Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Περὶ θεότητος κατὰ Εὐαγρίου

Γρηγόριος ὁ Νύσσης

Η θεότητα του Αγίου Πνεύματος, η διάσπαση της εκκλησιαστικής ενότητας και ο έλεγχος της πλάνης

Ανασκευάζονται οι θέσεις των Πνευματομάχων και εκφράζεται θλίψη για την απομάκρυνση από την πίστη της Νικαίας. Μέσω της παραβολής του ασώτου στηλιτεύεται η πνευματική χλιαρότητα και η διαίρεση των χριστιανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ἀκούω Μωυσέα τὸν μέγαν ὅτε τὴν σκηνὴν τοῖς Ἰσραηλίταις ἐπήγνυτο καὶ τὸν Βεσελεὴλ ἐκεῖνον, ὃς πνεύματι θείῳ τὴν σοφίαν ἔσχε τῆς ἀρχιτεκτονικῆς αὐτοδίδακτον, κοινῇ προθεῖναι τὴν φιλοτιμίαν πλουσίοις καὶ πένησι τῶν μὲν πλουσίων χρυσὸν καὶ πορφύραν καὶ τοὺς τιμίους τῶν λίθων ἐκλέγοντας, τῶν δὲ πενήτων ξύλα καὶ δέρματα καὶ τὰς τῶν αἰγῶν τρίχας οὐκ ἀποβάλλοντας. ἀλλ᾽ οὐκ ἄκαιρος τῆς ἱστορίας ἴσως ἡ μνήμη· ὃ γάρ μου τὴν καρδίαν ὑπέδραμε νόημα, βούλομαι καὶ τῷ κοινῷ παραθέσθαι. πνεύματι θείῳ ὁ Βεσελεὴλ σοφὸς ἐξ ἰδιώτου ἐγένετο· οὕτω γὰρ ἡ ἱστορία φησίν. ἀκουέτω τοίνυν ὁ πνευματομάχος· ὁ θεῖον εἰπὼν τὸ πνεῦμα τὸ ἅγιον, οὗ ἡ ἐπίβασις οἷόν τι ἴχνος τὴν τῆς σοφίας χάριν τῇ ψυχῇ ἐνσημαίνεται, ἆρα καθυβρίζει τῇ τοῦ θείου προσηγορίᾳ τὴν ἀξίαν τοῦ πνεύματος; ἆρα μικρόν τι καὶ ταπεινὸν περὶ αὐτοῦ νοεῖν ὑποτίθεται ἤ τι τῶν ἐν τῇ κτίσει τῷ ὀνόματι τούτῳ σημαίνεται; μὴ ἐπίκτητον οἴεται τῷ πνεύματι τὴν θειότητα; μὴ διπλόην τινὰ καὶ σύνθεσιν περὶ τὸ ἁπλοῦν καὶ ἀσύνθετον ἐννοεῖ; τάχα οὐκ ἔστι ταῖς τοιαύταις ὑπονοίαις συνενεχθῆναι, ἀλλ᾽ ὁμολογεῖ πάντως θεῖον ὂν τὸ πνεῦμα τῇ φύσει τοιοῦτό τε εἶναι καὶ λέγεσθαι.

ὁρᾷς ὡς αὐτομάτως ἐκκαλύπτεταί σοι ἡ ἀλήθεια· πολλὰς γὰρ θείας φύσεις τὸ τῶν Χριστιανῶν οὐκ ἐπίσταται κήρυγμα, ἐπεὶ ἀνάγκη πᾶσα καὶ πολλοὺς θεοὺς ἀναπλάττεσθαι· οὐ γάρ ἐστι δυνατὸν πολλοὺς νοηθῆναι θεοὺς μὴ τῆς κατὰ φύσιν ἑτερότητος τὸ τῶν θεῶν πλῆθος διαγγελλούσης. εἰ οὖν μία παρὰ πάντων ἡ θεία φύσις εἶναι πιστεύεται, θεῖον δὲ τῇ φύσει τὸ πνεῦμα τὸ ἅγιον, τί διατέμνεις τῷ λόγῳ τὸ συνημμένον τῇ φύσει; ἀλλὰ τίς μοι δώσει τὴν δύναμιν τοῦ λόγου ἐκείνου, οὗ τὸ τέλος σωτηρία τῶν ἀκουόντων ἦν; μίαν προήκατο φωνὴν Ἱεροσολυμίταις ὁ Πέτρος καὶ τοσαῦται χιλιάδες ἀνθρώπων τῇ μιᾷ περιβολῇ τοῦ λόγου ὑπὸ τοῦ ἁλιέως ἐσαγηνεύθησαν. τοσοῦτοι δὲ καὶ τοιοῦτοι παρὰ τῶν διδασκάλων ἐν ἡμῖν τρίβονται λόγοι καὶ τίς γέγονε τῶν σῳζομένων προσθήκη; Τὸ ἐκλεῖπον ἐκλείπει, φησί τις τῶν προφητῶν, τὸ ἀποθνῇσκον ἀποθνῄσκει. τὸ πεπλανημένον οὐκ ἐπιστρέφει· λέλυται τῆς ἀγάπης ὁ σύνδεσμος, ἥρπασται τῶν θησαυρῶν ἡμῶν ἡ εἰρήνη. ὢ τῶν κακῶν· προάγομαι γὰρ ἐπιστενάξαι τῷ πάθει· ἡμέτερον κτῆμα ἦν ἡ ἀγάπη ποτέ, πατρῷος ἡμῖν οὗτος ὁ κλῆρος, ὃν διὰ τῶν μαθητῶν ἡμῖν ὁ κύριος ἐθησαύρισεν εἰπών· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. ἀλλὰ ταύτην τὴν κληρονομίαν οἱ μὲν ἐφεξῆς διάδοχοι παῖς παρὰ πατρὸς ἐκδεχόμενοι μέχρι τῶν πατέρων ἡμῶν διεσώσαντο, ἡ δὲ ἄσωτος αὕτη γενεὰ οὐκ ἐφύλαξεν.

πῶς οἴχεται τῶν χειρῶν ἡμῶν διαρρυεὶς τῆς ἀγάπης ὁ πλοῦτος; ἡμεῖς τῆς ἀγάπης πτωχεύομεν καὶ οἱ ἐχθροὶ τοῖς ἡμετέροις ἀγαθοῖς ἐναβρύνονται. Ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις· οὕτως φησὶν ὁ ψαλμῳδός, ἐγὼ δὲ μικρόν τι παρῳδήσας τὸ ῥηθὲν ἀναγνώσομαι· ἐζήλωσα ἐπὶ τοῖς ἀνομοίοις, ἐζήλωσα εἰρήνην ἁμαρτωλῶν θεωρῶν, ἐκεῖνοι ἀλλήλοις συνίστανται καὶ ἡμεῖς ἀπ᾽ ἀλλήλων διατεμνόμεθα, ἐκεῖνοι ἑαυτοῖς συνασπίζουσι καὶ ἡμεῖς τὸν ἡμέτερον συνασπισμὸν διαλύομεν. κλέψας τὸ ἡμέτερον κτῆμα ὁ τῶν ψυχῶν λωποδύτης τοῖς ἐχθροῖς τῆς ἀληθείας φέρων προσέρριψεν οὐκ ἐκείνους εὐεργετῶν, τοῦτο μηδεὶς οἰέσθω (ὁ γὰρ τῶν κακῶν εὑρετὴς εὐεργέτης γενέσθαι οὐ δύναται), ἀλλ᾽ ἵνα χείρους αὐτοὺς ἐν τῇ περὶ τὸ κακὸν συμπνοίᾳ παρασκευάσῃ· ἀλλὰ Τί μοι τοὺς ἔξω κρίνειν; φησὶν ὁ εἰπών, ἐγὼ δέ· πῶς ἀδακρυτὶ βαστάσω τὴν τῶν ἀδελφῶν ἀλλοτρίωσιν; πῶς ᾤχετο καταλιπὼν τὴν πατρῴαν οὐσίαν ὁ ἀδελφὸς ὁ νέος οὗτος; ἄλλος ἐκεῖνος ὁ ἐν τῷ εὐαγγελίῳ δηλούμενος, κἂν ὑποκρύπτῃ τῇ πολιᾷ τοῦ σώματος τῆς ψυχῆς τὴν νεότητα, πῶς ἀνεχώρησεν εἰς χώραν μακρὰν δραπετεύσας ἀπὸ τῆς πίστεως; πῶς οἴχεται καὶ αὐτὸς ἡμισεύσας τοῦ πατρὸς τὴν οὐσίαν ἐν τῷ καθελκύσαι τὰ ὑψηλὰ τῶν δογμάτων πρὸς τὰ ταπεινὰ καὶ χοιρώδη νοήματα ταῖς αἱρετικαῖς πόρναις προσδαπανήσας τὸν πλοῦτον; πόρνη γάρ ἐστιν ἡ αἵρεσις ταῖς ἠπατημέναις ἡδοναῖς γοητεύουσα.

εἰ γὰρ ἔλθοι ποτὲ εἰς ἑαυτὸν ὥσπερ ἐκεῖνος, εἰ γὰρ ἐπιθυμήσειε πάλιν τῆς πατρῴας τρυφῆς, εἰ γὰρ ἐπαναδράμοι πρὸς τὴν πλουσίαν τράπεζαν, ἐν ᾗ πολὺς ὁ ἐπιούσιος ἄρτος ὁ τρέφων τοὺς τοῦ κυρίου μισθίους (μίσθιοι δὲ πάντες οὗτοι οἱ ἐπ᾽ ἐλπίδι τῆς ἐπαγγελίας τὸν ἀμπελῶνα τοῦ θεοῦ ἐργαζόμενοι), οἷος ἂν ἐγένετο πρὸς αὐτὸν ὁ δρόμος οὐχ ἑνὸς πατρός, ἀλλὰ τοσούτων πατέρων προσαπαντώντων, περιπλεκομένων, ἀσπαζομένων φιλήμασιν. ἐκεῖ ἡ στολὴ τῆς πίστεως ἡ πρώτη, ἣν αἱ τριακόσιαι ὀκτὼ καὶ δέκα ψυχαὶ καλῶς ἐριθεύουσαι τῇ ἐκκλησίᾳ ἐξύφηναν, ἐκεῖ ὁ ἐν τῇ χειρὶ δακτύλιος ἐντετυπωμένην ἔχων ἐν ἑαυτῷ τὴν σφραγῖδα τῆς πίστεως, οἱ χοροί, ὁ μόσχος, ἡ συμφωνία, τὰ ἄλλα πάντα ὅσα ἐν τῷ εὐαγγελίῳ κατείλεκται πλὴν τῆς τοῦ ἀδελφοῦ ζηλοτυπίας. ἀλλὰ τί μάτην ὀνείρους ἑαυτοῖς ἀναπλάττομεν; ἐσκλήρυνται ἡ καρδία τῶν ἀδελφῶν καὶ ἀντιτύπως ἔχει· τοὺς κοινοὺς πατέρας προβάλλονται καὶ τὴν κληρονομίαν τὴν ἀπ᾽ αὐτῶν οὐ προσδέχονται, τῆς κοινῆς εὐγενείας ἀντιποιοῦνται καὶ τῆς πρὸς ἡμᾶς συγγενείας ἀλλοτριοῦνται, τοῖς ἐχθροῖς ἡμῶν ἀντικαθίστανται πρὸς δὲ ἡμᾶς δυσμενῶς ἔχουσιν, ὥσπερ τι μεθόριον ἡμῶν τε καὶ τῶν πολεμίων γενόμενοι καὶ ἀμφότερά εἰσι καὶ οὐθέτερον οὔτε τὸν ὀρθὸν λόγον ὁμολογοῦσι καὶ αἱρετικοὶ ὀνομάζεσθαι ἀπαξιοῦσιν.

ὢ καινοῦ πράγματος· καὶ πρὸς τὴν ἀλήθειαν καὶ πρὸς τὸ ψεῦδος ἐπίσης ἐκπεπολέμηνται οἷόν τι δένδρον ἄρριζον ὧδε καὶ ὧδε πρὸς τὰς ἐναντίας ὁρμὰς εὐκόλως μετακλινόμενοι. ἤκουσα τοῦ εὐαγγελιστοῦ Ἰωάννου ἐν ἀποκρύφοις πρὸς τοὺς τοιούτους δι᾽ αἰνίγματος λέγοντος ὡς δέον ἀκριβῶς ζέειν ἢ ἀκριβῶς κατεψῦχθαι, ζέειν μὲν πάντως τῷ πνεύματι, κατεψῦχθαι δὲ τῇ ἁμαρτίᾳ· Ὄφελον γὰρ ἦσθα, φησί, ψυχρὸς ἢ ζεστός, τὸ δὲ μηθέτερον τούτων ὂν ἀμφοτέρων δὲ ἐφαπτόμενον ναυτιῶδές ἐστι καὶ πρὸς ἔμετον ἐπιτήδειον. τί οὖν τὸ αἴτιον τοῦ πάλαι μὲν ἐπὶ τῶν μαθητῶν διὰ τοῦ κυρίου πολὺ πλῆθος τῇ ἐκκλησίᾳ προσάγεσθαι, νυνὶ δὲ τοὺς μακροὺς καὶ περικαλλεῖς τῶν διδασκάλων λόγους παρατρέχειν ἀπράκτους;