Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η αδιαίρετη παρουσία της ψυχής στα σωματικά στοιχεία

Η επεξήγηση της ασώματης και αδιάστατης φύσης της ψυχής, η οποία παραμένει νοερώς συνδεδεμένη και παρούσα στα υλικά στοιχεία του σώματος ακόμη και μετά τη διάλυσή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 9

Ὥσπερ οὖν διὰ τῆς ἀποῤῥήτου σοφίας τοῦ Θεοῦ τῆς τῷ παντὶ ἐμφαινομένης τὴν θείαν φύσιν τε καὶ δύναμιν ἐν πᾶσι τοῖς οὖσιν εἶναι οὐκ ἀμφιβάλλομεν, ὡς ἂν ἐν τῷ εἶναι τὰ πάντα μένοι· καί τοί γε εἰ τὸν τῆς φύσεως ἀπαιτοίης λόγον, παμπλήθως ἀπέχει οὐσία Θεοῦ πρὸς τὰ καθ᾽ ἕκαστον ἐν τῇ κτίσει δεικνύμενά τε καὶ νοούμενα· ἀλλ᾽ ὅμως ἐν τούτοις εἶναι τὸ διεστὸς κατὰ τὴν φύσιν ὁμολογεῖται· οὕτως οὐδὲν ἄπιστον καὶ τὴν τῆς ψυχῆς οὐσίαν, ἄλλο τι καθ᾽ ἑαυτὴν οὖσαν, ὅ τί ποτε καὶ εἶναι εἰκάζεται, μὴ ἐμποδίζεσθαι πρὸς τὸ εἶναι, τῶν στοιχειωδῶς ἐν τῷ κόσμῳ θεωρουμένων οὐ συμβαινόντων αὐτῇ κατὰ τὸν λόγον τῆς φύσεως· οὐδὲ ἐπὶ τῶν ζώντων σωμάτων, καθὼς ἤδη προείρηται, οἷς ἡ ὑπόστασις ἐκ τῆς τῶν στοιχείων ἐστὶ συγκράσεως, κοινωνία τις κατὰ τὸν τῆς οὐσίας λόγον ἐστὶ τῷ ἁπλῷ τε καὶ ἀειδεῖ τῆς ψυχῆς πρὸς τὴν σωματικὴν παχυμερίαν· ἀλλ᾽ ὅμως τὸ ἐν τούτοις εἶναι τὴν ζωτικὴν τῆς ψυχῆς ἐνέργειαν, οὐκ ἀμφιβάλλεται, λόγῳ τινὶ κρείττονι τῆς ἀνθρωπίνης κατανοήσεως ἀνακραθεῖσαν.

Οὐκοῦν οὐδὲ ἀναλυσάντων πρὸς ἑαυτὰ τῶν ἐν τοῖς σώμασι στοιχείων, τὸ συνδέον αὐτὰ διὰ τῆς ζωτικῆς ἐνεργείας ἀπόλωλεν. Ἀλλ᾽ ὥσπερ συνεστῶτος ἔτι τοῦ τῶν στοιχείων συγκρίματος ψυχοῦται καὶ τὰ καθ᾽ ἕκαστον, ἴσως τε καὶ ὁμοίως πᾶσι τοῖς μέρεσι τοῖς συμπληροῦσι τὸ σῶμα τῆς ψυχῆς ἐνδυομένης, καὶ οὐκ ἄν τις εἴποι, οὔτε στεῤῥὰν αὐτὴν καὶ ἀντίτυπον εἶναι, τῷ γεώδει συγκεκραμένην, οὔτε ὑγρὰν, ἢ ψυχρὰν ἢ τὴν τῷ ψυχρῷ ἀντικειμένην ποιότητα, τὴν ἐν πᾶσιν οὖσαν τούτοις, καὶ ἑκάστῳ τὴν ζωτικὴν δύναμιν ἐνιοῦσαν· οὕτω, καὶ λυθέντος τοῦ συγκρίματος, καὶ εἰς τὰ οἰκεῖα πάλιν ἀναδραμόντος, τὴν ἁπλῆν ἐκείνην καὶ ἀσύνθετον φύσιν ἑκάστῳ παρεῖναι τῶν μερῶν, καὶ μετὰ τὴν διάλυσιν οἴεσθαι, οὐδὲν τοῦ εἰκότος ἐστίν· ἀλλὰ τὴν ἅπαξ ἀῤῥήτῳ τινὶ συμφυεῖσαν λόγῳ τῷ τῶν στοιχείων συγκρίματι, καὶ εἰσαεὶ παραμένειν, οἷς κατεμίχθη, μηδενὶ τρόπῳ τῆς γινομένης ἅπαξ αὐτῇ συμφυΐας ἀποσπωμένην. Οὐ γὰρ ἐπειδὴ λύεται τὸ συγκείμενον, κινδυνεύει συνδιαλυθῆναι τῷ συνθέτῳ τὸ μὴ συγκείμενον. Γ. Κἀγὼ εἶπον, Ἀλλὰ τὰ μὲν στοιχεῖα συμπίπτειν τε πρὸς ἄλληλα, καὶ πρὸς ἀλλήλων διακρίνεσθαι, καὶ τοῦτο εἶναι τὴν τοῦ σώματος σύστασίν τε καὶ διάλυσιν, οὐδεὶς ἂν ἀντείποι.

Ἐπειδὴ δὲ πολὺ τὸ μέσον ἑκάστῳ νοεῖται τοῦτο τῶν ἑτερογενῶς ἐχόντων πρὸς ἄλληλα, κατά τε τὴν τοπικὴν θέσιν, καὶ τὴν τῶν ποιημάτων διαφοράν τε καὶ ἰδιότητα, συνδεδραμηκότων μὲν ἀλλήλοις περὶ τὸ ὑποκείμενον τῶν στοιχείων, τὴν νοερὰν ταύτην καὶ ἀδιάστατον φύσιν ἣν καλοῦμεν ψυχὴν, ἀκόλουθον συμφυῶς πρὸς τὸ ἡνωμένον ἔχειν· εἰ δὲ ἀπ᾽ ἀλλήλων διακριθείη ταῦτα, κἀκεῖσε γένοιτο, ὅπηπερ ἂν ἕκαστον ἡ φύσις ἄγοι, τὶ πείσεται ἡ ψυχὴ πολλαχῆ τοῦ ὀχήματος αὐτῇ διασπαρέντος· ὥσπερ τις ναύτης τῆς ὁλκάδος ἐν ναυαγίῳ διαλυθείσης ἀδυνατῶν πᾶσι τοῖς τοῦ πλοίου μορίοις ἄλλοις ἀλλαχῆ τοῦ πελάγους ἐσκεδασμένοις κατ᾽ αὐτὸν ἐπινήξασθαι (παντὸς γὰρ τοῦ ἐπιτυχοῦντος λαβόμενος τὰ λοιπὰ φέρειν καταλείψει τοῖς κύμασι), τὸν αὐτὸν τρόπον ἡ ψυχὴ τῇ διακρίσει τῶν στοιχείων συνδιασχισθῆναι τὴν φύσιν οὐκ ἔχουσα, εἴπερ δυσαπαλλάκτως ἔχει τοῦ σώματος, ἑνί τινι πάντως προσφυεῖσα στοιχείων, τῶν ἄλλων ἀποσχισθήσεται, καὶ οὐδὲν μᾶλλον ἀθάνατον αὐτὴν διὰ τὸ ἐν ἑνὶ ζῇν, ἢ θνητὴν, διὰ τὸ ἐν τοῖς πλείοσι μὴ εἶναι, ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν οἴεσθαι. Μ.

Ἀλλ᾽ οὔτε συστέλλεται, φησὶν, οὔτε διαχεῖται τὸ νοητόν τε καὶ ἀδιάστατον (σωμάτων γὰρ ἴδιον συστολὴ καὶ διάχυσις), ἐπίσης δὲ κατὰ τὴν ἰδίαν φύσιν τὴν ἀειδῆ καὶ ἀσώματον τῇ τε συγκρίσει τῶν στοιχείων περὶ τὸ σῶμα καὶ τῇ διακρίσει πάρεστιν, συνεσφιγμένων ἐν τῷ συγκρίματι τῶν στοιχείων στενοχωρουμένη, οὔτε ἀποφοιτησάντων ἐπὶ τὰ συγγενῆ, καὶ κατὰ φύσιν αὐτοῖς ἀπολιμπανομένη, κἂν πολὺ τὸ μέσον εἶναι δοκεῖ τὸ τῆς ἑτερότητος τῶν στοιχείων ἐνθεωρούμενον. Πολλὴ γὰρ ἡ διαφορὰ τοῦ ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρὺ καὶ γεῶδες, τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν, καὶ τοῦ ὑγροῦ πρὸς τὸ ἐναντίον· ἀλλ᾽ ὅμως οὐδεὶς πόνος τῇ νοερᾷ φύσει ἑκάστῳ παρεῖναι, οἷς ἅπαξ ἐνεφύη, διὰ κράσεως μὴ συνδιασχιζομένη τῇ τῶν στοιχείων ἐναντιότητι, Οὐ γὰρ ἐπειδὴ κατὰ τὴν τοπικὴν διάστασιν, καὶ τὴν ποίαν ἰδιότητα, πόῤῥωθεν ἀλλήλων ταῦτα νομίζεται, διὰ τοῦτο κάμνει ἡ ἀδιάστατος φύσις τοῖς τοπικῶς διεστηκόσι συναπτομένη, ἐπεὶ καὶ νῦν ἔξεστι τῇ διανοίᾳ ὁμοῦ τε τὸν οὐρανὸν θεωρεῖν, καὶ ἐπὶ τὰ πέρατα τοῦ κόσμου ταῖς πολυπραγμοσύναις ἐκτείνεσθαι· καὶ οὐ διασπᾶται πρὸς τοσαῦτα μήκη τὸ θεωρητικὸν τῆς ψυχῆς ἡμῶν διατεινόμενον. Οὐκοῦν οὐδὲν ἐμπόδιόν ἐστι τῇ ψυχῇ κατὰ τὸ ἶσον παρεῖναι τοῖς τοῦ σώματος στοιχείοις, καὶ συγκεκραμένοις διὰ τῆς συνδρομῆς, καὶ ἀπολυομένοις διὰ τῆς ἀνακράσεως.

Καθάπερ γὰρ χρυσοῦ καὶ ἀργύρου συντετηκότων ἐνθεωρεῖταί τις τεχνικὴ δύναμις ἡ τὰς ὕλας συντήξασα· καὶ εἰ πάλιν ἀποτακείη τοῦ ἑτέρου τὸ ἕτερον, οὐδὲν ἔλαττον ὁ τῆς τέχνης λόγος ἐν ἑκατέρῳ μένει· καὶ ἡ μὲν ὕλη διεμερίσθη, ἡ δὲ τέχνη οὐ συνδιετμήθη τῇ ὕλῃ· πῶς γὰρ ἂν διαιρεθείη τὸ ἄτμητον; κατὰ τὸν αὐτὸν λόγον καὶ ἡ νοερὰ τῆς ψυχῆς φύσις, καὶ τῇ συνδρομῇ τῶν στοιχείων ἐνθεωρεῖται, καὶ διαλυθέντων οὐκ ἀποκρίνεται, ἀλλὰ καὶ ἐν αὐτοῖς μένει καὶ ἐν τῷ χωρισμῷ αὐτῶν συμπαρεκτεινομένη οὐ διακόπτεται, οὐδὲ πρὸς τὸν ἀριθμὸν τῶν στοιχείων εἰς μερικὰ τμήματα κατακερματίζεται.

Τοῦτο γὰρ ἴδιον τῆς σωματικῆς καὶ διαστηματικῆς ἐστι φύσεως· ἡ δὲ νοερά τε καὶ ἀδιάστατος φύσις τὰ ἐκ διαστάσεως οὐκ ἀναδέχεται πάθη.