Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ θεότητος κατὰ Εὐαγρίου

Γρηγόριος ὁ Νύσσης

Η μέθεξη των χαρισμάτων του Πνεύματος και τελική δοξολογία

Οι πιστοί προτρέπονται να μετέχουν στα χαρίσματα του Αγίου Πνεύματος αντί να ερευνούν περιττά την ουσία Του, και ο λόγος ολοκληρώνεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ἀλλὰ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. ἑρμηνεύει τὴν σύνεσιν Ἠσαΐας σαφῶς λέγων.· Πνεῦμα σοφίας καὶ συνέσεως. Ἤκουσα ἐν τοῖς μακαρισμοῖς μακαριζομένους τοὺς διψῶντας τὸν κύριον. τάχα οὖν οὐκ ἔξω τοῦ καιροῦ τὸ ἐνθύμιον καί μου δέξασθε τὸν λόγον, κἂν ἀπηρτῆσθαι τῶν παρόντων δοκῇ· εἴ τις διὰ μεσημβρίας ὁδεύων τοῦ ἡλίου θερμοτέραις ταῖς ἀκτῖσι τῆς κεφαλῆς ὑπερζέοντος καὶ πᾶν τὸ ἐν τῷ σώματι ὑγρὸν τῇ φλογὶ καταφρύσσοντος (προκείσθω δὲ τῷ ὑποδείγματι γῆ τραχεῖα καὶ δυσπόρευτος καὶ διψώδης) εἶτα ἐπιτύχοι πηγῆς ὁ τοιοῦτος, ἧς καλὸν καὶ διαφανὲς τὸ νᾶμα καὶ προσηνῶς καταψῦχον καὶ ἀφθόνως ὑπερχεόμενον, ἆρα προσκαθεδεῖται τῷ ὕδατι καὶ φιλοσοφήσει περὶ τῆς φύσεως, ὅθεν καὶ ὅπως καὶ διὰ τίνος καὶ τὰ τοιαῦτα διεξετάζων, οἷα δὴ τοῖς ματαιολογοῦσι σύνηθες λέγειν ὅτι ἰκμάς τις ἐγκατεσπαρμένη τῷ βάθει τῆς γῆς καὶ διαπηδῶσα καὶ συνθλιβομένη ὕδωρ γίνεται ἢ ὅτι φλέβες ἐκκεχυμέναι ταῖς κάτω κοιλότησιν, εἴπερ ἀναστομωθῶσι, τὸ ὕδωρ προχέουσιν, ἢ πάντα τὰ τοιαῦτα χαίρειν ἐάσας ἐπικύπτει τῷ νάματι καὶ προσθεὶς τὰ χείλη θεραπεύει τὴν δίψαν καὶ ἀναψύχει τὴν γλῶσσαν καὶ καταπαύει τὸν πόθον καὶ εὐχαριστεῖ τῷ δεδωκότι τὴν χάριν;

μίμησαι τοίνυν καὶ σὺ τὸν διψῶντα, ἐπεὶ καὶ εἴρηται [καθὼς εἴρηται] ὅτι Μακάριοι οἱ διψῶντες, καὶ καταμαθὼν οἷα καὶ ὅσα ἀγαθὰ πηγάζει τὸ πνεῦμα τὸ ἅγιον ποίησον τὸ τοῦ προφήτου, Τὸ στόμα σου ἄνοιξον καὶ ἕλκυσον πνεῦμα, Πλάτυνον τὸ στόμα σου καὶ πληρώσει ὁ ἔχων τὴν ἐξουσίαν τῶν χαρισμάτων. βούλει μαθεῖν ὅσα προχεῖται τῆς τοῦ πνεύματος πηγῆς ἀγαθά; ἀφθαρσία ψυχῆς, ἀιδιότης ζωῆς, οὐρανῶν βασιλεία, εὐφροσύνη ἄληκτος, χαρὰ τέλος οὐκ ἔχουσα. ἀλλὰ γὰρ εἰς τὰ παρόντα βλέπων ὀλίγην ποιοῦμαι τὴν ζημίαν τοῦ λείποντος· πεπλήρωταί μοι τῶν ἀγαθῶν ὁ οἶκος, πλήρεις οἱ θησαυροὶ τοῦ χρυσίου τῆς Ἀραβίας, ἥξουσι δὲ τάχα μετ᾽ ὀλίγον καὶ πρέσβεις ἐξ Αἰγύπτου καὶ προφθάσουσι χεῖρα αὐτῶν τῷ θεῷ καὶ αἱ βασιλεῖαι τῆς γῆς μεθ᾽ ἡμῶν τὸν ἐπινίκιον ᾄσουσιν ὕμνον τῷ πάντας εἰς τὴν αὐτοῦ βασιλείαν καλοῦντι, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.