τῆς ἡδονῆς ἐνέργεια περὶ οὐδὲν τῶν ὑψηλῶν ἀσχολοῦται· οὔτε ἄλλο τι τῶν ἐν αὐτοῖς θεωρουμένων λόγῳ τινὶ πρὸς τὸ λυσιτελοῦν διεξάγεται.

Οὕτω καὶ ἐν ἡμῖν εἰ μὴ πρὸς τὸ δέον ἄγοιτο ταῦτα διὰ τοῦ λογισμοῦ, ἀλλ᾽ ἐπικρατοίη τῆς τοῦ νοῦ δυναστείας τὰ πάθη, πρὸς τὸ ἄλογόν τε καὶ ἀνόητον μεταβαίνων ὁ ἄνθρωπος, ἀπὸ τοῦ διανοητικοῦ καὶ θεοειδοῦς τῇ ὁρμῇ τῶν τοιούτων παθημάτων ἀποκτηνούμενος. —Γ. Ἐγὼ δὲ καὶ σφόδρα περὶ τὰ εἰρημένα διατεθεὶς, Ἀρκεῖ μὲν, ἔφην, παντὶ τῷ γε νοῦν ἔχοντι ψιλῶς οὑτωσὶ καὶ ἀκατασκεύως δι᾽ ἀκολούθου προελθὼν ὁ λόγος, εὖ ἔχειν δόξαι καὶ μηδαμοῦ παρεσφάλθαι τῆς ἀληθείας.

Ἐπεὶ δὲ τοῖς μὲν τὰς τεχνικὰς ἐφόδους μεμελιτηκόσι τῶν ἀποδείξεων, ὁ συλλογισμὸς ἱκανὸς εἰς πίστιν δοκεῖ· ἡμῖν δὲ πάντων τῶν τεχνικῶν συμπερασμάτων ἕξις πιστότερον εἶναι ὡμολογεῖτο τὸ διὰ τῶν ἱερῶν τῆς Γραφῆς διδαγμάτων ἀναφαινόμενον· ζητεῖν οἶμαι δεῖν ἐπὶ τοῖς εἰρημένοις, εἰ ἡ θεόπνευστος διδασκαλία τούτοις συμφέρεται. —Μ. Ἡ δὲ, Καὶ τίς ἂν ἀντείποι, φησὶ, μὴ οὐχὶ ἐν τούτῳ μόνῳ τὴν ἀλήθειαν τιθέσθω, ᾧ σφραγὶς ἔπεστι τῆς γραφικῆς μαρτυρίας; Οὐκοῦν εἰ χρή τι καὶ τῆς τοῦ Εὐαγγελίου διδασκαλίας πρὸς τὴν τοῦ δόγματος τούτου συνηγορίαν παραληφθῆναι, οὐκ ἀπὸ καιροῦ γένοιτ᾽ ἂν ἡμῖν τῆς παραβολῆς τῶν ζιζανίων ἡ θεωρία. Ἔσπειρε γὰρ ἐκεῖ τὸ καλὸν σπέρμα ὁ οἰκοδεσπότης (ἡμεῖς δὲ πάντως ὁ οἶκός ἐσμεν)· καθεύδοντας δὲ τοὺς ἀνθρώπους ἐπιφυλάξας ἐνέσπειρεν ὁ ἐχθρὸς τῷ τροφίμῳ τὸ ἄχρηστον, αὐτῷ τῷ σίτῳ κατὰ τὸ μέσον ἐνθεὶς τὸ ζιζάνιον.

Καὶ συνεβλάστησαν ἀλλήλοις τὰ σπέρματα. Οὐ γὰρ ἦν δυνατὸν τὸ αὐτῷ τῷ σίτῳ ἐντεθὲν σπέρμα μὴ σὺν ἐκείνῳ βλαστῆσαι. Κωλύει δὲ τοὺς ὑπηρέτας ὁ τῆς γεωργίας ἔφορος μὴ ἀποτίλλειν τὸ ἄχρηστον διὰ τὴν ἐν τῇ ῥίζῃ τῶν ἐναντίων συμφυΐαν, ὡς ἂν μὴ τὸ ἀλλότριον συνεκτίνει τὸ τρόφιμον. Τὰς γὰρ τοιαύτας τῆς ψυχῆς ὁρμὰς διὰ τῶν καλῶν σπερμάτων οἰόμεθα τὸν λόγον ἐνδείκνυσθαι, ὧν ἕκαστον, εἰ μόνον πρὸς τὸ ἀγαθὸν ἐγεωργεῖτο, τὸν τῆς ἀρετῆς ἐν ἡμῖν καρπὸν πάντως ἐβλάστησεν. Ἐπειδὴ δὲ παρενεσπάρη τούτοις ἡ περὶ τὴν τοῦ καλοῦ κρίσιν δι᾽ ἁμαρτίαν, καὶ τὸ ὄντως καὶ μόνον κατὰ τὴν ἰδίαν φύσιν καλὸν, διὰ τοῦ συναναφυέντος βλαστοῦ τῆς ἀπάτης ἐπεσκοτίσθη· (τὸ γὰρ ἐπιθυμητικὸν οὐ πρὸς τὸ φύσει καλὸν οὗ χάριν κατεσπάρη ἡμῖν ἐφύη τε καὶ ἀνέδραμεν, ἀλλὰ πρὸς τὸ κτηνῶδες καὶ ἄλογον τὸν βλαστὸν μετεποίησε τῆς περὶ τὸ καλὸν ἀκρισίας, πρὸς τοῦτο τὴν τῆς ἐπιθυμίας ἐνεγκοῦσαν ὁρμήν.

Ὡσαύτως καὶ τὸ τοῦ θυμοῦ σπέρμα οὐ πρὸς ἀνδρείαν ἐστόμωσεν, ἀλλὰ πρὸς τὴν τῶν ὁμοφύλων μάχην ἐξώπλισεν· ἥ τε τῆς ἀγάπης δύναμις τῶν νοητῶν ἀπέστη, περὶ τὴν τῶν αἰσθητῶν ἀπόλαυσιν πέρα τοῦ μέτρου ὁλομανήσασα, καὶ τὰ ἄλλα τὸν αὐτὸν τρόπον, τοὺς χείρονας βλαστοὺς ἀντὶ τῶν κρειττόνων ἐξήνθησεν·) τούτου χάριν ἀφίησιν ὁ σοφὸς γεωργὸς τὸ ἐμφυὲν τῷ σπέρματι βλάστημα ἐν αὐτῷ εἶναι, προμηθείᾳ τοῦ μὴ γυμνωθῆναι τῶν κρειττόνων ἡμᾶς, καθόλου τῆς ἐπιθυμίας τῷ ἀχρήστῳ βλαστῷ συνεκριζωθείσης.

Εἰ γὰρ τοῦτο πάθῃ ἡ φύσις, τί ἔσται τὸ ἐπαῖρον ἡμᾶς πρὸς τὴν τῶν ἐπουρανίων συνάφειαν; ἢ τῆς ἀγάπης ἀφαιρεθείσης, τίνι τρόπῳ πρὸς τὸ Θεῖον συναφθησόμεθα; Τοῦ δὲ θυμοῦ κατασκευασθέντος, ποῖον ὅπλον κατὰ τοῦ προσπαλαίοντος ἕξομεν; Ἐφίησι τοίνυν τὰ νόθα τῶν σπερμάτων ἐν ἡμῖν ὁ γεωργὸς, οὐχ ὡς ἀεὶ κατακρατεῖν τῆς τιμιωτέρας σπορᾶς, ἀλλ᾽ ὡς αὐτὴν τὴν ἄρουραν (οὕτω γὰρ τὴν καρδίαν τροπικῶς ὀνομάζει) διὰ τῆς ἐγκειμένης αὐτῇ φυσικῆς δυνάμεως, ἥτις ἐστὶν ὁ λογισμὸς, τὸ μὲν ξηρᾶναι τῶν βλαστημάτων, τὸ δὲ κάρπιμον καὶ εὐθαλὲς ἀπεργάσασθαι.

Εἰ δὲ μὴ τοῦτο γένοιτο, τῷ πυρὶ τὴν τῆς γεωργίας διάκρισιν ταμιεύεται.

Οὐκοῦν εἰ μέν τις τούτοις κατὰ τὸν δέοντα χρήσαι λόγον, ἐν αὐτῷ λαμβάνηται ἐκεῖνα, καὶ μὴ αὐτὸς ἐν ἐκείνοις, ἀλλ᾽ οἷόν τις βασιλεὺς τῇ πολυχειρίᾳ τῶν ὑπηκόων συνεργῷ χρώμενος, ῥᾷον κατορθώσει τὸ κατ᾽ ἀρετὴν σπουδαζόμενον. Εἰ δὲ ἐκείνοις γένοιτο, καθάπερ δούλων τινῶν ἐπαναστάντων τῷ κεκτημένῳ, καὶ ἐξ ὧν δραποδισθείη ταῖς δουλικαῖς ἐπινοίαις ἀγεννῶς ὑποκύψαι, καὶ κτῆμα γένοιτο τῶν ὑπεζευγμένων κατὰ τὴν φύσιν αὐτῷ, πρὸς ἐκεῖνα κατ᾽ ἀνάγκην μετατεθήσεται, πρὸς ἅπερ ἂν ἡ ἐπικράτησις τῶν καθηγουμένων βιάζεται. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔτε ἀρετὴν, οὔτε κακίαν ἐφ᾽ ἑαυτῶν ταῦτα ἀποφανούμεθα, ὅσα κινήματα τῆς ψυχῆς ὄντα ἐπὶ τῇ ἐξουσίᾳ τῶν χρωμένων κεῖται, ἢ καλῶς ἢ ἑτέρως ἔχειν. Ἀλλ᾽ ὅταν μὲν αὐτοῖς πρὸς τὸ κρεῖττον ἡ κίνησις ᾖ, ἐπαίνων γίνεσθαι ὕλην, ὡς τῷ Δανιὴλ τὴν ἐπιθυμίαν, καὶ τῷ Φινεὲς τὸν θυμὸν, καὶ τῷ καλῶς πενθοῦντι τὴν λύπην. Εἰ δὲ πρὸς τὸ χεῖρον γένοιτο ἡ ῥοπὴ, τότε πάθη γίνεσθαι ταῦτα καὶ ὀνομάζεσθαι. —Γ. Ἐγὼ, ταῦτα διεξελθούσης, ἐπειδὴ παυσαμένη βραχύ τι ἔδωκε τῷ λόγῳ διαλιπεῖν, καὶ συνελεξάμην τῇ διανοίᾳ τὰ εἰρημένα, πάλιν ἐπὶ τὴν προτέραν διέδραμον ἀκολουθίαν τοῦ λόγου, ἐν ᾧ κατεσκευάζετο, μὴ ἀδύνατον εἶναι τὴν ψυχὴν διαλυθέντος τοῦ σώματος ἐν τοῖς στοιχείοις εἶναι.