Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ ψυχῆς καὶ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η ύπαρξη, η νοερή φύση και οι ενέργειες της ψυχής

Η ανασκευή των υλιστικών αντιλήψεων και η απόδειξη της νοερής ουσίας της ψυχής μέσω της αρμονίας του σύμπαντος, της ανθρώπινης φυσιολογίας και των τεχνολογικών επιτευγμάτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 9

Ἡ οὖν ψυχὴ μετὰ τοῦτο ποῦ ἔσται; Εἰ μὲν γὰρ ἐν τοῖς στοιχείοις εἶναί τις λέγοι, τὴν αὐτὴν εἶναι τούτοις κατ᾽ ἀνάγκην συνθήσεται. Οὐ γὰρ ἂν γένοιτό τις τοῦ ἑτεροφυοῦς πρὸς τὸ ἀλλότριον μίξις, καὶ, εἰ ταῦτα εἴη, ποικίλη τις πάντως ἀναφανήσεται ἡ πρὸς τὰς ἐναντίας μεμιγμένη ποιότητας, τὸ δὲ ποικίλον ἁπλοῦν οὐκ ἔστιν, ἀλλ᾽ ἐν συνθέσει θεωρεῖται πάντως. Πᾶν δὲ τὸ σύνθετον καὶ διαλυτὸν ἐξ ἀνάγκης· ἡ δὲ διάλυσις φθορὰ τοῦ συνεστῶτός ἐστι. Τὸ δὲ φθειρόμενον οὐκ ἀθάνατον· ἢ οὕτως γε ἂν καὶ ἡ σὰρξ ἀθάνατος λέγοιτο, εἰς τὰ, ἐξ ὧν συνέστηκε, λυομένη. Εἰ δὲ ἄλλο τί που παρὰ ταῦτά ἐστι, ποῦ λόγος αὐτὴν εἶναι ὑποτίθεται, ἐν μὲν τοῖς στοιχείοις διὰ τοῦ ἑτεροφυῶς αὐτὴν ἔχειν οὐχ εὑρισκομένην; ἄλλου δὲ οὐδενὸς ἐν τῷ κόσμῳ ὄντος, ἐν ᾧ γένοιτ᾽ ἂν ἡ ψυχὴ καταλλήλως τῇ ἰδίᾳ φύσει ἐμβιοτεύουσα;

Ὃ δὲ μηδαμῆ ἐστιν, οὐδέ ἐστι πάντως. Μ. Καὶ ἡ διδάσκαλος ἠρέμα τοῖς ῥηθεῖσιν ἐπιστενάξασα, Τάχα που ταῦτα καὶ τὰ τοιαῦτα, φησὶ, πρὸς τὸν Ἀπόστολον ἐν Ἀθήναις ποτὲ συστάντες προέφερον Στωϊκοί τε καὶ Ἐπικούρειοι. Καὶ γὰρ ἀκούω πρὸς ταῦτα μάλιστα τὸν Ἐπίκουρον ταῖς ὑπολήψεσι φέρεσθαι, ὡς τυχαία τις καὶ αὐτόματος ἡ τῶν ὄντων ὑπενοήθη φύσις, ὡς οὐδεμιᾶς προνοίας διὰ τῶν πραγμάτων διηκούσης.

Καὶ διὰ τοῦτο κατὰ τὸ ἀκόλουθον καὶ τὴν ἀνθρωπίνην ζωὴν πομφόλυγος δίκην ᾤετο πνεύματί τινι τοῦ σώματος ἡμῶν περιταθέντος, ἕως ἂν περικρατῆται τὸ πνεῦμα τῷ περιέχοντι, τῇ δὲ διαπτώσει τοῦ ὄγκου καὶ τὸ ἐναπειλημμένον συγκατασβέννυσθαι. Ὅρος γὰρ τούτῳ τῆς τῶν ὄντων φύσεως τὸ φαινόμενον ἦν, καὶ μέτρον τῆς τοῦ παντὸς καταλήψεως ἐποιεῖτο τὴν αἴσθησιν, μεμυκὼς παντάπασι τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ πρὸς οὐδὲν τῶν νοητῶν τε καὶ ἀσωμάτων βλέπειν οἷός τε ὢν, ὥσπερ ὁ οἰκίσκῳ τινὶ καθειργμένος τῶν οὐρανίων θαυμάτων ἀθέατος μένει, τοῖς τοίχοις καὶ τῷ ὀρόφῳ πρὸς τὴν τῶν ἔξω θέαν ἐμποδιζόμενος.

Ἀτεχνῶς γὰρ γήϊνοί τινές εἰσι τοῖχοι τὰ αἰσθητὰ πάντα, ὅσα ἐν τῷ παντὶ καθορᾶται, πρὸς τὴν τῶν νοητῶν θεωρίαν δι᾽ ἑαυτῶν τοὺς μικροψυχοτέρους διατειχίζοντες. Γῆν ὁ τοιοῦτος βλέπει μόνην, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ· ὅθεν δὲ τούτων ἕκαστον, ἢ ἐν τίνι ἐστὶν, ἢ ὑπὸ τίνος περικρατεῖται, διιδεῖν ὑπὸ μικροψυχίας οὐ δύναται. Καὶ ἱμάτιον μέν τις ἰδὼν τὸν ὑφάντην ἀνελογίσατο, καὶ διὰ τῆς νηὸς τὸν ναυπηγὸν ἐνενόησεν, ἥ τε αὐτοῦ οἰκοδόμου χεὶρ ὁμοῦ τῇ τοῦ οἰκοδομήματος ὄψει τῇ διανοίᾳ τῶν θεωμένων ἐγγίνεται. Οἱ δὲ πρὸς τὸν κόσμον ὁρῶντες πρὸς τὸν διὰ τούτων δηλούμενον ἀμβλυωποῦσιν, ὅθεν τὰ σοφὰ ταῦτα καὶ δριμέα παρὰ τῶν τὸν ἀφανισμὸν ψυχῆς δογματιζόντων προφέρεται· σῶμα ἐκ στοιχείων, καὶ στοιχεῖα ἐκ σώματος, καὶ τὸ μὴ δύνασθαι τὴν ψυχὴν καθ᾽ ἑαυτὴν εἶναι, εἰ μήτε τούτων τι εἴη, μήτε ἐν τούτοις.

Εἰ γὰρ ὅτι μὴ ὁμοφυὴς τοῖς στοιχείοις ἐστὶν ἡ ψυχὴ, διὰ τοῦτο οὐδαμοῦ εἶναι αὐτὴν οἱ ἀντιλέγοντες οἴονται· οὗτοι πρῶτον μὲν καὶ τὴν ἐν σαρκὶ ζωὴν ἄψυχον εἶναι δογματιζέτωσαν. Οὐ γὰρ ἄλλο τι τὸ σῶμά ἐστιν, εἰ μὴ συνδρομὴ τῶν στοιχείων· μὴ τοίνυν μηδ᾽ ἐν τούτοις τὴν ψυχὴν εἶναι λεγέτωσαν δι᾽ ἑαυτῆς ζωοποιοῦσαν τὸ σύγκριμα· εἴπερ οὐκ ἔστι μετὰ ταῦτα δυνατὸν, καθὼς οἴονται, τῶν στοιχείων ὄντων καὶ τὴν ψυχὴν εἶναι, ὡς μηδὲν ἄλλο ἢ νεκρὰν τὴν ζωὴν ἡμῶν παρ᾽ αὐτῶν ἀποδείκνυσθαι.

Εἰ δὲ νῦν ἐν τῷ σώματι τὴν ψυχὴν εἶναι οὐκ ἀμφιβάλλουσι, πῶς τοῦ σώματος εἰς τὰ στοιχεῖα τὸν ἀφανισμὸν αὐτῆς δογματίζουσι, ἔπειτα δὲ καὶ κατὰ ταύτης τῆς θείας φύσεως τὰ ἶσα τολμάτωσαν. Πῶς γὰρ ἐροῦσι τὴν νοεράν τε καὶ ἄϋλον καὶ ἀειδῆ φύσιν εἰς τὰ ὑγρά τε καὶ μαλακὰ καὶ στερέμνια διαδυομένην ἐν τῷ εἶναι συνέχειν τὰ ὄντα, οὔτε συγγενῶς ἔχουσαν πρὸς τὰ ἐν οἷς γίνεται, οὔτε διὰ τὸ ἑτερογενὲς ἐν αὐτοῖς εἶναι ἀδυνατοῦσαν;

Οὐκοῦν ἐξῃρήσθω καθόλου τοῦ δόγματος αὐτῶν καὶ αὐτὸ τὸ Θεῖον, ᾧ διακρατεῖται τὰ ὄντα. —Γ. Αὐτὸ δὲ τοῦτο, εἶπον ἐγὼ, πῶς ἂν τοῖς ἀντιλέγουσιν ἀναμφίβολον γένοιτο, τὸ ἐκ Θεοῦ εἶναι τὰ πάντα, καὶ ἐν αὐτῷ περικρατεῖσθαι τὰ ὄντα, ἢ καὶ ὅλως τὸ εἶναί τι Θεῖον τῆς τῶν ὄντων ὑπερκείμενον φύσεως; Μ. Ἡ δὲ σιωπᾷν μὲν ἦν, φησὶν, ἐπὶ τοῖς τοιούτοις ἁρμοδιώτερον, μηδὲ ἀξιοῦν ἀποκρίσεως τὰς μωράς τε καὶ ἀσεβεῖς τῶν προτάσεων, ἐπεὶ καί τις τῶν θείων ἀπαγορεύει λόγος μὴ ἀποκρίνεσθαι ἄφρονι ἐν τῇ ἀφροσύνῃ αὐτοῦ· ἄφρων δὲ πάντως ἐστὶ, κατὰ τὸν Προφήτην, ὁ μὴ εἶναι λέγων Θεόν. Ἐπεὶ δὲ χρὴ καὶ τοῦτο εἰπεῖν, ἐρῶ σοι, φησὶ, λόγον, ἐμὸν οὐχὶ, ἀλλ᾽ οὐδὲ ἄλλου τινὸς ἀνθρώπου· μικρὸς γὰρ οὗτος, ὅστις δ᾽ ἂν ᾖ· ἀλλ᾽ αὐτὸν ὃν ἡ κτίσις τῶν ὄντων διὰ τῶν ἐν αὐτῇ θαυμάτων διέξεισιν, ἀκροατὴς ὀφθαλμὸς γίνεται, διὰ τῶν φαινομένων, ἐνηχοῦντος τῇ καρδίᾳ τοῦ σοφοῦ τε καὶ τεχνικοῦ λόγου. Βοᾷ γὰρ ἄντικρυ τὸν ποιητὴν ἡ κτίσις, αὐτῶν τῶν οὐρανῶν, καθώς φησιν ὁ Προφήτης, ταῖς ἀλαλήτοις φωναῖς τὴν δόξαν τοῦ Θεοῦ διηγουμένων.

Τίς γὰρ βλέπων τὴν τοῦ παντὸς ἁρμονίαν, τῶν τε οὐρανίων καὶ τῶν κατὰ γῆν θαυμάτων, καὶ ὡς ἐναντίως ἔχοντα πρὸς ἄλληλα τὰ στοιχεῖα κατὰ τὴν φύσιν, πρὸς τὸν αὐτὸν τὰ πάντα σκοπὸν διά τινος ἀῤῥήτου κοινωνίας συμπλέκεται, τὴν παρ᾽ ἑαυτοῦ δύναμιν ἕκαστον πρὸς τὴν τοῦ παντὸς διαμονὴν συνεισφέροντα, καὶ οὔτε τὰ ἀμικτά τε καὶ ἀκοινώνητα κατὰ τὴν ἰδιότητα τῶν ποιοτήτων διαχωρεῖ ἀπ᾽ ἀλλήλων, οὔτε ἐν ἀλλήλοις φθείρεται κατακιρνάμενα πρὸς ἄλληλα ταῖς ἐναντίαις ποιότησιν, ἀλλὰ καὶ οἷς ἀνωφερής ἐστιν ἡ φύσις, ἐπὶ τὰ κάτω φέρεται, τῆς ἡλιακῆς θερμότητος διὰ τῶν ἀκτίνων καταῤῥεούσης· τά τε ἐμβριθῆ τῶν σωμάτων ἀνακουφίζεται διὰ τῶν ἀτμῶν λεπτυνόμενα, ὡς καὶ τὸ ὕδωρ παρὰ τὴν ἑαυτοῦ φύσιν ἀνωφερὲς γίνεσθαι, δι᾽ ἀέρος ἐπὶ πνευμάτων ὀχούμενον, καὶ τὸ αἰθέριον πῦρ πρόσγειον γίνεσθαι, ὡς καὶ τὸ βάθος μὴ ἀμοιρεῖν τῆς θερμότητος, ἐπιχεομένην δὲ τῇ γῇ τὴν ἐκ τῶν ὄμβρων ἰκμάδα μίαν οὖσαν τῇ φύσει, μυρίας γεννᾷν βλαστημάτων διαφορὰς πᾶσι κατάλληλον τοῖς ὑποκειμένοις ἐμφυομένην· τήν τε ὀξυτάτην τοῦ πόλου περιφορὰν καὶ τῶν ἐντὸς κύκλων τὴν ἐπὶ τὸ ἔμπαλιν κίνησιν, τάς τε ὑποδρομὰς καὶ τὰς συνόδους, καὶ τὰς ἐναρμονίους ἀποστάσεις τῶν ἄστρων· ὁ ταῦτα βλέπων τῷ διανοητικῷ τῆς ψυχῆς ὀφθαλμῷ, ἆρα οὐχὶ φανερῶς ἐκ τῶν φαινομένων διδάσκεται, ὅτι θεία δύναμις ἔντεχνός τε καὶ σοφὴ τοῖς οὖσιν ἐμφαινομένη, καὶ διὰ πάντων ἥκουσα τὰ μέρη συναρμόζει τῷ ὅλῳ, καὶ τὸ ὅλον συμπληροῖ ἐν τοῖς μέρεσι, καὶ μιᾷ τινι περικρατεῖται δυνάμει τὸ πᾶν, αὐτὸ ἐν ἑαυτῷ μένον [καὶ περὶ ἑαυτὸ κινούμενον], καὶ οὔτε λῆγόν ποτε τῆς κινήσεως, οὔτε εἰς ἄλλον τινὰ τόπον παρὰ τὸν, ἐν ᾧ ἐστι, μεθιστάμενον; —Γ.

Καὶ πῶς, εἶπον, ἡ περὶ τὸ εἶναι τὸν Θεὸν πίστις, καὶ τὴν ψυχὴν εἶναι τὴν ἀνθρωπίνην συναποδείκνυσιν; Οὐ γὰρ δὴ ταὐτόν ἐστι τῷ Θεῷ ἡ ψυχὴ, ὥστε εἰ τὸ ἓν ὁμολογοῖτο εἶναι συνομολογεῖσθαι πάντως καὶ τὸ λειπόμενον. Μ. Ἡ δὲ, Λέγεται, φησὶ, παρὰ τῶν σοφῶν μικρός τις εἶναι κόσμος ὁ ἄνθρωπος, ταῦτα περιέχων ἐν ἑαυτῷ τὰ στοιχεῖα, οἷς τὸ πᾶν συμπεπλήρωται.

Εἰ δὲ ἀληθὴς οὗτος ὁ λόγος (ἔοικε δὲ), τάχα οὐκ ἂν ἑτέρας ἐδεήθημεν συμμαχίας εἰς τὸ βεβαιωθῆναι ἡμῖν ὃ περὶ ψυχῆς ὑπειλήφαμεν. Ὑπειλήφαμεν δὲ τὸ εἶναι αὐτὴν καθ᾽ ἑαυτὴν ἐν ἐξηλλαγμένῃ τε καὶ ἰδιαζούσῃ φύσει, παρὰ τὴν σωματικὴν παχυμέρειαν.

Ὡς γὰρ πάντα τὸν κόσμον διὰ τῆς αἰσθητικῆς ἀντιλήψεως ἐπιγινώσκοντες, δι᾽ αὐτῆς τῆς κατὰ τὴν αἴσθησιν ἡμῶν ἐνεργείας εἰς τὴν τοῦ ὑπὲρ αἴσθησιν πράγματος καὶ νοήματος ἔννοιαν ὁδηγούμεθα, καὶ γίνεται ἡμῖν ὁ ὀφθαλμὸς ἑρμηνεὺς τῆς παντοδυνάμου σοφίας, τῆς τῷ παντὶ μὲν ἐνθεωρουμένης, τὸν δὲ κατ᾽ αὐτὴν τοῦ παντὸς περιδεδραγμένον δι᾽ ἑαυτῆς μηνυούσης,· οὕτω καὶ πρὸς τὸν ἐν ἡμῖν βλέποντες κόσμον, οὐ μικρὰς ἔχομεν ἀφορμὰς πρὸς τὸ διὰ τῶν φαινομένων καὶ τοῦ κεκρυμμένου καταστοχάσασθαι. Κέκρυπται δὲ ἐκεῖνο, ὃ ἐφ᾽ ἑαυτοῦ ὂν νοητόν τε καὶ ἀειδὲς διαφεύγει τὴν αἰσθητικὴ, κατανόησιν. Γ. Κἀγὼ εἶπον· Ἀλλὰ τὴν τοῦ παντὸς ὑπερκειμένην σοφίαν διὰ τῶν ἐνθεωρουμένων τῇ φύσει τῶν ὄντων σοφῶν τε καὶ τεχνικῶν λόγων, ἐν τῇ ἁρμονίᾳ ταύτῃ καὶ διακοσμήσει δυνατόν ἐστιν ἀναλογίσασθαι· ψυχῆς δὲ γνῶσις διὰ τῶν κατὰ τὸ σῶμα δεικνυμένων τίς ἂν γένοιτο τοῖς ἀπὸ τῶν φαινομένων τὸ κρυπτὸν ἀνιχνεύουσιν; —Μ. Καὶ μάλιστα μέν τοι, φησὶν ἡ παρθένος, τοῖς κατὰ τὸ σοφὸν ἐκεῖνο παράγγελμα γινώσκειν ἑαυτοὺς ἐπιθυμοῦσιν· εἰ κἂν ἡ διδάσκαλος τῶν περὶ ψυχῆς ὑπολήψεων αὐτὴ ἡ ψυχὴ, ὅτι ἄϋλός τις καὶ ἀσώματος, καταλλήλως τῇ ἰδίᾳ φύσει ἐνεργοῦσά τε καὶ κινουμένη, καὶ διὰ τῶν σωματικῶν ὀργάνων τὰς ἰδίας κινήσεις ἐνδεικνυμένη.

Ἡ γὰρ ὀργανικὴ τοῦ σώματος αὕτη διασκευὴ, ἔστι μὲν οὐδὲν ἧττον καὶ ἐπὶ τῶν ἀπονεκρωθέντων διὰ θανάτου, ἀλλ᾽ ἀκίνητος μένει καὶ ἀνενέργητος, τῆς ψυχικῆς δυνάμεως ἐν αὐτῇ μὴ οὔσης. Κινεῖται δὲ τότε ὅταν ἥ τε αἴσθησις ἐν τοῖς ὀργάνοις ᾖ, καὶ διὰ τῆς αἰσθήσεως ἡ νοητὴ δύναμις διήκῃ ταῖς ἰδίαις ὁρμαῖς συγκινοῦσα πρὸς τὸ δοκοῦν τὰ ὀργανικὰ αἰσθητήρια. —Γ. Τί οὖν, εἶπον, ἐστὶν ἡ ψυχή; εἰ δυνατὸν λόγῳ τινὶ τὴν φύσιν ὑπογραφῆναι, ὡς ἄν τις γένοιτο ἡμῖν τοῦ ὑποκειμένου διὰ τῆς ὑπογραφῆς κατανόησις. Καὶ ἡ διδάσκαλος, —Μ. Ἄλλοι μὲν ἄλλως, φησὶ, τὸν περὶ αὐτῆς ἀπεφήναντο λόγον, κατὰ τὸ δοκοῦν ἕκαστος ὁριζόμενοι, ἡ δὲ ἡμετέρα περὶ αὐτῆς δόξα οὕτως ἔχει· Ψυχή ἐστιν οὐσία γεννητὴ, οὐσία ζῶσα, νοερὰ, σώματι ὀργανικῷ καὶ αἰσθητικῷ, δύναμιν ζωτικὴν καὶ τῶν αἰσθητῶν ἀντιληπτικὴν δι᾽ ἑαυτῆς ἐνιοῦσα, ἕως ἂν ἡ δεκτικὴ τούτων συνέστηκε φύσις. Καὶ ἅμα ταῦτα λέγουσα δείκνυσι τῇ χειρὶ τὸν ἰατρὸν τὸν ἐπὶ θεραπείᾳ τοῦ σώματος αὐτῇ προσκαθήμενον, καί φησιν· Ἐγγὺς ἡμῖν τῶν εἰρημένων ἡ μαρτυρία. Πῶς γὰρ, εἶπεν, οὗτος ἐπιβαλὼν τῇ ἀρτηρίᾳ τὴν τῶν δακτύλων ἁφὴν, ἀκούει τρόπον τινὰ διὰ τῆς ἁπτικῆς αἰσθήσεως τῆς φύσεως πρὸς αὐτὸν βοώσης, καὶ τὰ ἴδια πάθη διηγουμένης, ὅτι ἐν ἐπιτάσει ἐστὶ τῷ σώματι τὸ ἀῤῥώστημα, καὶ ἀπὸ τῶνδε τῶν σπλάγχνων ἡ νόσος ὥρμηται, καὶ ἐπὶ τοσόνδε παρατείνει τοῦ φλογμοῦ ἡ ἐπίτασις;

Διδάσκεται δὲ καὶ ὑπὸ τοῦ ὀφθαλμοῦ ἄλλα τοιαῦτα, πρός τε τὸ σχῆμα τῆς κατακλίσεως βλέπων, καὶ πρὸς τὴν τῶν σαρκῶν τηκεδόνα. Καὶ ὡς ἐπισημαίνει τὴν ἔνδον διάθεσιν, τό τε εἶδος τοῦ χρώματος, ὕπωχρόν τε ὂν καὶ χολῶδες, καὶ ἡ τῶν ὀμμάτων βολὴ περὶ τῶν λυπούντων καὶ ἀλγύνον αὐτομάτως ἐγκλινομένη.

Ὡσαύτως δὲ καὶ ἡ ἀκοὴ τῶν ὁμοίων διδάσκαλος γίνεται, τῷ δὲ πυκνῷ τοῦ ἄσθματος, καὶ τῷ συνεκδιδομένῳ μετὰ τῆς ἀναπνοῆς στεναγμῷ τὸ πάθος ἐπιγινώσκουσα. Εἴποι δ᾽ ἄν τις μηδὲ τὴν ὄσφρησιν τοῦ ἐπιστήμονος ἀνεπίσκεπτον εἶναι τοῦ πάθους, ἀλλὰ διὰ τῆς ποιᾶς τοῦ ἄσθματος ἰδιότητος ἐπιγινώσκειν τὸ ἐγκεκρυμμένον τοῖς σπλάγχνοις ἀῤῥώστημα.

Ἆρ᾽ οὖν εἰ μή τις δύναμις ἦν νοητὴ ἡ ἑκάστῳ τῶν αἰσθητηρίων παροῦσα; Τί ἂν ἡμᾶς ἡ χεὶρ ἀφ᾽ ἑαυτῆς ἐδιδάξατο, μὴ τῆς ἐννοίας πρὸς τὴν τοῦ ὑποκειμένου γνῶσιν τὴν ἁφὴν ὁδηγούσης; Τί δ᾽ ἂν ἡ ἀκοὴ διανοίας διεζευγμένη, ἢ ὀφθαλμὸς, ἢ μυκτὴρ, ἢ ἄλλο τι αἰσθητήριον πρὸς τὴν ἐπίγνωσιν τοῦ ζητουμένου συνήργησεν, εἰ ἐφ᾽ ἑαυτοῦ μόνου τούτων ἕκαστον ἦν; Ἀλλ᾽ ὃ πάντων ἐστὶν ἀληθέστατον, ὃ καλῶς τις τῶν ἔξω πεπαιδευμένων εἰπὼν μνημονεύεται, τὸν νοῦν εἶναι τὸν ὁρῶντα, καὶ νοῦν τὸν ἀκούοντα. Εἰ γὰρ μὴ τοῦτο δοίη τις ἀληθὲς εἶναι, πῶς, εἰπὲ σὺ, πρὸς τὸν ἥλιον βλέπων, καθὼς ἐδιδάχθης παρὰ τοῦ διδασκάλου βλέπειν, οὐχ ὅσος φαίνεται τοῖς πολλοῖς, τοσοῦτον αὐτὸν φῂς εἶναι τῷ μεγέθει τοῦ κύκλου, ἀλλ᾽ ὑπερβαλεῖν πολλαπλάσια τῷ μέτρῳ πᾶσαν τὴν γῆν; Οὐκ ἐπειδὴ τῇ ποίᾳ κινήσει, καὶ τοῖς χρονικοῖς τε καὶ τοπικοῖς διαστήμασι, καὶ ταῖς ἐκλειπτικαῖς αἰτίαις τῇ διανοία διὰ τῶν φαινομένων ἀκολουθήσας, θαῤῥῶν ἀποφαίνων τὸ οὕτως ἔχειν;

Καὶ τῆς σελήνης μείωσίν τε καὶ αὔξησιν βλέπων, ἄλλα διδάσκει διὰ τοῦ φαινομένου περὶ τὸ στοιχεῖον σχημάτων, τὸ, ἀφεγγῆ τε εἶναι αὐτὴν κατὰ τὴν ἰδίαν φύσιν, καὶ τὸν πρόσγειον κύκλον περιπολεῖν· λάμπει δὲ ἀπὸ τῶν ἡλιακῶν ἀκτίνων, ὡς ἐπὶ τῶν κατόπτρων γίνεσθαι πεφυκέναι τὸν ἥλιον, ἐφ᾽ ἑαυτῶν δεχόμενα οὐκ ἰδίας αὐγὰς ἀντιδίδωσιν, ἀλλὰ τοῦ ἡλιακοῦ φωτὸς ἐκ τοῦ λείου καὶ στίλβοντος σώματος εἰς τὸ ἔμπαλιν ἀνακλωμένου.

Ὥσπερ τοῖς ἀνεξετάστως βλέπουσιν ἐξ αὐτῆς δοκεῖ τῆς σελήνης εἶναι τὸ φέγγος. Δείκνυται δὲ τὸ μὴ ἔχειν, ὅτι γινομένη μὲν ἀντιπρόσωπος τῷ ἡλίῳ κατὰ διάμετρον ὅλῳ τῷ πρὸς ἡμᾶς βλέποντι κύκλῳ καταφωτίζεται· ἐν ἐλάττονι δὲ τῷ κατ᾽ αὐτὴν τόπῳ θᾶττον περιοῦσα τὸν ἐν ᾧ ἐστι κύκλον, πρὶν ἅπαξ τὸν ἥλιον περιοδεῦσαι τὸν ἴδιον δρόμον, πλέον ἢ δωδεκάκις αὐτὴ τὸν κατ᾽ αὐτὴν περιέρχεται. Διὸ συμβαίνει μὴ ἀεὶ πεπληρῶσθαι φωτὸς τὸ στοιχεῖον· οὐ γὰρ μένει ἐν τῷ πυκνῷ τῆς περιόδου διηνεκῶς ἀντιπρόσωπος θέσις, ἅπαν τὸ πρὸς ἡμᾶς τῆς σελήνης μέρος διὰ τῶν ἡλιακῶν ἀκτίνων πεφωτισμένον ἐποίησεν, οὕτως ὅταν ἐπὶ τὰ πλάγια γίνεται τοῦ ἡλίου τοῦ ἀεὶ κατ᾽ αὐτὸν γινομένου τῆς σελήνης ἡμισφαιρίου διαλαμβανομένου τῇ τοῦ ἀκτίνων περιβολῇ, τὸ πρὸς ἡμᾶς κατ᾽ ἀνάγκην ἀποσκιάζεται, ἀντιμεθισταμένης τῆς λαμπηδόνος ἀπὸ τοῦ μὴ δυναμένου πρὸς τὸν ἥλιον βλέπειν μέρους ἐπὶ τὸν ἀεὶ κατ᾽ ἐκεῖνον γινόμενον, ἕως ἂν ὑποβᾶσα κατ᾽ εὐθεῖαν τὸν ἡλιακὸν κύκλον κατὰ νώτου τὴν ἀκτῖνα δέξηται, καὶ οὕτω τοῦ ἄνωθεν ἡμισφαιρίου περιλαμφθέντος ἀόρατον ποιεῖ τὸ πρὸς ἡμᾶς μέρος, τὸ εἶναι καθόλου τῇ ἰδίᾳ φύσει ἀφεγγὲς καὶ ἀφώτιστον· ὅπερ δὴ παντελὴς τοῦ στοιχείου μείωσις λέγεται.

Εἰ δὲ παρέλθῃ πάλιν τὸν ἥλιον κατὰ τὴν ἰδίαν τοῦ δρόμου κίνησιν, καὶ ἐκ πλαγίου γένοιτο τῇ ἀκτῖνι, τὸ πρὸ ὀλίγου ἀλαμπὲς ὑπολάμπειν ἄρχεται, τῆς ἀκτῖνος ἀπὸ τοῦ πεφωτισμένου πρὸς τὸ τέως ἀφανὲς μετιούσης.

Ὁρᾷς οἷόν σοι γίνεται ἡ ὄψις διδάσκαλος, οὐκ ἄν σοι παρασχομένη δι᾽ ἑαυτῆς τῶν τοιούτων τὴν θεωρίαν, εἰ μή τι οὖν τὸ διὰ τῶν ὄψεων βλέπων, ὃ τοῖς κατ᾽ αἴσθησιν γινωσκομένοις οἷόν τισιν ὁδηγοῖς κεχρημένον διὰ τῶν φαινομένων, ἐπὶ τὰ μὴ βλεπόμενα διαδύεται; Τί δεῖ προστιθέναι τὰς γεωμετρικὰς ἐφόδους διὰ τῶν αἰσθητῶν χαραγμάτων, πρὸς τὰ ὑπὲρ αἴσθησιν ἡμᾶς χειραγωγούσας, καὶ μυρία ἐπὶ τούτοις ἄλλα, δι᾽ ὧν συνίσταται διὰ τῶν ἐν ἡμῖν σωματικῶς ἐνεργουμένων τῆς ἐγκεκρυμμένης τῇ φύσει ἡμῶν νοερᾶς οὐσίας τὴν κατάληψιν γίνεσθαι; —Γ. Τί δὲ, εἶπον, εἰ ὥσπερ κοινὸν μέν ἐστιν ἐπὶ τῆς αἰσθητῆς τῶν στοιχείων φύσεως τὸ ὑλῶδες, διαφορὰ δὲ κατὰ τὸ ἰδίαζον ἐν ἑκάστῳ εἴδει τῆς ὕλης πολλὴ (ἥ τε γὰρ κίνησις αὐτοῖς ἐκ τοῦ ἐναντίου ἐστὶν, τοῦ μὲν ἀνωφεροῦς ὄντος, τοῦ δὲ ἐπὶ τοῦ κάτω βρίθοντος, τὸ δὲ εἶδος οὐ τὸ αὐτὸ, καὶ ἡ ποιότης διάφορος ἔν τινι), τούτων κατὰ τὸν λόγον συνουσιωμένην τις εἶναι λέγοι δύναμιν, τὴν τὰς νοητικὰς ταύτας φαντασίας τε καὶ κινήσεις, ἐκ φυσικῆς ἰδιότητός τε καὶ δυνάμεως ἐνεργοῦσαν;

Οἷα δὴ πολλὰ βλέπομεν ὑπὸ τῶν μηχανοποιῶν ἐνεργούμενα, ἐφ᾽ ὧν ἡ ὕλη τεχνικῶς διατεθεῖσα μιμεῖται τὴν φύσιν, οὐκ ἐν τῷ σχήματι μόνῳ δεικνῦσα τὸ ὅμοιον, ἀλλὰ καὶ ἐν κινήσει γίνεται, καὶ φθόγγον τινὰ ὑποκρίνεται, ἠχοῦντος ἐν τῷ φωνητικῷ μέρει τοῦ μηχανήματος, καὶ οὐδέ που νοητήν τινα δύναμιν γινομένοις ἐνθεωροῦμεν τὴν καθ᾽ ἕκαστον ἐργαζομένην τὸ σχῆμα, τὸ εἶδος, τὸν ἦχον, τὴν κίνησιν. Εἰ ταῦτα λέγομεν καὶ περὶ τὸ μηχανικὸν τοῦτο τῆς φύσεως ἡμῶν ὄργανον, μηδεμιᾶς κατὰ τὸ ἰδιάζον νοητῆς οὐσίας ἐγκεκραμένης γίνεσθαι, ἀλλά τινος τῇ φύσει τῶν ἐν ἡμῖν στοιχείων κινητικῆς δυνάμεως ἐγκειμένης, καὶ τὴν τοιαύτην ἐνέργειαν ἀποτέλεσμα εἶναι ἐφ᾽ ἑαυτῆς· τὴν νοητὴν ἐκείνην καὶ ἀσώματον τῆς ψυχῆς οὐσίαν ἀποδεικνύοιτο, ἢ τὸ μηδόλως εἶναι; Μ. Ἡ δὲ, Συμμαχεῖ, φησὶ, τῷ λόγῳ καὶ τὸ ὑπόδειγμα, καὶ ἡ κατασκευὴ πᾶσα τῆς ἀνθυπενεχθείσης ἡμῖν ἀντιῤῥήσεως οὐ μικρὰ συντελέσει πρὸς τὴν τῶν νοηθέντων ἡμῖν βεβαιότητα. —Γ. Πῶς οὖν τοῦτο λέγεις; —Μ.

Ὅτι τοι, φησὶ, τὸ οὕτως εἰδέναι μεταχειρίζεσθαί τι καὶ διατιθέναι τὴν ἄψυχον ὕλην, ὡς τὴν ἐναποτιθεῖσαν τοῖς μηχανήμασι τέχνην μικροῦ δεῖν ἀντὶ τῆς ψυχῆς τῇ ὕλῃ γίνεσθαι, δι᾽ ὧν κίνησίν τε καὶ ἦχον, καὶ σχήματα, καὶ τὰ τοιαῦτα καθυποκρίνεται, ἀπόδειξις ἂν εἴη τοῦ εἶναί τι τοιοῦτον ἐν τῷ ἀνθρώπῳ, ᾧ ταῦτα πέφυκε διὰ τῆς θεωρητικῆς καὶ ἐφευρετικῆς δυνάμεως κατανοεῖν τε ἐν ἑαυτῷ καὶ προκατασκευάζειν τῇ διανοίᾳ τὰ μηχανήματα, εἶθ᾽ οὕτως εἰς ἐνέργειαν διὰ τῆς τέχνης ἄγειν, καὶ διὰ τῆς ὕλης δεικνύειν τὸ νόημα.

Πρῶτον γὰρ ὅτι πνεύματός ἐστι χρεία πρὸς τὴν ἐκφώνησιν, κατενόησεν· εἶθ᾽ ὅπως ἂν ἐπινοηθείη πνεῦμα τῷ μηχανήματι τῷ λογισμῷ προεξήτασε, τὴν τῶν στοιχείων φύσιν ἐπισκεψάμενος, ὅτι οὐδὲν κενὸν ἐν τοῖς οὖσίν ἐστιν, ἀλλὰ πρὸς τὸ βαρύτερον παραθέσει κενὸν τὸ κοῦφον νομίζεται, ἐπεὶ καὶ αὐτὸς ἐφ᾽ ἑαυτοῦ κατ᾽ ἰδίαν ὑπόστασιν μεστός τε ὁ ἀὴρ καὶ πλήρης ἐστί. Διάκενον γὰρ τὸ ἀγγεῖον ἐκ καταχρήσεως λέγεται. Ὅταν γὰρ τοῦ ὑγροῦ κενὸν ᾖ, οὐδὲν ἧττον μεστὸν ἀέρος πεπαιδευμένος καὶ τοῦτο λέγει. Σημεῖον δὲ τὸν ἐπαχθέντα τῇ λίμνῃ ἀμφορέα μὴ εὐθὺς πληροῦσθαι τοῦ ὕδατος, ἀλλ᾽ ἐπιπολάζειν τὰ πρῶτα, τοῦ ἐναπειλημμένου ἀέρος ἐπὶ τὸ ἄνω τὸ κοῖλον ἀνέχοντος, ἕως ἂν πιεσθεὶς ὁ ἀμφορεὺς τῇ χειρὶ τοῦ ἀρυομένου ἐν τῷ βάθει γίνεται, καὶ τοῦτο δέξηται τῷ στόματι τὸ ὕδωρ· οὗ γινομένου δείκνυται τὸ μὴ κενὸν αὐτὸν εἶναι καὶ πρὸ τοῦ ὕδατος. Μάχη γάρ τις περὶ τῷ στόματι τῶν δύο στοιχείων ὁρᾶται, τοῦ μὲν ὕδατος ὑπὸ βάρους ἐπὶ τὸ κοῖλον βιαζομένου τε καὶ εἰσρέοντος, τοῦ δὲ ἀέρος τοῦ ἐναπειλημμένου τῷ κοίλῳ διὰ τοῦ αὐτοῦ στόματος ἐπὶ τὸ ἔμπαλιν συνθλιβομένου περὶ τὸ ὕδωρ, καὶ ἀναῤῥέοντος, ὡς καὶ ἀνακόπτεσθαι διὰ τούτου καὶ ἀνακοχλάζειν τὸ ὕδωρ περιαφρίζον τῇ βίᾳ τοῦ πνεύματος.

Ταῦτα οὖν κατενόησε, καὶ ὅπως ἂν ἐντεθείη πνεῦμα τῷ μηχανήματι διὰ τῆς τῶν στοιχείων φύσεως ἐπενόησε. Κοῖλον γάρ τι ἐκ στεγανῆς ὕλης κατασκευάσας, καὶ πανταχόθεν τὸν ἐν αὐτῷ ἀέρα περισχὼν ἀδιάπνευστον, ἐπάγει τὸ ὕδωρ διὰ στόματος τῷ κοίλῳ, κατὰ τὸ μέτρον τῆς χρείας τὸ ποσὸν συμμετρήσας τοῦ ὕδατος, εἶθ᾽ οὕτως ἐπὶ τὸν παρακείμενον αὐλὸν δίδωσι κατὰ τὸ ἀντικείμενον τῷ ἀέρι τὴν δίοδον, ἐκθλιβόμενος δὲ τῷ ὕδατι βιαιότερον ὁ ἀὴρ πνεῦμα γίνεται· ὅπερ ἐκπίπτον τῇ κατασκευῇ τοῦ αὐλοῦ τὸν ἦχον ποιεῖ.

Ἆρ᾽ οὐ φανερῶς δείκνυται διὰ τῶν φαινομένων, ὅτι ἔστι τις ἐν τῷ ἀνθρώπῳ νοῦς ἄλλο τι παρὰ τὸ φαινόμενον, ὁ τῷ ἀειδεῖ τε καὶ νοερῷ τῆς ἰδίας φύσεως ταῦτα ἐν ἑαυτῷ προκατασκευάζων ταῖς ἐπινοίαις, εἶθ᾽ οὕτως διὰ τῆς ὑλικῆς ὑπηρεσίας εἰς τὸ ἐμφανὲς ἄγων τὴν ἔνδον συστᾶσαν διάνοιαν;

Εἰ γὰρ ἦν κατὰ τὸν ἀντιτεθέντα λόγον ἡμῖν τῇ φύσει τῶν στοιχείων τὰς τοιαύτας θαυματοποιίας λογίζεσθαι, αὐτομάτως ἂν ἡμῖν συνέστη πάντως τὰ μηχανήματα· καὶ οὔτε ὁ χαλκὸς τὴν τέχνην ἀνέμενεν εἰς τὸ γενέσθαι ἀνδροείκελον, ἀλλ᾽ εὐθὺ ἂν τοιοῦτος ἐκ φύσεως ἦν· οὐδ᾽ ἂν τοῦ αὐλοῦ πρὸς τὸν ἦχον ὁ ἀὴρ ἐδεήθη, ἀλλὰ πάντοτε ἂν ἐφ᾽ ἑαυτοῦ ἤχει κατὰ τὸ συμβᾶν, ῥέων τε καὶ κινούμενος· τοῦ τε ὕδατος οὐκ ἂν ἦν βεβιασμένη διὰ σωλῆνος, ἡ πρὸς τὴν ἀναφορὰν τῆς τέχνης ἐκ πιεσμάτων εἰς τὸ παρὰ φύσιν ἀναθλιβούσης τὴν κίνησιν· ἀλλ᾽ αὐτομάτως ἀνίη τὸ ὕδωρ πάντως πρὸς τὸ μηχάνημα, τῇ ἰδίᾳ φύσει ἐπὶ τὸ ἄνω ὀχετηγούμενον.

Εἰ δὲ τούτων κατὰ τὸ αὐτόματόν ἐστιν οὐδὲν ὑπὸ τῆς τῶν στοιχείων φύσεως ἐνεργούμενον, ἀλλὰ τέχνῃ πρὸς τὸ δοκοῦν ἕκαστον ἄγεται· ἡ δὲ τέχνη διάνοιά τίς ἐστι ποία κίνησίς τε καὶ ἐνέργεια, ἄρα καὶ διὰ τῶν ἀντιθέτων ἡμῖν τὸ ἄλλο τι παρὰ τὸ φαινόμενον εἶναι τὸν νοῦν ἡ ἀκολουθία τῶν εἰρημένων ἀπέδειξεν. Γ. Ἐγὼ δὲ, Τοῦτο μὲν οὕτως ἔχειν φημὶ καὶ αὐτὸς, τὸ μὴ ταὐτὸν εἶναι τῷ φαινομένῳ τὸ μὴ φαινόμενον· οὐ μὴν τὸ ζητούμενον ἐν τῷ λόγῳ τούτῳ βλέπω, οὔπω γάρ μοι δῆλόν ἐστιν, ὅ τί ποτε χρὴ νομίζειν ἐκεῖνο εἶναι τὸ μὴ φαινόμενον, ἀλλ᾽ ὅτι μὲν ὑλικόν τι οὐκ ἔστιν ἐδιδάχθην τῷ λόγῳ· οὐδέπω δὲ ἔγνων, ὅ τι περὶ αὐτοῦ προσήκει λέγειν· ἐγὼ δὲ τοῦτο μάλιστα ἐδεόμην μαθεῖν, οὐχ ὅτι οὐκ ἔστιν, ἀλλ᾽ ὅπερ ἐστίν. —Μ. Ἡ δὲ, Πολλὰ, φησὶ, καὶ περὶ πολλῶν οὕτω μανθάνομεν ἐν τῷ μὴ τόδε τι λέγειν εἶναι αὐτὸ τὸ εἶναι τοῦ ζητουμένου, ὅ τί ποτέ ἐστι διερμηνεύοντες.

Ἀπόνηρον γὰρ εἰπόντες τὸν ἀγαθὸν παρεστήκαμεν, καὶ ἄνανδρον ὀνομάσαντες τὸν δειλὸν ἐγνωρίσαμεν, καὶ πολλὰ τούτοις ἔστιν εἰπεῖν ὁμοιότροπα. Δι᾽ ὧν ἢ τὸ χρηστότερον ἀναλαμβάνομεν νόημα διὰ τῆς τῶν πονηρῶν ἀποφάσεως, ἢ τὸ ἔμπαλιν ἐπὶ τὸ χεῖρον ταῖς ὑπονοίαις τρεπόμεθα, τῇ τῶν καλῶν ἀφαιρέσει τὸ πονηρὸν ἐνδειξάμενοι. Οὕτω τοίνυν καὶ ἐπὶ τοῦ παρόντος τις λόγου κατανοήσας, οὐκ ἂν τῆς δεούσης περὶ τὸ ζητούμενον ἐννοίας ἀποσφαλείη.

Ζητεῖται δὲ τί χρὴ τὸν νοῦν οἴεσθαι κατ᾽ αὐτὴν τὴν οὐσίαν. Ὁ τοίνυν τὸ μὲν εἶναι τοῦτο, περὶ οὗ ὁ λόγος ἐστὶ, διὰ τῆς παρ᾽ αὐτοῦ δεικνυμένης ἡμῖν ἐνεργείας μὴ ἀμφιβάλλων, τὸ δὲ ὅ τί ἐστι γνῶναι βουλόμενος, ἱκανῶς ἂν εὕροιτο, μὴ τοῦτο μαθεῖν εἶναι αὐτὸ ὃ καταλαμβάνει ἡ αἴσθησις, μὴ χρῶμα, μὴ σχῆμα, μὴ ἀντιτυπίαν, μὴ βάρος, μὴ πηλικότητα, μὴ τὴν εἰς τρία διάστασιν, μὴ τὴν ἐπὶ τόπου θέσιν, μηδέ τι τῶν περὶ τὴν ὕλην καταλαμβανομένων ὅλως μηδὲν ἴδῃ, τί ἄλλο παρὰ ταῦτά ἐστιν. Ἐγὼ δὲ μεταξὺ διεξιούσης, —Γ. Οὐκ οἶδα, ἔφην, πῶς ἔστι, πάντων τούτων ἀφαιρουμένων τοῦ λόγου, μὴ συνεξαλειφθῆναι τούτοις καὶ τὸ ζητούμενον. Τίνι γὰρ προσφυῇ δίχα τούτων ἡ καταληπτικὴ περιεργία, κατά γε τὴν ἐμὴν ὑπόληψιν οὔπω ὁρᾶται. Πανταχῆ γὰρ ἐν τῇ τῶν ὄντων ἀναζητήσει διὰ τῆς ἐξεταστικῆς διανοίας ὅσον τε τὸ ζητούμενον, ὥσπερ τινὲς τυφλοὶ διὰ τοίχων ἐπὶ τὴν θύραν χειραγωγούμενοι, ἑνὸς τῶν εἰρημένων πάντως θιγγάνομεν, ἢ χρῶμα εὑρίσκοντες, ἢ σχῆμα, ἢ πηλικότητα, ἤ τι τῶν παρὰ σοῦ νῦν ἀπηριθμημένων ἕτερον· ὅταν δὲ τούτων μηδὲν εἶναι λέγηται ἂν, εἰς τὸ μηδόλως τι εἶναι οἴεσθαι ὑπὸ μικροψυχίας περιαγόμεθα. Μ. Ἡ δὲ σχετλιάσασα μεταξὺ τοῦ λόγου, Φεῦ τῆς ἀτοπίας, φησὶν, εἰς οἷον καταστρέφει πέρας ἡ μικροφυὴς αὕτη καὶ χαμαίζηλος περὶ τῶν ὄντων κρίσις!

Εἰ γὰρ ἐξῄρηται τοῦ ὄντος ἅπαν ὃ μὴ τῇ αἰσθήσει γνωρίζεται, οὐδ᾽ ἂν αὐτὴν τὴν τοῦ παντὸς ἐπιστατοῦσαν καὶ περιδεδραγμένην τῶν ὄντων δύναμιν ὁμολογοίη πάντως ὁ τοῦτο λέγων, ἀλλὰ τὸ ἀσώματόν τε καὶ ἀειδὲς περὶ τῆς θείας φύσεως διδαχθεὶς, τὸ μὴ εἶναι αὐτὴν ὅλως ἐκ τῆς τοιαύτης πάντως ἀκολουθίας λογίζεται. Εἰ δὲ ἐκεῖ τὸ ταῦτα μὴ εἶναι περιγραφὴ τοῦ εἶναι οὐ γίνεται, πῶς ὁ ἀνθρώπινος νοῦς τοῦ ὄντος ἐκθλίβεται τῇ ἀφαιρέσει τῶν σωματικῶν ἰδιωμάτων συνδαπανώμενος; —Γ. Οὐκοῦν, εἶπον, ἐξ ἀτόπων μεταλαμβάνομεν ἕτερον ἄτοπον διὰ τῆς ἀκολουθίας ταύτης. Περίκειται γὰρ ὁ λόγος ἡμῖν εἰς τὸ ταὐτὸν οἴεσθαι τῇ θείᾳ φύσει, καὶ τὸν νοῦν τὸν ἡμέτερον, εἴπερ τῇ ὑπεξαιρέσει τῶν κατ᾽ αἴσθησιν εὑρισκομένων νοεῖται ἑκάτερον. —Μ. Μὴ ταὐτὸν εἴπῃς, φησὶν ἡ διδάσκαλος (ἀσεβὴς γὰρ καὶ οὗτος ὁ λόγος), ἀλλ᾽ ὡς ἐδιδάχθης παρὰ τῆς θείας Γραφῆς, ὅμοιον εἰπὲ τοῦτο ἐκείνῳ. Τὸ γὰρ κατ᾽ εἰκόνα γενόμενον διὰ πάντων ἔχει πάντως τὴν πρὸς τὸ ἀρχέτυπον ὁμοιότητα, νοερὰν τοῦ νοεροῦ, καὶ τοῦ ἀσωμάτου ἀσώματον, ὄγκου τε παντὸς ἀπηλλαγμένον ὥσπερ ἐκεῖνο, καὶ πᾶσαν ἐκφεῦγον διὰ σημαντικὴν καταμέτρησιν ὁμοίως ἐκείνῳ· ἄλλο δέ τι παρ᾽ ἐκεῖνο κατὰ τὴν τῆς φύσεως ἰδιότητα.

Οὐκέτι γὰρ ἂν εἴη εἰκὼν, εἰ ἐκείνῳ δι᾽ ἁπάντων εἴη ταὐτὸν, ἀλλ᾽ ἐν οἷς ἐν τῇ ἀκτίστῳ φύσει καθορᾶται ἐκεῖνο, ἐν τοῖς αὐτοῖς ἡ κτιστὴ φύσις δείκνυσι τοῦτο· καὶ ὥσπερ πολλάκις ἐν μικρῷ ψήγματι ὑελίνῃ, ὅταν τύχῃ πρὸς ἀκτῖνα κείμενον, ὅλος ἐνορᾶται τοῦ ἡλίου ὁ κύκλος, οὐ κατὰ τὸ ἴδιον μέγεθος αὐτῷ ἐμφαινόμενος, ἀλλ᾽ ὡς χωρεῖ βραχύτης τοῦ ψήγματος τοῦ κύκλου τὴν ἔμφασιν· οὕτως ἐν τῇ βραχύτητι τῆς ἡμετέρας φύσεως τῶν ἀφράστων ἐκείνων τῆς θεότητος ἰδιωμάτων αἱ εἰκόνες ἐκλάμπουσιν, ὥστε διὰ τούτων τὸν λόγον χειραγωγούμενον, μήτε ἀποπίπτειν τῆς κατὰ τὴν οὐσίαν τοῦ νοῦ καταλήψεως, ἀποκαθαιρομένης ἐν τῇ ἐξετάσει τοῦ σκέμματος τῆς σωματικῆς ἰδιότητος· μηδ᾽ αὖ πάλιν εἰς ἶσον ἄγειν τῇ ἀορίστῳ τε καὶ ἀκηράτῳ φύσει, τὴν μικρὰν καὶ ἐπίκηρον· ἀλλὰ νοητὴν μὲν οἴεσθαι τὴν οὐσίαν· ἐπειδὴ καὶ νοητῆς οὐσίας ἐστὶν εἰκὼν, μὴ μέντοι τὴν αὐτὴν τῷ ἀρχετύπῳ τὴν εἰκόνα λέγειν.